- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:7.1.1-7.1.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在法尔纳巴佐斯与阿那克西比奥斯的安排下,希腊军渡海来到拜占庭;但在未领到军饷即被逐出城外并获悉实情后,愤怒的士兵向城门发起冲击试图重返城内。
ἐκ τούτου δὲ Φαρνάβαζος φοβούμενος τὸ στράτευμα μὴ ἐπὶ τὴν αὑτοῦ χώραν στρατεύηται,1 πέμψας πρὸς Ἀναξίβιον τὸν ναύαρχον (ὁ δʼ ἔτυχεν ἐν Βυζαντίῳ ὤν), ἐδεῖτο διαβιβάσαι τὸ στράτευμα ἐκ τῆς Ἀσίας, καὶ ὑπισχνεῖτο πάντα ποιήσειν αὐτῷ ὅσα δέοι.
此后,法尔纳巴佐斯因害怕军队进犯自己的领土,便派人前往海军统帅阿那克西比奥斯处(他恰好在拜占庭),恳求他把军队运出亚洲,并向他保证,凡有需要的一切,自己都会为他办到。
καὶ ὁ Ἀναξίβιος μετεπέμψατο τοὺς στρατηγοὺς καὶ λοχαγοὺς εἰς Βυζάντιον, καὶ ὑπισχνεῖτο, εἰ διαβαῖεν, μισθοφορὰν ἔσεσθαι τοῖς στρατιώταις.
阿那克西比奥斯把将军们和连长们召到拜占庭,许诺说如果他们渡过海峡,士兵们就会得到军饷。
οἱ μὲν δὴ ἄλλοι ἔφασαν βουλευσάμενοι ἀπαγγελεῖν, Ξενοφῶν δὲ εἶπεν αὐτῷ ὅτι ἀπαλλάξοιτο ἤδη ἀπὸ τῆς στρατιᾶς καὶ βούλοιτο ἀποπλεῖν. ὁ δὲ Ἀναξίβιος ἐκέλευσεν αὐτὸν συνδιαβάντα ἔπειτα οὕτως ἀπαλλάττεσθαι. ἔφη οὖν ταῦτα ποιήσειν.
其余的人表示商议之后再作答复,色诺芬则告诉他,自己此时正准备离开军队并希望乘船回国。但阿那克西比奥斯命令他也一同渡海,然后才可以那样离去。于是色诺芬表示愿意照办。
Σεύθης δὲ ὁ Θρᾷξ πέμπει Μηδοσάδην καὶ κελεύει Ξενοφῶντα συμπροθυμεῖσθαι ὅπως διαβῇ τὸ στράτευμα, καὶ ἔφη αὐτῷ ταῦτα συμπροθυμηθέντι ὅτι οὐ μεταμελήσει.2
色雷斯人色乌忒斯派遣麦多萨德斯前来,吩咐色诺芬一同出力促成军队渡海,并向他说明,只要他在这件事上一同出力,绝不会感到后悔。
ὁ δʼ εἶπεν· ἀλλὰ τὸ μὲν στράτευμα διαβήσεται· τούτου ἕνεκα μηδὲν τελείτω μήτε ἐμοὶ μήτε ἄλλῳ μηδενί· ἐπειδὰν δὲ διαβῇ, ἐγὼ μὲν ἀπαλλάξομαι, πρὸς δὲ τοὺς διαμένοντας καὶ ἐπικαιρίους ὄντας προσφερέσθω ὡς ἂν αὐτῷ δοκῇ ἀσφαλές.
色诺芬回答道:“军队自然是会渡海的;为此缘故,他不必向我、也不必向其他任何人支付任何报酬。而一旦军队渡过海峡,我自会离去,至于那些留下来且身居要职的人,他爱怎样处置稳妥,就怎样与他们交涉好了。”
ἐκ τούτου διαβαίνουσι πάντες εἰς τὸ Βυζάντιον οἱ στρατιῶται. καὶ μισθὸν μὲν οὐκ ἐδίδου ὁ Ἀναξίβιος, ἐκήρυξε δὲ λαβόντας τὰ ὅπλα καὶ τὰ σκεύη τοὺς στρατιώτας ἐξιέναι, ὡς ἀποπέμψων τε ἅμα καὶ ἀριθμὸν ποιήσων. ἐνταῦθα οἱ στρατιῶται ἤχθοντο, ὅτι οὐκ εἶχον ἀργύριον ἐπισιτίζεσθαι εἰς τὴν πορείαν, καὶ ὀκνηρῶς συνεσκευάζοντο.
此后,士兵们全数渡到了拜占庭。阿那克西比奥斯不仅没有发饷,反而宣布让士兵们携带武器和行装出城,装出一副既要遣发他们又要进行点名的样子。此时士兵们大为恼火,因为他们没有盘缠来为行军购置粮饷,于是都懒洋洋地收拾行装。
καὶ ὁ Ξενοφῶν Κλεάνδρῳ τῷ ἁρμοστῇ ξένος γεγενημένος προσελθὼν ἠσπάζετο αὐτὸν ὡς ἀποπλευσούμενος ἤδη. ὁ δὲ αὐτῷ λέγει· μὴ ποιήσῃς ταῦτα· εἰ δὲ μή, ἔφη, αἰτίαν ἕξεις, ἐπεὶ καὶ νῦν τινὲς ἤδη σὲ αἰτιῶνται ὅτι οὐ ταχὺ ἐξέρπει τὸ στράτευμα.
色诺芬因与行政官克勒安德罗斯结为宾友,便前去向他告别,仿佛此刻就要乘船离开。克勒安德罗斯对他说:“切莫这样做;否则的话,”他说,“你必遭谴责,因为眼下已经有人在埋怨你,怪军队迟迟没有开拔出去。”
ὁ δʼ εἶπεν· ἀλλʼ αἴτιος μὲν ἔγωγε οὐκ εἰμὶ τούτου, οἱ δὲ στρατιῶται αὐτοὶ ἐπισιτισμοῦ δεόμενοι διὰ τοῦτο ἀθυμοῦσι πρὸς τὴν ἔξοδον.
色诺芬说:“但我绝非此事的原因;是士兵们自己缺乏粮饷,因此对于出发心灰意冷。”
ἀλλʼ ὅμως, ἔφη, ἐγώ σοι συμβουλεύω ἐξελθεῖν μὲν ὡς πορευσόμενον, ἐπειδὰν δʼ ἔξω γένηται τὸ στράτευμα, τότε ἀπαλλάττεσθαι. ταῦτα τοίνυν, ἔφη ὁ Ξενοφῶν, ἐλθόντες πρὸς Ἀναξίβιον διαπραξόμεθα.
克勒安德罗斯说:“尽管如此,我仍建议你先像是要随军行进那样一同出城,等到军队全到了城外,那时再离去。”色诺芬说:“那么,我们就到阿那克西比奥斯那里去办妥此事。”
οὕτως ἐλθόντες ἔλεγον ταῦτα. ὁ δὲ ἐκέλευεν οὕτω ποιεῖν καὶ ἐξιέναι τὴν ταχίστην συσκευασαμένους, καὶ προσανεῖπεν, ὃς ἂν μὴ παρῇ εἰς τὴν ἐξέτασιν καὶ εἰς τὸν ἀριθμόν, ὅτι αὐτὸς αὑτὸν αἰτιάσεται.
他们前往后便作了这番说明。阿那克西比奥斯命令照此办理,并让大家收拾好行装尽快出城,还补充宣布说,凡不出席检阅和点名的人,后果自负。
ἐντεῦθεν ἐξῇσαν οἵ τε στρατηγοὶ πρῶτοι καὶ οἱ ἄλλοι. καὶ ἄρδην πάντες πλὴν ὀλίγων ἔξω ἦσαν, καὶ Ἐτεόνικος εἱστήκει παρὰ τὰς πύλας ὡς ὁπότε ἔξω γένοιντο πάντες συγκλείσων τὰς πύλας καὶ τὸν μοχλὸν ἐμβαλῶν.3
于是,将军们首先走了出去,其他人随后跟进。除少数人外,几乎所有人全都在城外了,埃忒奥尼科斯立在城门旁,准备一旦全员出城便关上城门并插上闩锁。
ὁ δὲ Ἀναξίβιος συγκαλέσας τοὺς στρατηγοὺς καὶ τοὺς λοχαγοὺς ἔλεγεν· τὰ μὲν ἐπιτήδεια, ἔφη, λαμβάνετε ἐκ τῶν Θρᾳκίων κωμῶν· εἰσὶ δὲ αὐτόθι πολλαὶ κριθαὶ καὶ πυροὶ καὶ τἆλλα ἐπιτήδεια· λαβόντες δὲ πορεύεσθε εἰς Χερρόνησον, ἐκεῖ δὲ Κυνίσκος ὑμῖν μισθοδοτήσει.
阿那克西比奥斯召集将军们和连长们说道:“从色雷斯人的村庄里获取粮饷吧;那里有许多大麦、小麦和其他必需品。取得粮饷后,开赴客索尼索斯,在那里库尼斯科斯将给你们发饷。”
ἐπακούσαντες δέ τινες τῶν στρατιωτῶν ταῦτα, ἢ καὶ τῶν λοχαγῶν τις διαγγέλλει εἰς τὸ στράτευμα. καὶ οἱ μὲν στρατηγοὶ ἐπυνθάνοντο περὶ τοῦ Σεύθου πότερα πολέμιος εἴη ἢ φίλος, καὶ πότερα διὰ τοῦ ἱεροῦ ὄρους δέοι πορεύεσθαι ἢ κύκλῳ διὰ μέσης τῆς Θρᾴκης.
某些士兵,或者还有某位连长,偷听到了这番话,便在军队中传开。此时将军们正打听关于色乌忒斯的情况,不知他是敌是友,以及是该穿过圣山行军,还是该绕道色雷斯腹地。
ἐν ᾧ δὲ ταῦτα διελέγοντο οἱ στρατιῶται ἀναρπάσαντες τὰ ὅπλα θέουσι δρόμῳ πρὸς τὰς πύλας, ὡς πάλιν εἰς τὸ τεῖχος εἰσιόντες.4 ὁ δὲ Ἐτεόνικος καὶ οἱ σὺν αὐτῷ ὡς εἶδον προσθέοντας τοὺς ὁπλίτας, συγκλείουσι τὰς πύλας καὶ τὸν μοχλὸν ἐμβάλλουσιν.
正当他们谈论这些事时,士兵们抓起武器,飞奔向城门,想要重新进入城内。埃忒奥尼科斯和随从们见重装步兵冲了过来,便关上城门,插上了门闩。
- 7.1.2φοβούμενος τὸ στράτευμα μὴ ἐπὶ τὴν αὑτοῦ χώραν στρατεύηται
提前句式(prolepsis)。从属从句(μὴ 从句)的逻辑主语 τὸ στράτευμα 被提前置于分词 φοβούμενος 之后,作其直接宾格宾语,意为“害怕军队会进犯自己的领土”。
- 7.1.5ἔφη αὐτῷ ταῦτα συμπροθυμηθέντι ὅτι οὐ μεταμελήσει
非人称动词 μεταμέλει(意为“令……后悔”)带人称与格 αὐτῷ συμπροθυμηθέντι(“对他共同出力之后而言”)。ταῦτα 作分词 συμπροθυμηθέντι 的内宾格(“在这件事上一同出力”)。直接引语形式本为 οὐ μεταμελήσει σοι,在间接引语中转为第三人称与格。
- 7.1.12ὡς ὁπότε ἔξω γένοιντο πάντες συγκλείσων τὰς πύλας καὶ τὸν μοχλὸν ἐμβαλῶν
ὡς 后接将来分词(συγκλείσων, ἐμβαλῶν)表示意图(“打算关闭城门并插上闩锁”)。其间嵌入的时间从句 ὁπότε ἔξω γένοιντο πάντες 中的希求语气 γένοιντο,是过去时主句(εἱστήκει)之后间接引语体系中的斜格希求法,对应直接表述中的 ὁπόταν...γένωνται(虚拟语气+ἄν)。
- 7.1.15ὡς πάλιν εἰς τὸ τεῖχος εἰσιόντες
ὡς 接现在分词 εἰσιόντες,表示行动者的主观意图或呈现出的情态(“像是要再次进入城内”)。εἰσιόντες 形态上是 εἴσειμι(εἶμι 的复合动词)的现在分词,但在阿提卡散文中,εἶμι 的分词(尤其与 ὡς 连用时)常具有将来意义,用以表示目的或意图。
