- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.4.1-6.4.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军在卡尔佩港扎营,安葬了阵亡将士,通过决议严禁分裂军队,并着手准备徒步行军。
ταύτην μὲν οὖν τὴν ἡμέραν αὐτοῦ ηὐλίζοντο ἐπὶ τοῦ αἰγιαλοῦ πρὸς τῷ λιμένι. τὸ δὲ χωρίον τοῦτο ὃ καλεῖται Κάλπης λιμὴν ἔστι μὲν ἐν τῇ Θρᾴκῃ τῇ ἐν τῇ Ἀσίᾳ· ἀρξαμένη δὲ ἡ Θρᾴκη αὕτη ἐστὶν ἀπὸ τοῦ στόματος τοῦ Πόντου μέχρι Ἡρακλείας ἐπὶ δεξιὰ εἰς τὸν Πόντον εἰσπλέοντι.1
因此,那天他们就在港口边的海滩上露宿。这处名为卡尔佩港的地方位于亚细亚的色雷斯;这一色雷斯地区从黑海海口起,一直延伸到赫拉克利亚,位于驶入黑海者右侧。
καὶ τριήρει μέν ἐστιν εἰς Ἡράκλειαν ἐκ Βυζαντίου κώπαις ἡμέρας μακρᾶς πλοῦς· ἐν δὲ τῷ μέσῳ ἄλλη μὲν πόλις οὐδεμία οὔτε φιλία οὔτε Ἑλληνίς, ἀλλὰ Θρᾷκες Βιθυνοί· καὶ οὓς ἂν λάβωσι τῶν Ἑλλήνων ἐκπίπτοντας ἢ ἄλλως πως δεινὰ ὑβρίζειν λέγονται τοὺς Ἕλληνας.
从拜占庭到赫拉克利亚,若是三桨座战船全速摇桨,需航行漫长的一整天;中途没有任何其他城邦,既无友邦亦无希腊城邦,唯有比提尼亚的色雷斯人;据说无论希腊人是因海难漂流上岸还是因其他原因落入他们手中,都会遭到极残暴的摧残虐待。
ὁ δὲ Κάλπης λιμὴν ἐν μέσῳ μὲν κεῖται ἑκατέρωθεν πλεόντων ἐξ Ἡρακλείας καὶ Βυζαντίου, ἔστι δʼ ἐν τῇ θαλάττῃ προκείμενον χωρίον, τὸ μὲν εἰς τὴν θάλατταν καθῆκον αὐτοῦ πέτρα ἀπορρώξ, ὕψος ὅπῃ ἐλάχιστον οὐ μεῖον εἴκοσιν ὀργυιῶν, ὁ δὲ αὐχὴν ὁ εἰς τὴν γῆν ἀνήκων τοῦ χωρίου μάλιστα τεττάρων πλέθρων τὸ εὖρος· τὸ δʼ ἐντὸς τοῦ αὐχένος χωρίον ἱκανὸν μυρίοις ἀνθρώποις οἰκῆσαι.
卡尔佩港位于从赫拉克利亚或拜占庭两方航行的正中位置,是突出于海中的一处陆地,其向海的一侧是陡峭的悬崖,最低处的落差也不下于二十㖊;连接陆地的地峡宽约四普勒特龙;地峡以内的区域足以容纳一万人居住。
λιμὴν δʼ ὑπʼ αὐτῇ τῇ πέτρᾳ τὸ πρὸς ἑσπέραν αἰγιαλὸν ἔχων. κρήνη δὲ ἡδέος ὕδατος καὶ ἄφθονος ῥέουσα ἐπʼ αὐτῇ τῇ θαλάττῃ ὑπὸ τῇ ἐπικρατείᾳ τοῦ χωρίου. ξύλα δὲ πολλὰ μὲν καὶ ἄλλα, πάνυ δὲ πολλὰ καὶ καλὰ ναυπηγήσιμα ἐπʼ αὐτῇ τῇ θαλάττῃ.
悬崖正下方有一处港湾,带有朝向西面的沙滩。一处水质甘甜、水量充沛的泉水就在海边流淌,受该高地居高临下的控制。各类木材甚多,海边更有极多极优的造船良木。
τὸ δὲ ὄρος εἰς μεσόγειαν μὲν ἀνήκει ὅσον ἐπὶ εἴκοσι σταδίους, καὶ τοῦτο γεῶδες καὶ ἄλιθον· τὸ δὲ παρὰ θάλατταν πλέον ἢ ἐπὶ εἴκοσι σταδίους δασὺ πολλοῖς καὶ παντοδαποῖς καὶ μεγάλοις ξύλοις.
山脉向内陆延伸约二十斯塔德,土壤肥沃,全无碎石;而沿海二十多斯塔德的地带,则密布着各色参天古木。
ἡ δὲ ἄλλη χώρα καλὴ καὶ πολλή, καὶ κῶμαι ἐν αὐτῇ εἰσι πολλαὶ καὶ οἰκούμεναι· φέρει γὰρ ἡ γῆ καὶ κριθὰς καὶ πυροὺς καὶ ὄσπρια πάντα καὶ μελίνας καὶ σήσαμα καὶ σῦκα ἀρκοῦντα καὶ ἀμπέλους πολλὰς καὶ ἡδυοίνους καὶ τἆλλα πάντα πλὴν ἐλαῶν.
其余地方不仅秀美开阔,且有许多村落有人居住;因为这片土地出产大麦、小麦、各色豆类、粟、芝麻、充足的无花果、许多出产甜酒的葡萄,以及除橄榄以外的一切作物。
ἡ μὲν χώρα ἦν τοιαύτη. ἐσκήνουν δʼ ἐν τῷ αἰγιαλῷ πρὸς τῇ θαλάττῃ· εἰς δὲ τὸ πόλισμα ἂν γενόμενον2 οὐκ ἐβούλοντο στρατοπεδεύεσθαι, ἀλλὰ ἐδόκει καὶ τὸ ἐλθεῖν ἐνταῦθα ἐξ ἐπιβουλῆς εἶναι, βουλομένων τινῶν κατοικίσαι πόλιν.
这片地方就是如此。士兵们在海边的沙滩上扎营;他们不愿进驻可能成为设防城镇的那处高地,反而怀疑来到这里本身就是一场阴谋,是因为某些人企图建立一座新城。
τῶν γὰρ στρατιωτῶν οἱ πλεῖστοι ἦσαν οὐ σπάνει βίου ἐκπεπλευκότες ἐπὶ ταύτην τὴν μισθοφοράν, ἀλλὰ τὴν Κύρου ἀρετὴν ἀκούοντες, οἱ μὲν καὶ ἄνδρας ἄγοντες, οἱ δὲ καὶ προσανηλωκότες χρήματα, καὶ τούτων ἕτεροι ἀποδεδρακότες πατέρας καὶ μητέρας, οἱ δὲ καὶ τέκνα καταλιπόντες ὡς χρήματʼ αὐτοῖς κτησάμενοι ἥξοντες πάλιν, ἀκούοντες καὶ τοὺς ἄλλους τοὺς παρὰ Κύρῳ πολλὰ καὶ ἀγαθὰ πράττειν. τοιοῦτοι ὄντες ἐπόθουν εἰς τὴν Ἑλλάδα σῴζεσθαι.
因为大多数士兵并非由于生计艰难才出海当雇佣兵,而是听闻了居鲁士的贤名,有人甚至自领部属而来,有人自费额外开销,其中还有人撇下父母出逃,有人则留下儿女,打算为他们赚取财富后再返回,因为他们听闻随从居鲁士的人都获利丰厚、处境优越。正因他们是这样的人,所以极度渴望平安返回希腊。
ἐπειδὴ δὲ ὑστέρα ἡμέρα ἐγένετο τῆς εἰς ταὐτὸν συνόδου, ἐπʼ ἐξόδῳ ἐθύετο Ξενοφῶν· ἀνάγκη γὰρ ἦν ἐπὶ τὰ ἐπιτήδεια ἐξάγειν· ἐπενόει δὲ καὶ τοὺς νεκροὺς θάπτειν. ἐπεὶ δὲ τὰ ἱερὰ καλὰ ἐγένετο, εἵποντο καὶ οἱ Ἀρκάδες, καὶ τοὺς μὲν νεκροὺς τοὺς πλείστους ἔνθαπερ ἔπεσον ἑκάστους ἔθαψαν· ἤδη γὰρ ἦσαν πεμπταῖοι καὶ οὐχ οἷόν τε ἀναιρεῖν ἔτι ἦν· ἐνίους δὲ τοὺς ἐκ τῶν ὁδῶν συνενεγκόντες ἔθαψαν ἐκ τῶν ὑπαρχόντων ὡς ἐδύναντο κάλλιστα· οὓς δὲ μὴ ηὕρισκον, κενοτάφιον αὐτοῖς ἐποίησαν μέγα, καὶ στεφάνους ἐπέθεσαν.
合兵一处的次日,色诺芬为了出征而行祭祀;因为必须领兵出去征集粮草;他也打算埋葬阵亡者。及至祭兆吉利,阿卡迪亚人亦随之同行,他们将大部分阵亡者就地掩埋在倒毙之处;因为遗体已停放五日,无法再行搬运;对于从道路各处收集来的一些遗体,他们利用现有条件尽可能体面地安葬;至于未能找到的阵亡者,则为他们筑起一座巨大的衣冠冢,并在上面安放花环。
ταῦτα δὲ ποιήσαντες ἀνεχώρησαν ἐπὶ τὸ στρατόπεδον. καὶ τότε μὲν δειπνήσαντες ἐκοιμήθησαν. τῇ δὲ ὑστεραίᾳ συνῆλθον οἱ στρατιῶται πάντες· συνῆγε δὲ μάλιστα Ἀγασίας τε ὁ Στυμφάλιος λοχαγὸς καὶ Ἱερώνυμος Ἠλεῖος λοχαγὸς καὶ ἄλλοι οἱ πρεσβύτατοι τῶν Ἀρκάδων.
办完这些事后,他们返回营地。当时用过晚餐后便歇息了。次日,全体士兵集会;主要召集人是斯廷法洛斯的百夫长阿加西亚斯、厄利斯的百夫长耶罗纽摩斯,以及阿卡迪亚人中最年长者。
καὶ δόγμα ἐποιήσαντο, ἐάν τις τοῦ λοιποῦ μνησθῇ δίχα τὸ στράτευμα ποιεῖν, θανάτῳ αὐτὸν ζημιοῦσθαι, καὶ κατὰ χώραν ἀπιέναι ᾗπερ πρόσθεν εἶχε τὸ στράτευμα καὶ ἄρχειν τοὺς πρόσθεν στρατηγούς. καὶ Χειρίσοφος μὲν ἤδη ἐτετελευτήκει φάρμακον πιὼν πυρέττων· τὰ δʼ ἐκείνου Νέων Ἀσιναῖος παρέλαβε.
他们通过了一项决议:今后若有人再提议分裂军队,处以死刑;全军恢复以前的编制行军,由以前的将领指挥。此时基利索福斯因发烧服药已经去世;阿西内的奈翁接管了他的部众。
μετὰ δὲ ταῦτα ἀναστὰς εἶπε Ξενοφῶν· ὦ ἄνδρες στρατιῶται, τὴν μὲν πορείαν, ὡς ἔοικε, πεζῇ ποιητέον· οὐ γὰρ ἔστι πλοῖα· ἀνάγκη δὲ πορεύεσθαι ἤδη· οὐ γὰρ ἔστι μένουσι τὰ ἐπιτήδεια.3 ἡμεῖς οὖν, ἔφη, θυσόμεθα· ὑμᾶς δὲ δεῖ παρασκευάζεσθαι ὡς μαχουμένους εἴ ποτε καὶ ἄλλοτε· οἱ γὰρ πολέμιοι ἀνατεθαρρήκασιν.
此后色诺芬起立说道:“将士们,看来我们必须徒步行军了;因为没有船只;而现在就必须出发,因为若留在此处便无粮草。因此,”他说,“我们将举行祭祀;你们必须做好战斗的准备,犹如以往任何一场大战一般;因为敌人已重拾了勇气。”
- 6.4.1εἰς τὸν Πόντον εἰσπλέοντι
判断者与格(dativus iudicantis)或基准与格,从航行者的视角指示方位(“在驶入黑海者右侧”)。
- 6.4.7εἰς δὲ τὸ πόλισμα ἂν γενόμενον
分词 γενόμενον 与助词 ἄν 连用,表示潜在可能(相当于关系从句 ὃ πόλισμα ἂν γένοιτο,“可能变成设防城镇的地点”)。士兵们拒绝进驻这一极易被改建为永久殖民城市的据点。
- 6.4.12οὐ γὰρ ἔστι μένουσι τὰ ἐπιτήδεια
存在动词 ἔστι 与领有/利害与格 μένουσι(现在分词复数与格)搭配:“因为留在此处的人并无粮草”,即“我们若留下来就没有粮食”。
