← 色诺芬

长征记

§6.6.14-6.6.25

阿加西亚斯自首与对德克西普斯的控诉

色诺芬与阿加西亚斯提议服从克利安德的审判以避免与斯巴达冲突,阿加西亚斯随各位将领前往揭露德克西普斯的背叛行径,但克利安德坚称私用暴力不可接受。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6.14

οὔκουν δεῖ οὔτε ἑνὸς ἀνδρὸς ἕνεκα οὔτε δυοῖν ἡμᾶς τοὺς ἄλλους τῆς Ἑλλάδος ἀπέχεσθαι, ἀλλὰ πειστέον ὅ τι ἂν κελεύωσι· καὶ γὰρ αἱ πόλεις ἡμῶν ὅθεν ἐσμὲν πείθονται αὐτοῖς.

因此,我们其余的人绝不应当为了一个或两个人而被隔绝在希腊之外,反而应当遵从他们的任何命令;因为我们所来自的各城邦亦服从他们。

§6.6.15

ἐγὼ μὲν οὖν (καὶ γὰρ ἀκούω Δέξιππον λέγειν πρὸς Κλέανδρον ὡς οὐκ ἂν ἐποίησεν Ἀγασίας ταῦτα, εἰ μὴ ἐγὼ αὐτὸν ἐκέλευσα),1 ἐγὼ μὲν οὖν ἀπολύω καὶ ὑμᾶς τῆς αἰτίας καὶ Ἀγασίαν, ἂν αὐτὸς Ἀγασίας φήσῃ ἐμέ τι τούτων αἴτιον εἶναι, καὶ καταδικάζω ἐμαυτοῦ, εἰ ἐγὼ πετροβολίας ἢ ἄλλου τινὸς βιαίου ἐξάρχω, τῆς ἐσχάτης δίκης ἄξιος εἶναι, καὶ ὑφέξω τὴν δίκην.

至于我本人——因为我听闻德克西普斯对克利安德说,若非我命令阿加西亚斯,他是不会做出这种事的——至于我本人,若是阿加西亚斯亲口说我是这一切的起因,那么我便免除你们和阿加西亚斯的罪责,并判决我自己:倘若投石或任何其他暴力行为是由我带头的,我便当受极刑,且我愿意承担刑罚。

§6.6.16

φημὶ δὲ καὶ εἴ τινα ἄλλον αἰτιᾶται, χρῆναι ἑαυτὸν παρασχεῖν Κλεάνδρῳ κρῖναι· οὕτω γὰρ ἂν ὑμεῖς ἀπολελυμένοι τῆς αἰτίας εἴητε. ὡς δὲ νῦν ἔχει, χαλεπὸν εἰ οἰόμενοι ἐν τῇ Ἑλλάδι καὶ ἐπαίνου καὶ τιμῆς τεύξεσθαι ἀντὶ δὲ τούτων οὐδʼ ὅμοιοι τοῖς ἄλλοις ἐσόμεθα,2 ἀλλʼ εἰρξόμεθα ἐκ τῶν Ἑλληνίδων πόλεων.

我还主张,若他指控任何其他人,那人亦当亲自到克利安德面前接受审判;因为只有这样,你们才能免受责难。但以目前的局面来看,倘若我们原以为在希腊能获得赞扬与荣誉,反而却连与其他希腊人平起平坐都不可得,甚至被排除在希腊诸城邦之外,那便实在令人不堪设想了。”

§6.6.17

μετὰ ταῦτα ἀναστὰς εἶπεν Ἀγασίας· ἐγώ, ὦ ἄνδρες, ὄμνυμι θεοὺς καὶ θεὰς ἦ μὴν μήτε με Ξενοφῶντα κελεῦσαι ἀφελέσθαι τὸν ἄνδρα μήτε ἄλλον ὑμῶν μηδένα· ἰδόντι δέ μοι ἄνδρα ἀγαθὸν ἀγόμενον τῶν ἐμῶν λοχιτῶν ὑπὸ Δεξίππου, ὃν ὑμεῖς ἐπίστασθε ὑμᾶς προδόντα, δεινὸν ἔδοξεν εἶναι· καὶ ἀφειλόμην, ὁμολογῶ. καὶ ὑμεῖς μὲν μὴ ἐκδῶτέ με· ἐγὼ δὲ ἐμαυτόν, ὥσπερ Ξενοφῶν λέγει, παρασχήσω κρίναντι Κλεάνδρῳ ὅ τι ἂν βούληται ποιῆσαι· τούτου ἕνεκα μήτε πολεμεῖτε Λακεδαιμονίοις σῴζεσθέ τε ἀσφαλῶς ὅποι θέλει ἕκαστος. συμπέμψατε μέντοι μοι ὑμῶν αὐτῶν ἑλόμενοι πρὸς Κλέανδρον οἵτινες, ἄν τι ἐγὼ παραλίπω, καὶ λέξουσιν ὑπὲρ ἐμοῦ καὶ πράξουσιν.

此后阿加西亚斯站起来说道:“将士们,我指着众神起誓,色诺芬绝没有命令我去抢回那人,你们当中的任何其他人也没有;然而当我看见我连队里的一名优秀战士,正被德克西普斯——你们深知他背叛了你们——押走时,我便觉得这是无法容忍的恶行; 于是我把人夺了回来,这一点我供认不讳。你们切勿引渡我;但我自己,正如色诺芬所言,将亲自向克利安德投案,由他审理并随他意愿处置;切莫为了此事而与斯巴达人开战,愿你们各自安全前往所愿之地。不过,请你们从自身之中选出几人随我同去见克利安德,万一我有所遗漏,他们亦可替我陈情辩护与斡旋。”

§6.6.19

ἐκ τούτου ἔδωκεν ἡ στρατιὰ οὕστινας βούλοιτο προελόμενον ἰέναι. ὁ δὲ προείλετο τοὺς στρατηγούς. μετὰ ταῦτα ἐπορεύετο πρὸς Κλέανδρον Ἀγασίας καὶ οἱ στρατηγοὶ καὶ ὁ ἀφαιρεθεὶς ἀνὴρ ὑπὸ Ἀγασίου.

于是全军准许他挑选他想要的任何人前往。他便挑选了各位将领。随后,阿加西亚斯与将领们以及被阿加西亚斯救出的那名战士一同前往克利安德处。

§6.6.20

καὶ ἔλεγον οἱ στρατηγοί· ἔπεμψεν ἡμᾶς ἡ στρατιὰ πρὸς σέ, ὦ Κλέανδρε, καὶ κελεύουσί σε, εἴτε πάντας αἰτιᾷ, κρίναντα σὲ αὐτὸν χρῆσθαι ὅ τι ἂν βούλῃ, εἴτε ἕνα τινὰ ἢ δύο καὶ πλείους αἰτιᾷ, τούτους ἀξιοῦσι παρασχεῖν σοι ἑαυτοὺς εἰς κρίσιν. εἴ τι οὖν ἡμῶν τινα αἰτιᾷ, πάρεσμέν σοι ἡμεῖς· εἴ τι δὲ ἄλλον τινά, φράσον· οὐδεὶς γὰρ ἀπέσται ὅστις ἂν ἡμῖν ἐθέλῃ πείθεσθαι.

将领们说道:“克利安德阁下,全军派我们前来见你,并要求你:倘若你指控全军,便由你亲自审理并随意处置;倘若你指控某一人或两人乃至更多人,他们认为这些人应当亲自到你面前接受审判。因此,若你指控我们中的某人,我们已在您面前;若指控其他人,便请明示;因为只要愿意听从我们命令之人,绝无一人会缺席逃避。”

§6.6.21

μετὰ ταῦτα παρελθὼν ὁ Ἀγασίας εἶπεν· ἐγώ εἰμι, ὦ Κλέανδρε, ὁ ἀφελόμενος Δεξίππου ἄγοντος τοῦτον τὸν ἄνδρα καὶ παίειν κελεύσας Δέξιππον.

此后阿加西亚斯上前说道:“克利安德阁下,德克西普斯押送此人时将其夺回并命令痛打德克西普斯的人,正是我。

§6.6.22

τοῦτον μὲν γὰρ οἶδα ἄνδρα ἀγαθὸν ὄντα, Δέξιππον δὲ οἶδα αἱρεθέντα ὑπὸ τῆς στρατιᾶς ἄρχειν τῆς πεντηκοντόρου ἧς ᾐτησάμεθα παρὰ Τραπεζουντίων ἐφʼ ᾧτε πλοῖα συλλέγειν3 ὡς σῳζοίμεθα, καὶ ἀποδράντα Δέξιππον καὶ προδόντα τοὺς στρατιώτας μεθʼ ὧν ἐσώθη.

因为我知道此人是个优秀的士兵,而德克西普斯,我深知他虽受大军推选统领那艘由我们向特拉佩祖斯人借来的五十桨船,条件是去搜集船只以便我们获救,他却私自潜逃,背叛了同他一起脱险的将士们。

§6.6.23

καὶ τούς τε Τραπεζουντίους ἀπεστερήκαμεν τὴν πεντηκόντορον καὶ κακοὶ δοκοῦμεν εἶναι διὰ τοῦτον, αὐτοί τε τὸ ἐπὶ τούτῳ4 ἀπολώλαμεν. ἤκουε γάρ, ὥσπερ ἡμεῖς, ὡς ἄπορον εἴη πεζῇ ἀπιόντας τοὺς ποταμούς τε διαβῆναι καὶ σωθῆναι εἰς τὴν Ἑλλάδα.

我们不仅因此害得特拉佩祖斯人失去了五十桨船,且因他的缘故蒙受恶名,而我们自身在他那方面而言也早已死无葬身之地了。因为他也像我们一样听闻过,若从陆路撤退,渡过重重河流并安全抵达希腊是何等绝望之事。

§6.6.24

τοῦτον οὖν τοιοῦτον ὄντα ἀφειλόμην. εἰ δὲ σὺ ἦγες ἢ ἄλλος τις τῶν παρὰ σοῦ, καὶ μὴ τῶν παρʼ ἡμῶν ἀποδράντων, εὖ ἴσθι ὅτι οὐδὲν ἂν τούτων ἐποίησα. νόμιζε δέ, ἂν ἐμὲ νῦν ἀποκτείνῃς, διʼ ἄνδρα δειλόν τε καὶ πονηρὸν ἄνδρα ἀγαθὸν ἀποκτείνων.

正因他是这样一个败类,我才将人夺了回来。但倘若是你,或是你麾下的任何人押送他,而不是从我们身边潜逃的叛徒,请深信我绝不会做出这等事。请您设想,若您如今杀了我,您便是在为了一个卑鄙恶劣之徒而杀害一个正直之士。”

§6.6.25

ἀκούσας ταῦτα ὁ Κλέανδρος εἶπεν ὅτι Δέξιππον μὲν οὐκ ἐπαινοίη, εἰ ταῦτα πεποιηκὼς εἴη· οὐ μέντοι ἔφη νομίζειν οὐδʼ εἰ παμπόνηρος ἦν Δέξιππος βίᾳ χρῆναι πάσχειν αὐτόν, ἀλλὰ κριθέντα, ὥσπερ καὶ ὑμεῖς νῦν ἀξιοῦτε, τῆς δίκης τυχεῖν.

克利安德听罢这番话,表示若德克西普斯果真做了这些事,他决不赞赏德克西普斯;但他声称,即便德克西普斯坏透顶,也不认为他应当遭受暴力对待,而应在受审之后——正如你们如今所要求的那样——接受相应的惩处。

语法注4 条
  1. 6.6.15ὡς οὐκ ἂν ἐποίησεν Ἀγασίας ταῦτα, εἰ μὴ ἐγὼ αὐτὸν ἐκέλευσα

    嵌入在由 ὡς 引导的间接引语中的过去非真实条件句(与过去事实相反的假设)。保留了标准形态:主句使用 ἄν 搭配不定过去时直陈式(οὐκ ἂν ἐποίησεν),从句使用 εἰ 搭配不定过去时直陈式(εἰ μὴ...ἐκέλευσα)。

  2. 6.6.16χαλεπὸν εἰ οἰόμενοι ... ἀντὶ δὲ τούτων οὐδʼ ὅμοιοι τοῖς ἄλλοις ἐσόμεθα

    依附于表示情态评价的谓语 χαλεπόν(“……是令人难堪的 / 难以忍受的”)之后的 εἰ 从句。分词短语 οἰόμενοι...τεύξεσθαι(“本以为能够获得……”)与通过 ἀντὶ δὲ τούτων 引出的转折陈述(οὐδʼ ὅμοιοι...ἐσόμεθα,“反而连与其他普通人平起平坐都不可得”)并置在 εἰ 从句的管辖之下。

  3. 6.6.22ἐφʼ ᾧτε πλοῖα συλλέγειν

    ἐφʼ ᾧτε 搭配不定式表示约定或条件(“以搜集船只为条件 / 为了搜集船只”)。用以规定从特拉佩祖斯人处借用五十桨船的前提条件。

  4. 6.6.23τὸ ἐπὶ τούτῳ

    作状语的宾格成语,意为“就他而言 / 在他的能力所及之内 / 按照他的所作所为”。在语境中指因为德克西普斯的背叛,全军在事实上几乎已经被他置于死地。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.6.14-6.6.25