← 色诺芬

长征记

§6.6.26-6.6.38

克利安德的和解与进抵克律索波利斯

克利安德扣留阿加西亚斯和该士兵,后在色诺芬等人恳请下释放二人并允诺领军;但因占卜不利克利安德只得辞别,大军遂穿过比提尼亚沿途劫掠并最终抵达克律索波利斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6.26

νῦν οὖν ἄπιτε καταλιπόντες τόνδε τὸν ἄνδρα· ὅταν δʼ ἐγὼ κελεύσω, πάρεστε πρὸς τὴν κρίσιν. αἰτιῶμαι δὲ οὔτε τὴν στρατιὰν οὔτε ἄλλον οὐδένα ἔτι, ἐπεὶ οὗτος αὐτὸς ὁμολογεῖ ἀφελέσθαι τὸν ἄνδρα.

“那么现在你们留下此人离去吧;等我发出吩咐时,再来出庭受审。我不再指控全军,也不再指控其他任何人,因为此人亲自招认是他夺回了那名士兵。”

§6.6.27

ὁ δὲ ἀφαιρεθεὶς εἶπεν· ἐγώ, ὦ Κλέανδρε, εἰ καὶ οἴει με ἀδικοῦντά τι ἄγεσθαι, οὔτε ἔπαιον οὐδένα οὔτε ἔβαλλον, ἀλλʼ εἶπον ὅτι δημόσια εἴη τὰ πρόβατα· ἦν γὰρ τῶν στρατιωτῶν δόγμα, εἴ τις ὁπότε ἡ στρατιὰ ἐξίοι ἰδίᾳ λῄζοιτο, δημόσια εἶναι τὰ ληφθέντα.

被救出的那名士兵则说道:“克利安德阁下,即便您认为我是因犯了什么过错而被押送,我也既没有殴打任何人,也没有投掷石块,只是说那些羊是公有的罢了;因为士兵们曾有一项决议:凡大军出动时若有人私自掳掠,所获之物当归公有。

§6.6.28

ταῦτα εἶπον· ἐκ τούτου με λαβὼν οὗτος ἦγεν, ἵνα μὴ φθέγγοιτο μηδείς, ἀλλʼ αὐτὸς λαβὼν τὸ μέρος διασώσειε τοῖς λῃσταῖς παρὰ τὴν ῥήτραν τὰ χρήματα. πρὸς ταῦτα ὁ Κλέανδρος εἶπεν· ἐπεὶ τοίνυν εἶ,1 κατάμενε, ἵνα καὶ περὶ σοῦ βουλευσώμεθα.

我说了这番话;于是此人便抓住了我押走,为的是不让任何人出声,而他自己可以分得一份,违背法令为劫掠者保全那些财物。”克利安德对此说道:“既然你也是涉事之人,那就留下来吧,以便我们也商议如何处置你。”

§6.6.29

ἐκ τούτου οἱ μὲν ἀμφὶ Κλέανδρον ἠρίστων· τὴν δὲ στρατιὰν συνήγαγε Ξενοφῶν καὶ συνεβούλευε πέμψαι ἄνδρας πρὸς Κλέανδρον παραιτησομένους περὶ τῶν ἀνδρῶν.

于是克利安德一行人便去用早餐;色诺芬则召集全军,建议派遣人员前往克利安德处为那两人求情。

§6.6.30

ἐκ τούτου ἔδοξεν αὐτοῖς πέμψαντας2 στρατηγοὺς καὶ λοχαγοὺς καὶ Δρακόντιον τὸν Σπαρτιάτην καὶ τῶν ἄλλων οἳ ἐδόκουν ἐπιτήδειοι εἶναι δεῖσθαι Κλεάνδρου κατὰ πάντα τρόπον ἀφεῖναι τὼ ἄνδρε.

于是他们决定派遣将领、连队长、斯巴达人德拉孔提乌斯以及其他看来合适的人选,尽一切可能恳求克利安德释放那两人。

§6.6.31

ἐλθὼν οὖν ὁ Ξενοφῶν λέγει· ἔχεις μέν, ὦ Κλέανδρε, τοὺς ἄνδρας, καὶ ἡ στρατιά σοι ὑφεῖτο ὅ τι ἐβούλου ποιῆσαι καὶ περὶ τούτων καὶ περὶ αὑτῶν ἁπάντων. νῦν δέ σε αἰτοῦνται καὶ δέονται δοῦναι σφίσι τὼ ἄνδρε καὶ μὴ κατακαίνειν· πολλὰ γὰρ ἐν τῷ ἔμπροσθεν χρόνῳ περὶ τὴν στρατιὰν ἐμοχθησάτην.

于是色诺芬前往并说道:“克利安德阁下,您已拘留了这两人,全军此前已遵奉您的意愿,无论是关于他们二人还是关于全军上下,都由您随意处置。然而如今他们向您祈求并恳请,将这两人赐还给他们,切勿处决;因为在过去的日子里,他们二人都曾为全军历尽辛劳。

§6.6.32

ταῦτα δέ σου τυχόντες ὑπισχνοῦνταί σοι ἀντὶ τούτων, ἢν βούλῃ ἡγεῖσθαι αὐτῶν καὶ ἢν οἱ θεοὶ ἵλεῳ ὦσιν, ἐπιδείξειν σοι καὶ ὡς κόσμιοί εἰσι καὶ ὡς ἱκανοὶ τῷ ἄρχοντι πειθόμενοι τοὺς πολεμίους σὺν τοῖς θεοῖς μὴ φοβεῖσθαι.

若他们能从您这里获此恩准,他们答应以此作为回报:倘若您愿意统领他们,且众神眷顾,他们将向您证明他们是何等守纪律,又是何等善于服从长官并在神明相助之下无惧敌人。

§6.6.33

δέονται δέ σου καὶ τοῦτο, παραγενόμενον καὶ ἄρξαντα ἑαυτῶν πεῖραν λαβεῖν καὶ Δεξίππου καὶ σφῶν τῶν ἄλλων οἷος ἕκαστός ἐστι, καὶ τὴν ἀξίαν ἑκάστοις νεῖμαι.

他们还向您恳求这一点:希望您能亲临并统帅他们,亲自检验德克西普斯以及其余众人各是怎样的人,并给予各人应得的对待。”

§6.6.34

ἀκούσας ταῦτα ὁ Κλέανδρος· ἀλλὰ ναὶ τὼ σιώ,3 ἔφη, ταχύ τοι ὑμῖν ἀποκρινοῦμαι. καὶ τώ τε ἄνδρε ὑμῖν δίδωμι καὶ αὐτὸς παρέσομαι· καὶ ἢν οἱ θεοὶ παραδιδῶσιν, ἐξηγήσομαι εἰς τὴν Ἑλλάδα. καὶ πολὺ οἱ λόγοι οὗτοι ἀντίοι εἰσὶν ἢ οὓς ἐγὼ περὶ ὑμῶν ἐνίων ἤκουον ὡς τὸ στράτευμα ἀφίστατε ἀπὸ Λακεδαιμονίων.

克利安德听罢这番话说道:“凭二子神起誓,我立刻给你们答复。我既将那两人交给你们,我自己也将亲自前去;若众神允准,我便领军回希腊去。这些话与我先前关于你们当中某些人所听到的、说你们企图使大军背离斯巴达的话相比,实是大相径庭。”

§6.6.35

ἐκ τούτου οἱ μὲν ἐπαινοῦντες ἀπῆλθον, ἔχοντες τὼ ἄνδρε· Κλέανδρος δὲ ἐθύετο ἐπὶ τῇ πορείᾳ καὶ ξυνῆν Ξενοφῶντι φιλικῶς καὶ ξενίαν ξυνεβάλλοντο. ἐπεὶ δὲ καὶ ἑώρα αὐτοὺς τὸ παραγγελλόμενον εὐτάκτως ποιοῦντας, καὶ μᾶλλον ἔτι ἐπεθύμει ἡγεμὼν γενέσθαι αὐτῶν.

于是他们称谢离去,带着那两人;克利安德则为进军举行祭祀,并与色诺芬友好交往,结下了宾客之谊。当他亲眼看见将士们秩序井然地执行命令时,便愈发渴望成为他们的统帅。

§6.6.36

ἐπεὶ μέντοι θυομένῳ αὐτῷ ἐπὶ τρεῖς ἡμέρας οὐκ ἐγίγνετο τὰ ἱερά, συγκαλέσας τοὺς στρατηγοὺς εἶπεν· ἐμοὶ μὲν οὐ τελέθει τὰ ἱερὰ ἐξάγειν·4 ὑμεῖς μέντοι μὴ ἀθυμεῖτε τούτου ἕνεκα· ὑμῖν γάρ, ὡς ἔοικε, δέδοται ἐκκομίσαι τοὺς ἄνδρας· ἀλλὰ πορεύεσθε. ἡμεῖς δὲ ὑμᾶς, ἐπειδὰν ἐκεῖσε ἥκητε, δεξόμεθα ὡς ἂν δυνώμεθα κάλλιστα.

然而,尽管他连续祭祀了三天,兆头却总是不利,于是他召集将领们说道:“祭牲之兆于我不利,不能由我统军出发;然而你们切勿因此而灰心丧气;因为看来将这些将士带回去的使命,已交付给你们了。那么你们进军吧;待你们抵达那里时,我们将尽可能隆重地接待你们。”

§6.6.37

ἐκ τούτου ἔδοξε τοῖς στρατιώταις δοῦναι αὐτῷ τὰ δημόσια πρόβατα· ὁ δὲ δεξάμενος πάλιν αὐτοῖς ἀπέδωκε. καὶ οὗτος μὲν ἀπέπλει. οἱ δὲ στρατιῶται διαθέμενοι τὸν σῖτον ὃν ἦσαν συγκεκομισμένοι καὶ τἆλλα ἃ εἰλήφεσαν ἐξεπορεύοντο διὰ τῶν Βιθυνῶν.

于是士兵们决定将公有的羊群赠送给他;他接受之后又归还了他们。随后他便乘船离去。而士兵们处理了此前集结的粮秣和所掳掠的其他物品,穿过比提尼亚人的领地向前进军。

§6.6.38

ἐπεὶ δὲ οὐδενὶ ἐνέτυχον πορευόμενοι τὴν ὀρθὴν ὁδόν, ὥστε ἔχοντές τι εἰς τὴν φιλίαν ἐλθεῖν, ἔδοξεν αὐτοῖς τοὔμπαλιν ὑποστρέψαντας ἐλθεῖν μίαν ἡμέραν καὶ νύκτα. τοῦτο δὲ ποιήσαντες ἔλαβον πολλὰ καὶ ἀνδράποδα καὶ πρόβατα· καὶ ἀφίκοντο ἑκταῖοι εἰς Χρυσόπολιν τῆς Καλχηδονίας, καὶ ἐκεῖ ἔμειναν ἡμέρας ἑπτὰ λαφυροπωλοῦντες.

但由于沿着正道行进时一无所获,以致无法携带着物资抵达友方领地,他们决定掉转方向走上一昼夜。他们这样做了之后,掳获了许多奴隶和羊群;并在第六天抵达了卡尔刻冬领内的克律索波利斯,在那里停留了七天变卖战利品。

语法注4 条
  1. 6.6.28ἐπεὶ τοίνυν εἶ

    连词 ἐπεὶ 与语气词 τοίνυν 后接系动词 εἰμί 的第二人称单数直陈式现在时 εἶ。此处表语被省略,通常理解为补足 τοιοῦτος(“既然你是这等涉事之人”)。在语境中,这是克利安德听取该士兵陈述后决定将其一并扣留的理由。

  2. 6.6.30ἔδοξεν αὐτοῖς πέμψαντας

    在无人称结构 ἔδοξεν αὐτοῖς(“他们决意……”)中,决议主体虽以与格 αὐτοῖς 表达,后继不定式 δεῖσθαι 的修饰分词 πέμψαντας 却采用了阳性复数宾格。这是分词未依附与格、转而与不定式的逻辑主语(宾格)一致的格转移现象。

  3. 6.6.34ναὶ τὼ σιώ

    拉哥尼亚(斯巴达)方言的起誓用语。τὼ σιώ 相当于雅典方言的双数形式 τὼ θεώ(“凭二神起誓”),指斯巴达的保护神狄俄斯库里兄弟(卡斯托尔与波吕丢刻斯)。此处体现了斯巴达长官克利安德的本邦方言特征。

  4. 6.6.36οὐ τελέθει τὰ ἱερὰ ἐξάγειν

    动词 τελέθω(古体/诗歌形式,相当于 γίγνομαι“生成、结果为……”)后接补足不定式 ἐξάγειν,意为“祭牲兆头未能显明有利于统军出征”。否定词 οὐ 修饰 τελέθει,表明占卜未获神明准许。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.6.26-6.6.38