- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.4.13-6.4.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于出发和征粮的祭兆屡次不吉,全军饥困不安,奈翁擅领队伍外出搜粮遭波斯与比提尼亚骑兵伏击惨败,色诺芬急率队救援接应幸存者还营。
ἐκ τούτου ἐθύοντο οἱ στρατηγοί, μάντις δὲ παρῆν Ἀρηξίων Ἀρκάς· ὁ δὲ Σιλανὸς ὁ Ἀμπρακιώτης ἤδη ἀπεδεδράκει πλοῖον μισθωσάμενος ἐξ Ἡρακλείας. θυομένοις δὲ ἐπὶ τῇ ἀφόδῳ οὐκ ἐγίγνετο τὰ ἱερά.1
于是将领们举行祭祀,阿卡迪亚人阿列克西昂作为预言者在场;因为安布拉基亚人西拉诺斯早已从赫拉克利亚雇船逃跑了。然而当他们为出发而举行祭祀时,祭兆却未呈现吉兆。
ταύτην μὲν οὖν τὴν ἡμέραν ἐπαύσαντο. καί τινες ἐτόλμων λέγειν ὡς ὁ Ξενοφῶν βουλόμενος τὸ χωρίον οἰκίσαι πέπεικε τὸν μάντιν λέγειν ὡς τὰ ἱερὰ οὐ γίγνεται ἐπὶ ἀφόδῳ.
因此那天他们停止了祭祀。甚至有人斗胆声称,色诺芬企图在此建城,便唆使预言者声称出发的祭兆不吉。
ἐντεῦθεν κηρύξας τῇ αὔριον παρεῖναι ἐπὶ τὴν θυσίαν τὸν βουλόμενον, καὶ μάντις εἴ τις εἴη, παραγγείλας παρεῖναι ὡς συνθεασόμενον τὰ ἱερά, ἔθυε· καὶ ἐνταῦθα παρῆσαν πολλοί.
于是色诺芬宣布,次日凡愿参加祭祀者皆可到场,并吩咐军中若有预言者亦当出席共同察看祭品,随后举行了祭祀;当时有许多人到场。
θυομένῳ δὲ πάλιν εἰς τρὶς ἐπὶ τῇ ἀφόδῳ οὐκ ἐγίγνετο τὰ ἱερά. ἐκ τούτου χαλεπῶς εἶχον οἱ στρατιῶται· καὶ γὰρ τὰ ἐπιτήδεια ἐπέλιπεν ἃ ἔχοντες ἦλθον, καὶ ἀγορὰ οὐδεμία πω παρῆν.
当他再次为出发连续祭祀达三次之多时,祭兆仍未呈现吉兆。军士们因此心烦意乱;因为他们随身带来的粮草已经告罄,集市也尚未建立。
ἐκ τούτου ξυνελθόντων εἶπε πάλιν Ξενοφῶν· ὦ ἄνδρες, ἐπὶ μὲν τῇ πορείᾳ, ὡς ὁρᾶτε, τὰ ἱερὰ οὔπω γίγνεται· τῶν δʼ ἐπιτηδείων ὁρῶ ὑμᾶς δεομένους· ἀνάγκη οὖν μοι δοκεῖ εἶναι θύεσθαι περὶ αὐτοῦ τούτου.
随后集会召集起来,色诺芬再次说道:“将士们,如你们所见,进军的祭兆尚未呈现吉兆;但我看出你们急需粮草;因此我认为,必须单就征粮一事举行祭祀。”
ἀναστάς τις εἶπε· καὶ εἰκότως ἄρα ἡμῖν οὐ γίγνεται τὰ ἱερά· ὡς γὰρ ἐγὼ ἀπὸ τοῦ αὐτομάτου χθὲς ἥκοντος πλοίου ἤκουσά τινος Κλέανδρος ὁ ἐκ Βυζαντίου ἁρμοστὴς μέλλει ἥξειν πλοῖα καὶ τριήρεις ἔχων.
这时有人起立说道:“祭兆不向我们显出吉利,看来也是理所当然;因为我从昨日偶然靠岸的一艘船上听某人说,来自拜占庭的总督克利安德尔打算率领商船和三桨座战船前来。”
ἐκ τούτου δὲ ἀναμένειν μὲν πᾶσιν ἐδόκει· ἐπὶ δὲ τὰ ἐπιτήδεια ἀνάγκη ἦν ἐξιέναι. καὶ ἐπὶ τούτῳ πάλιν ἐθύετο εἰς τρίς, καὶ οὐκ ἐγίγνετο τὰ ἱερά. καὶ ἤδη καὶ ἐπὶ σκηνὴν ἰόντες τὴν Ξενοφῶντος ἔλεγον ὅτι οὐκ ἔχοιεν τὰ ἐπιτήδεια. ὁ δʼ οὐκ ἂν ἔφη ἐξαγαγεῖν μὴ γιγνομένων τῶν ἱερῶν.2
于是众人都赞成等待;但必须外出征粮。为此他们再次连续举行了三次祭祀,祭兆仍未呈吉兆。士兵们已经涌向色诺芬的营帐,诉说他们没有粮草;但他表示,若无吉兆,绝不带兵出征。
καὶ πάλιν τῇ ὑστεραίᾳ ἐθύετο, καὶ σχεδόν τι πᾶσα ἡ στρατιὰ διὰ τὸ μέλειν ἅπασιν ἐκυκλοῦντο περὶ τὰ ἱερά· τὰ δὲ θύματα ἐπελελοίπει. οἱ δὲ στρατηγοὶ ἐξῆγον μὲν οὔ, συνεκάλεσαν δέ.
次日再次举行祭祀,由于人人都关心此事,几乎全军都聚集在祭祀周围;然而牲畜已经用尽。将领们没有出兵,而是召集了集会。
εἶπεν οὖν Ξενοφῶν· ἴσως οἱ πολέμιοι συνειλεγμένοι εἰσὶ καὶ ἀνάγκη μάχεσθαι· εἰ οὖν καταλιπόντες τὰ σκεύη ἐν τῷ ἐρυμνῷ χωρίῳ ὡς εἰς μάχην παρεσκευασμένοι ἴοιμεν, ἴσως ἂν τὰ ἱερὰ προχωροίη ἡμῖν.
色诺芬于是说道:“或许敌人已经集结,非战不可;因此,如果我们把辎重留在险要之地,做好临战准备出征,或许祭兆对我们就会顺利。”
ἀκούσαντες δʼ οἱ στρατιῶται ἀνέκραγον, ὡς οὐδὲν δέον εἰς τὸ χωρίον ἄγειν,3 ἀλλὰ θύεσθαι ὡς τάχιστα. καὶ πρόβατα μὲν οὐκέτι ἦν, βοῦς δὲ ὑπὸ ἁμάξης πριάμενοι ἐθύοντο· καὶ Ξενοφῶν Κλεάνορος ἐδεήθη τοῦ Ἀρκάδος προθυμεῖσθαι, εἴ τι ἐν τούτῳ εἴη. ἀλλʼ οὐδʼ ὣς ἐγένοντο.
然而士兵们听后大声喊叫,说绝无必要把军队引向那处要塞,而应尽快举行祭祀。由于羊已用尽,他们买下驾车的耕牛作为祭牲;色诺芬请求阿卡迪亚人克利阿诺尔热心察看其中是否有任何征兆。然而即便如此,祭兆仍不吉利。
Νέων δὲ ἦν μὲν στρατηγὸς κατὰ τὸ Χειρισόφου μέρος, ἐπεὶ δὲ ἑώρα τοὺς ἀνθρώπους ὡς εἶχον δεινῶς τῇ ἐνδείᾳ, βουλόμενος αὐτοῖς χαρίζεσθαι, εὑρών τινα ἄνθρωπον Ἡρακλεώτην, ὃς ἔφη κώμας ἐγγὺς εἰδέναι ὅθεν εἴη λαβεῖν τὰ ἐπιτήδεια, ἐκήρυξε τὸν βουλόμενον ἰέναι ἐπὶ τὰ ἐπιτήδεια, ὡς ἡγεμόνος ἐσομένου. ἐξέρχονται δὴ σὺν δορατίοις καὶ ἀσκοῖς καὶ θυλάκοις καὶ ἄλλοις ἀγγείοις εἰς δισχιλίους ἀνθρώπους.
奈翁接替基利索福斯统领其本部,当他看到众人因匮乏而处于极度艰难的境地时,想要取悦他们,便找来一名赫拉克利亚人,此人自称知道附近有可以获取粮草的村庄;奈翁遂下令宣布,凡愿外出征集粮草者皆可前往,并由该人领路。于是携带短矛、皮袋、麻袋及其他容器外出的,约有两千人。
ἐπειδὴ δὲ ἦσαν ἐν ταῖς κώμαις καὶ διεσπείροντο ὡς ἐπὶ τὸ λαμβάνειν, ἐπιπίπτουσιν αὐτοῖς οἱ Φαρναβάζου ἱππεῖς πρῶτοι· βεβοηθηκότες γὰρ ἦσαν τοῖς Βιθυνοῖς, βουλόμενοι σὺν τοῖς Βιθυνοῖς, εἰ δύναιντο, ἀποκωλῦσαι τοὺς Ἕλληνας μὴ ἐλθεῖν εἰς τὴν Φρυγίαν·4 οὗτοι οἱ ἱππεῖς ἀποκτείνουσι τῶν ἀνδρῶν οὐ μεῖον πεντακοσίους· οἱ δὲ λοιποὶ ἐπὶ τὸ ὄρος ἀνέφυγον.
当他们进入村庄四处散开搜集粮食时,法尔纳巴佐斯的骑兵最先向他们扑来;因为这些骑兵前来支援比提尼亚人,希望尽可能联手阻挡希腊人进入弗里吉亚;这队骑兵斩杀了不下五百人,其余的人则逃往山上。
ἐκ τούτου ἀπαγγέλλει τις ταῦτα τῶν ἀποφευγόντων εἰς τὸ στρατόπεδον. καὶ ὁ Ξενοφῶν, ἐπεὶ οὐκ ἐγεγένητο τὰ ἱερὰ ταύτῃ τῇ ἡμέρᾳ, λαβὼν βοῦν ὑπὸ ἁμάξης (οὐ γὰρ ἦν ἄλλα ἱερεῖα), σφαγιασάμενος ἐβοήθει καὶ οἱ ἄλλοι οἱ μέχρι τριάκοντα ἐτῶν ἅπαντες.
随后一名逃回的人将这些消息报告到营地。色诺芬由于那天祭兆并未呈吉,便牵来一头驾车的牛(因为已无其他祭牲),举行了战前杀牲祭,随后前往救援,三十岁以下的全体人员亦尽皆随行。
καὶ ἀναλαβόντες τοὺς λοιποὺς ἄνδρας εἰς τὸ στρατόπεδον ἀφικνοῦνται. καὶ ἤδη μὲν ἀμφὶ ἡλίου δυσμὰς ἦν καὶ οἱ Ἕλληνες μάλʼ ἀθύμως ἔχοντες ἐδειπνοποιοῦντο, καὶ ἐξαπίνης διὰ τῶν λασίων τῶν Βιθυνῶν τινες ἐπιγενόμενοι τοῖς προφύλαξι τοὺς μὲν κατέκαινον τοὺς δὲ ἐδίωξαν μέχρι εἰς τὸ στρατόπεδον.
他们接应了剩余的人,返回营地。此时已近黄昏,希腊人极度沮丧地准备晚餐,突然间,一些比提尼亚人穿过灌木丛袭击前哨哨兵,杀死数人,并将其余哨兵一路追赶至营地。
καὶ κραυγῆς γενομένης εἰς τὰ ὅπλα πάντες ἔδραμον οἱ Ἕλληνες· καὶ διώκειν μὲν καὶ κινεῖν τὸ στρατόπεδον νυκτὸς οὐκ ἀσφαλὲς ἐδόκει εἶναι· δασέα γὰρ ἦν τὰ χωρία· ἐν δὲ τοῖς ὅπλοις ἐνυκτέρευον φυλαττόμενοι ἱκανοῖς φύλαξι.
呼喊声大作,希腊人纷纷拿起武器奔出;然而夜间出击或移动营地似乎并不安全,因为地形林木茂密;于是他们全副武装通宵待命,并布置了充足的守卫防范。
- 6.4.13θυομένοις δὲ ἐπὶ τῇ ἀφόδῳ οὐκ ἐγίγνετο τὰ ἱερά
分词 θυομένοις 是与格(关系与格/涉及与格),依附于惯用表达 οὐκ ἐγίγνετο τὰ ἱερά(祭牲未显吉兆),意为“当他们为出发举行祭祀时,祭兆并未向他们呈现吉兆”。
- 6.4.19ὁ δʼ οὐκ ἂν ἔφη ἐξαγαγεῖν μὴ γιγνομένων τῶν ἱερῶν
带 ἄν 的不定式(οὐκ ἂν ... ἐξαγαγεῖν)在间接引语中代表潜在祈愿语气(直接引语中为 οὐκ ἂν ἐξαγάγοιμι),其逻辑主语与主句主语 ὁ(色诺芬)一致。带否定词 μή 的属格独立结构 μὴ γιγνομένων τῶν ἱερῶν 充当条件从句(“若祭兆不吉”),表示有条件的断然拒绝。
- 6.4.22ὡς οὐδὲν δέον εἰς τὸ χωρίον ἄγειν
分词 δέον 是无人称动词 δεῖ 的宾格绝对结构,由 ὡς 引导以表示士兵们主观上的主张或呼声(“高呼绝无必要将队伍引向该地”)。
- 6.4.24ἀποκωλῦσαι τοὺς Ἕλληνας μὴ ἐλθεῖν εἰς τὴν Φρυγίαν
在表示阻碍、妨碍的动词(ἀποκωλῦσαι)之后,不定式前附带的否定词 μή 是古典希腊语常见的冗余否定(pleonastic negative),句意为“阻碍希腊人进入弗里吉亚”,而非双重否定。
