- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.6.1-6.6.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军营物资丰足并与周边开展往来之际,斯巴达长官克利安德抵营,德克西普斯因战利品羊群挑起冲突引发骚乱;色诺芬鉴于斯巴达的霸权地位,极力劝告全军不可轻视克利安德的威胁。
ἐντεῦθεν οἱ μὲν πολέμιοι εἶχον ἀμφὶ τὰ ἑαυτῶν καὶ ἀπήγοντο καὶ τοὺς οἰκέτας καὶ τὰ χρήματα ὅποι ἐδύναντο προσωτάτω· οἱ δὲ Ἕλληνες προσέμενον μὲν Κλέανδρον καὶ τὰς τριήρεις καὶ τὰ πλοῖα ὡς ἥξοντα,1 ἐξιόντες δʼ ἑκάστης ἡμέρας σὺν τοῖς ὑποζυγίοις καὶ τοῖς ἀνδραπόδοις ἐφέροντο ἀδεῶς πυροὺς καὶ κριθάς, οἶνον, ὄσπρια, μελίνας, σῦκα· ἅπαντα γὰρ ἀγαθὰ εἶχεν ἡ χώρα πλὴν ἐλαίου.
自此,敌军便忙于安置自身事务,将家仆与财物尽可能远地运走;而希腊人则等待着克利安德率领三段帆船和运输船到来,每日带领驮畜和奴隶出营,毫无畏惧地运回小麦、大麦、葡萄酒、豆类、粟米和无花果;因为这片土地除了橄榄油之外,出产一切丰饶之物。
καὶ ὁπότε μὲν καταμένοι τὸ στράτευμα ἀναπαυόμενον, ἐξῆν ἐπὶ λείαν ἰέναι, καὶ ἐλάμβανον οἱ ἐξιόντες· ὁπότε δὲ ἐξίοι πᾶν τὸ στράτευμα, εἴ τις χωρὶς ἀπελθὼν λάβοι τι, δημόσιον ἔδοξεν εἶναι.2
每逢大军留营休整之时,士兵可以外出劫掠,外出者自得其战利品;但每逢全军出动之时,若有人擅自脱离队伍掠得财物,则早已规定归公。
ἤδη δὲ ἦν πάντων ἀφθονία· καὶ γὰρ ἀγοραὶ πάντοθεν ἀφικνοῦντο ἐκ τῶν Ἑλληνίδων πόλεων καὶ οἱ παραπλέοντες ἄσμενοι κατῆγον, ἀκούοντες ὡς οἰκίζοιτο πόλις καὶ λιμὴν εἴη.
此时物资已极度充沛;因为各希腊城邦纷纷从四面八方送来集市物资,沿海航行者听说正在营建城市并且有港口,也都欣然靠岸。
ἔπεμπον δὲ καὶ οἱ πολέμιοι ἤδη οἳ πλησίον ᾤκουν πρὸς Ξενοφῶντα, ἀκούοντες ὅτι οὗτος πολίζει τὸ χωρίον, ἐρωτῶντες ὅ τι δέοι ποιοῦντας φίλους εἶναι. ὁ δʼ ἀπεδείκνυεν αὐτοὺς τοῖς στρατιώταις.
连居住在附近的敌方居民,听说色诺芬正在此地建城,也已派使者前来见他,询问应当如何做才能结为朋友;色诺芬将他们引见给士兵们。
κἀν τούτῳ Κλέανδρος ἀφικνεῖται δύο τριήρεις ἔχων, πλοῖον δʼ οὐδέν. ἐτύγχανε δὲ τὸ στράτευμα ἔξω ὂν ὅτε ἀφίκετο καὶ ἐπὶ λείαν τινὲς οἰχόμενοι ἄλλοι εἰς τὸ ὄρος εἰλήφεσαν πρόβατα πολλά· ὀκνοῦντες δὲ μὴ ἀφαιρεθεῖεν τῷ Δεξίππῳ λέγουσιν, ὃς ἀπέδρα τὴν πεντηκόντορον ἔχων ἐκ Τραπεζοῦντος, καὶ κελεύουσι διασώσαντα αὐτοῖς τὰ πρόβατα τὰ μὲν αὐτὸν λαβεῖν, τὰ δὲ σφίσιν ἀποδοῦναι.
正当此时,克利安德率领两艘三段帆船抵达,却未带一艘运输船。他到达时,大军恰好在外,有些人另行前往山中劫掠,捕获了许多羊群;他们担心羊群会被没收,便向那个曾带着五十桨船从特拉佩祖斯潜逃的德克西普斯求助,请他替他们保全羊群,条件是他自己留下一部分,将其余归还他们。
εὐθὺς δʼ ἐκεῖνος ἀπελαύνει τοὺς περιεστῶτας τῶν στρατιωτῶν καὶ λέγοντας ὅτι δημόσια εἴη, καὶ τῷ Κλεάνδρῳ λέγει ἐλθὼν ὅτι ἁρπάζειν ἐπιχειροῦσιν. ὁ δὲ κελεύει τὸν ἁρπάζοντα ἄγειν πρὸς αὑτόν.
德克西普斯立即驱赶围在四周并坚称羊群归公的士兵,随后前去告诉克利安德,说有人企图强抢。克利安德便下令将强抢者带到他面前。
καὶ ὁ μὲν λαβὼν ἦγέ τινα· περιτυχὼν δʼ Ἀγασίας ἀφαιρεῖται· καὶ γὰρ ἦν αὐτῷ ὁ ἀγόμενος λοχίτης. οἱ δʼ ἄλλοι οἱ παρόντες τῶν στρατιωτῶν ἐπιχειροῦσι βάλλειν τὸν Δέξιππον, ἀνακαλοῦντες τὸν προδότην. ἔδεισαν δὲ καὶ τῶν τριηριτῶν πολλοὶ καὶ ἔφευγον εἰς τὴν θάλατταν, καὶ Κλέανδρος δʼ ἔφευγε.
德克西普斯便抓捕了一名士兵押送前去;适逢阿加西亚斯撞见,便将人夺回,因为被押送之人正是他连队的士兵。在场的其余士兵亦企图用石头砸德克西普斯,齐声痛骂他是“叛徒”。三段帆船上的水手亦有多人陷入恐慌,逃入海中,连克利安德也惊慌逃窜。
Ξενοφῶν δὲ καὶ οἱ ἄλλοι στρατηγοὶ κατεκώλυόν τε καὶ τῷ Κλεάνδρῳ ἔλεγον ὅτι οὐδὲν εἴη πρᾶγμα, ἀλλὰ τὸ δόγμα αἴτιον εἴη τὸ τοῦ στρατεύματος ταῦτα γενέσθαι.
色诺芬及其他将领出面劝阻,并向克利安德解释说并无大碍,这一切是由全军的决议引起的。
ὁ δὲ Κλέανδρος ὑπὸ τοῦ Δεξίππου τε ἀνερεθιζόμενος καὶ αὐτὸς ἀχθεσθεὶς ὅτι ἐφοβήθη, ἀποπλευσεῖσθαι ἔφη καὶ κηρύξειν μηδεμίαν πόλιν δέχεσθαι αὐτούς, ὡς πολεμίους. ἦρχον δὲ τότε πάντων τῶν Ἑλλήνων οἱ Λακεδαιμόνιοι.
然而克利安德受到德克西普斯的挑拨,加上自己刚才受惊也深感恼火,便声称自己将起航离去,并通令所有城邦将他们视作敌人而不得接纳。因为当时斯巴达人统领着全希腊。
ἐνταῦθα πονηρὸν ἐδόκει τὸ πρᾶγμα εἶναι τοῖς Ἕλλησιν, καὶ ἐδέοντο μὴ ποιεῖν ταῦτα. ὁ δʼ οὐκ ἂν ἄλλως ἔφη γενέσθαι, εἰ μή τις ἐκδώσει τὸν ἄρξαντα βάλλειν καὶ τὸν ἀφελόμενον.
此时希腊人意识到事态严重,便恳求他不要这样做。但他声称,除非交出带头投石者和夺回被捕者之人,否则决不罢休。
ἦν δὲ ὃν ἐξῄτει Ἀγασίας3 διὰ τέλους φίλος τῷ Ξενοφῶντι· ἐξ οὗ καὶ διέβαλλεν αὐτὸν ὁ Δέξιππος. καὶ ἐντεῦθεν ἐπειδὴ ἀπορία ἦν, συνήγαγον τὸ στράτευμα οἱ ἄρχοντες· καὶ ἔνιοι μὲν αὐτῶν παρʼ ὀλίγον ἐποιοῦντο τὸν Κλέανδρον,4 τῷ δὲ Ξενοφῶντι οὐκ ἐδόκει φαῦλον εἶναι, ἀλλʼ ἀναστὰς ἔλεξεν·
而他所索要的阿加西亚斯自始至终是色诺芬的朋友;德克西普斯正是因此才中伤他。于是,由于陷入困境,将领们召集了全军大会;他们当中有些人对克利安德不以为意,但色诺芬认为此事绝非小事,便站起来说道:
ὦ ἄνδρες στρατιῶται, ἐμοὶ δὲ οὐδὲν φαῦλον δοκεῖ εἶναι τὸ πρᾶγμα, εἰ ἡμῖν οὕτως ἔχων τὴν γνώμην Κλέανδρος ἄπεισιν ὥσπερ λέγει. εἰσὶ μὲν γὰρ ἐγγὺς αἱ Ἑλληνίδες πόλεις· τῆς δὲ Ἑλλάδος Λακεδαιμόνιοι προεστήκασιν· ἱκανοὶ δέ εἰσι καὶ εἷς ἕκαστος Λακεδαιμονίων ἐν ταῖς πόλεσιν ὅ τι βούλονται διαπράττεσθαι.
“将士们,如果克利安德果真如他所言,怀着这样的情绪离我们而去,在我看来此事绝非等闲。因为希腊各邦就在近旁,而斯巴达人执希腊牛耳;即使是斯巴达人中的任何一人,在各城邦中也足以随意促成他们所希望的事。
εἰ οὖν οὗτος πρῶτον μὲν ἡμᾶς Βυζαντίου ἀποκλείσει, ἔπειτα δὲ τοῖς ἄλλοις ἁρμοσταῖς παραγγελεῖ εἰς τὰς πόλεις μὴ δέχεσθαι ὡς ἀπιστοῦντας Λακεδαιμονίοις καὶ ἀνόμους ὄντας, ἔτι δὲ πρὸς Ἀναξίβιον τὸν ναύαρχον οὗτος ὁ λόγος περὶ ἡμῶν ἥξει, χαλεπὸν ἔσται καὶ μένειν καὶ ἀποπλεῖν· καὶ γὰρ ἐν τῇ γῇ ἄρχουσι Λακεδαιμόνιοι καὶ ἐν τῇ θαλάττῃ τὸν νῦν χρόνον.
因此,如果他首先将我们封锁在拜占庭之外,继而通令其他总督不得接纳我们进入城邦,理由是我们违抗斯巴达人且目无法纪,更有甚者,这一关于我们的指控传到舰队司令阿纳克西比奥斯耳中,那么我们无论留驻还是起航,都将极为困难;因为在当今时代,斯巴达人既掌控陆地,亦支配海洋。”
- 6.6.1ὡς ἥξοντα
带连词 ὡς 的宾格分词结构,表示主语(希腊军)的主观预期或判断(“指望他会到来”)。既可视为一种宾格独立分词结构,亦可视为修饰 προσέμενον 之直接宾语(Κλέανδρον 等)的补足性谓语分词。
- 6.6.2δημόσιον ἔδοξεν εἶναι
相对于从属从句(ὁπότε δὲ ἐξίοι... εἴ τις... λάβοι)中表示过去反复情况的祈愿语气,主句的不定过去时动词 ἔδοξεν 表示过去订立的法令法规(“早已决议归公”),或用作统括性/格言式不定过去时,总结该既定规则。
- 6.6.11ἦν δὲ ὃν ἐξῄτει Ἀγασίας
关系从句 ὃν ἐξῄτει 前置于先行词 Ἀγασίας 的结构。全句的骨干结构为 ἦν δὲ Ἀγασίας, ὃν ἐξῄτει, διὰ τέλους φίλος τῷ Ξενοφῶντι(“他所索要的阿加西亚斯自始至终是色诺芬的朋友”),其中系动词 ἦν 与后接的表语名词 φίλος 相连。
- 6.6.11παρʼ ὀλίγον ἐποιοῦντο τὸν Κλέανδρον
短语 παρʼ ὀλίγον ποιεῖσθαι 为惯用表达,意为“轻视”、“视……为无足轻重”。介词 παρά 与中性宾格 ὀλίγον 搭配表示估价极低,支配直接宾语 τὸν Κλέανδρον,体现出“不把克利安德放在眼里”的态度。
