- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.1.16-7.1.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被关在城外的士兵愤怒地强行冲回拜占庭城内,色诺芬稳住局势并将他们列队于空旷广场,随后发表演说,援引雅典战败的先例警告他们切勿与斯巴达及全希腊为敌。
οἱ δὲ στρατιῶται ἔκοπτον τὰς πύλας καὶ ἔλεγον ὅτι ἀδικώτατα πάσχοιεν ἐκβαλλόμενοι εἰς τοὺς πολεμίους· κατασχίσειν τε τὰς πύλας ἔφασαν, εἰ μὴ ἑκόντες ἀνοίξουσιν.
士兵们捶打着城门,声称自己被驱逐到敌人当中是遭受了极大的不公;他们还说,如果不主动开门,他们就要把城门劈开。
ἄλλοι δὲ ἔθεον ἐπὶ θάλατταν καὶ παρὰ τὴν χηλὴν τοῦ τείχους ὑπερβαίνουσιν εἰς τὴν πόλιν, ἄλλοι δὲ οἳ ἐτύγχανον ἔνδον ὄντες τῶν στρατιωτῶν, ὡς ὁρῶσι τὰ ἐπὶ ταῖς πύλαις πράγματα, διακόπτοντες ταῖς ἀξίναις τὰ κλεῖθρα ἀναπεταννύασι τὰς πύλας, οἱ δʼ εἰσπίπτουσιν.
另一些人奔向海边,沿着城墙的防波堤翻越进入城内;还有些碰巧在城内的士兵,一见城门处的动静,就用斧头劈断门闩,将城门敞开,众人便涌了进来。
ὁ δὲ Ξενοφῶν ὡς εἶδε τὰ γιγνόμενα, δείσας μὴ ἐφʼ ἁρπαγὴν τράποιτο τὸ στράτευμα καὶ ἀνήκεστα κακὰ γένοιτο τῇ πόλει καὶ ἑαυτῷ καὶ τοῖς στρατιώταις, ἔθει καὶ συνεισπίπτει εἴσω τῶν πυλῶν σὺν τῷ ὄχλῳ.
色诺芬见此情景,害怕军队会转向抢掠,以致给全城、他自己和士兵们带来无法挽回的灾祸,便奔跑着随同众人一同冲进了城门。
οἱ δὲ Βυζάντιοι ὡς εἶδον τὸ στράτευμα βίᾳ εἰσπῖπτον, φεύγουσιν ἐκ τῆς ἀγορᾶς, οἱ μὲν εἰς τὰ πλοῖα, οἱ δὲ οἴκαδε, ὅσοι δὲ ἔνδον ἐτύγχανον ὄντες, ἔξω, οἱ δὲ καθεῖλκον τὰς τριήρεις, ὡς ἐν ταῖς τριήρεσι σῴζοιντο, πάντες δὲ ᾤοντο ἀπολωλέναι, ὡς ἑαλωκυίας τῆς πόλεως.
拜占庭人见军队强行冲入,纷纷逃离广场,有的逃向船只,有的逃回家中,凡碰巧在屋里的则逃到屋外;另一些人把三层桨战船推下水去,以便乘船保命。众人都以为大难临头,仿佛城池已被攻陷一般。
ὁ δὲ Ἐτεόνικος εἰς τὴν ἄκραν ἀποφεύγει. ὁ δὲ Ἀναξίβιος καταδραμὼν ἐπὶ θάλατταν ἐν ἁλιευτικῷ πλοίῳ περιέπλει εἰς τὴν ἀκρόπολιν, καὶ εὐθὺς μεταπέμπεται ἐκ Καλχηδόνος φρουρούς· οὐ γὰρ ἱκανοὶ ἐδόκουν εἶναι οἱ ἐν τῇ ἀκροπόλει σχεῖν τοὺς ἄνδρας.
埃忒奥尼科斯逃到了要塞。阿那克西比奥斯奔到海边,乘上一艘渔船绕航至卫城,并立即从迦克墩召集守军;因为卫城里的人看来不足以阻挡这些士兵。
οἱ δὲ στρατιῶται ὡς εἶδον Ξενοφῶντα, προσπίπτουσι πολλοὶ αὐτῷ καὶ λέγουσι· νῦν σοι ἔξεστιν, ὦ Ξενοφῶν, ἀνδρὶ γενέσθαι.1 ἔχεις πόλιν, ἔχεις τριήρεις, ἔχεις χρήματα, ἔχεις ἄνδρας τοσούτους. νῦν ἄν, εἰ βούλοιο, σύ τε ἡμᾶς ὀνήσαις καὶ ἡμεῖς σὲ μέγαν ποιήσαιμεν.
士兵们一见到色诺芬,许多人便涌到他身边说道:“色诺芬,现在正是你成为大丈夫的时候了!你拥有一座城池,拥有三层桨战船,拥有钱财,拥有这么多兵勇。如今你若愿意,既能使我们得利,我们也能使你成为大人物。”
ὁ δʼ ἀπεκρίνατο· ἀλλʼ εὖ γε λέγετε καὶ ποιήσω ταῦτα· εἰ δὲ τούτων ἐπιθυμεῖτε, θέσθε τὰ ὅπλα ἐν τάξει ὡς τάχιστα· βουλόμενος αὐτοὺς κατηρεμίσαι· καὶ αὐτός τε παρηγγύα ταῦτα καὶ τοὺς ἄλλους ἐκέλευε παρεγγυᾶν τίθεσθαι τὰ ὅπλα.
他回答说:“你们说得确实很好,我自会照办;但如果你们渴望这些,就尽快列队就地架起武器。”——他是想要使他们平静下来;他自己传达了这一命令,并吩咐其他人也互相传递命令,就地架起武器。
οἱ δὲ αὐτοὶ ὑφʼ ἑαυτῶν ταττόμενοι οἵ τε ὁπλῖται ἐν ὀλίγῳ χρόνῳ εἰς ὀκτὼ ἐγένοντο καὶ οἱ πελτασταὶ ἐπὶ τὸ κέρας ἑκάτερον παρεδεδραμήκεσαν.
士兵们自主整队,重装步兵在短时间内便排成了八列纵深,轻盾兵也奔至两翼就位。
τὸ δὲ χωρίον οἷον κάλλιστον ἐκτάξασθαί ἐστι2 τὸ Θρᾴκιον καλούμενον, ἔρημον οἰκιῶν καὶ πεδινόν. ἐπεὶ δὲ ἔκειτο τὰ ὅπλα καὶ κατηρεμίσθησαν, συγκαλεῖ ὁ Ξενοφῶν τὴν στρατιὰν καὶ λέγει τάδε.
该地被称为色雷斯广场,无房屋遮蔽且地势平坦,极便于布阵。当武器架好、众人平静下来之后,色诺芬召集全军,说道:
ὅτι μὲν ὀργίζεσθε, ὦ ἄνδρες στρατιῶται, καὶ νομίζετε δεινὰ πάσχειν ἐξαπατώμενοι οὐ θαυμάζω. ἢν δὲ τῷ θυμῷ χαριζώμεθα καὶ Λακεδαιμονίους τε τοὺς παρόντας τῆς ἐξαπάτης τιμωρησώμεθα καὶ τὴν πόλιν τὴν οὐδὲν αἰτίαν διαρπάσωμεν, ἐνθυμεῖσθε ἃ ἔσται ἐντεῦθεν.
“士兵同袍们,对于你们感到愤怒,并认为受了欺骗而遭受恶待,我并不奇怪。但如果我们放纵怒火,既惩罚眼前的拉栖代梦人以报复其欺骗,又抢掠毫无过错的城池,请想想这之后会有什么后果。
πολέμιοι μὲν ἐσόμεθα ἀποδεδειγμένοι Λακεδαιμονίοις καὶ τοῖς συμμάχοις. οἷος δὲ πόλεμος ἂν γένοιτο εἰκάζειν δὴ πάρεστιν, ἑορακότας καὶ ἀναμνησθέντας τὰ νῦν δὴ γεγενημένα.
我们将成为拉栖代梦人及其盟友公开宣示的敌人。而会引发一场怎样的战争,大家既已亲眼见过,只要回忆一下不久前发生的事,便不难推知了。
ἡμεῖς γὰρ οἱ Ἀθηναῖοι ἤλθομεν εἰς τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους καὶ τοὺς συμμάχους ἔχοντες τριήρεις τὰς μὲν ἐν θαλάττῃ τὰς δʼ ἐν τοῖς νεωρίοις οὐκ ἐλάττους τριακοσίων, ὑπαρχόντων δὲ πολλῶν χρημάτων ἐν τῇ πόλει καὶ προσόδου οὔσης κατʼ ἐνιαυτὸν ἀπό τε τῶν ἐνδήμων καὶ τῆς ὑπερορίας οὐ μεῖον χιλίων ταλάντων· ἄρχοντες δὲ τῶν νήσων ἁπασῶν καὶ ἔν τε τῇ Ἀσίᾳ πολλὰς ἔχοντες πόλεις καὶ ἐν τῇ Εὐρώπῃ ἄλλας τε πολλὰς καὶ αὐτὸ τοῦτο τὸ Βυζάντιον, ὅπου νῦν ἐσμεν, ἔχοντες κατεπολεμήθημεν οὕτως ὡς πάντες ὑμεῖς ἐπίστασθε.
因为我们雅典人当年与拉栖代梦人及其盟友开战时,海面上的和船坞里的三层桨战船不少于三百艘,城中存有巨额财富,每年从国内和海外获得的收入不少于一千塔兰同;统治着所有的岛屿,在亚洲拥有许多城池,在欧洲也拥有许多城池以及我们现在所在的这座拜占庭本身,然而正如你们大家都知道的那样,我们被彻底打败了。
νῦν δὲ δὴ τί ἂν οἰόμεθα παθεῖν,3 Λακεδαιμονίοις μὲν καὶ τῶν ἀρχαίων συμμάχων ὑπαρχόντων, Ἀθηναίων δὲ καὶ οἳ ἐκείνοις τότε ἦσαν σύμμαχοι πάντων προσγεγενημένων, Τισσαφέρνους δὲ καὶ τῶν ἐπὶ θαλάττῃ ἄλλων βαρβάρων πάντων πολεμίων ἡμῖν ὄντων, πολεμιωτάτου δὲ αὐτοῦ τοῦ ἄνω βασιλέως, ὃν ἤλθομεν ἀφαιρησόμενοι τὴν ἀρχὴν καὶ ἀποκτενοῦντες, εἰ δυναίμεθα; τούτων δὴ πάντων ὁμοῦ ὄντων ἔστι τις οὕτως ἄφρων ὅστις οἴεται ἂν ἡμᾶς περιγενέσθαι;4
而现在,在拉栖代梦人既保有原先的盟友,雅典人以及当年雅典的所有盟友又都归附了他们,提萨斐涅斯和沿海的其他所有蛮族都与我们为敌,而我们曾企图剥夺其王位并在可能时将其杀死的波斯国王本人更是与我们势不两立的情况下,我们以为自己会遭遇什么呢?在这一切强敌合力对抗我们的情况下,难道还有谁如此愚蠢,竟认为我们能够取胜吗?”
- 7.1.21ἀνδρὶ γενέσθαι
表语名词 ἀνδρί 为与格,与前方的代词 σοι 保持一致。这是一种惯用表达,不仅指“成为人”,更含有“成为大丈夫/展现雄才大略”的积极含义。
- 7.1.24τὸ δὲ χωρίον οἷον κάλλιστον ἐκτάξασθαί ἐστι
关系词 οἷος 与最高级(κάλλιστον)以及说明性/结果性不定式(ἐκτάξασθαι)结合,构成惯用句式,意为“最适合整队布阵的那类场所”。
- 7.1.28τί ἂν οἰόμεθα παθεῖν
助词 ἄν 虽位于主动词 οἰόμεθα 之前,但在语法上修饰从属的不定式 παθεῖν,构成潜势/虚拟推论:“我们料想自己会遭遇何种下场呢?”
- 7.1.28ὅστις οἴεται ἂν ἡμᾶς περιγενέσθαι
与上一句相同,ἄν 并非修饰陈述语气现在时的 οἴεται,而是修饰不定式 περιγενέσθαι,表示潜势(“能够取胜”)。助词 ἄν 提前置于动词附近的超步法(hyperbaton)现象。
