← 色诺芬

长征记

§6.5.1-6.5.16

出兵安葬死者与色诺芬力劝渡谷

希腊军加固营地并获得吉兆,出兵掩埋阵亡者并搜集粮草。遭遇敌军后,色诺芬部署了预备连队促军前行,但前锋在一道险峻峡谷前止步,色诺芬随即力陈必须渡谷进攻而非撤退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5.1

τὴν μὲν νύκτα οὕτω διήγαγον· ἅμα δὲ τῇ ἡμέρᾳ οἱ στρατηγοὶ εἰς τὸ ἐρυμνὸν χωρίον ἡγοῦντο· οἱ δὲ εἵποντο ἀναλαβόντες τὰ ὅπλα καὶ τὰ σκεύη. πρὶν δὲ ἀρίστου ὥραν εἶναι ἀπετάφρευον ᾗ ἡ εἴσοδος ἦν εἰς τὸ χωρίον, καὶ ἀπεσταύρωσαν ἅπαν, καταλιπόντες τρεῖς πύλας. καὶ πλοῖον ἐξ Ἡρακλείας ἧκεν ἄλφιτα ἄγον καὶ ἱερεῖα καὶ οἶνον.

他们就这样度过了一夜。天一破晓,将领们便把军队带往险要的阵地,士兵们带上武器和辎重随行。在早饭时间之前,他们在该地入口处开挖了堑壕,并全部设立了栅栏,只留下三座营门。此外,一艘来自赫拉克利亚的船只靠岸,运来了大麦粉、祭牲和葡萄酒。

§6.5.2

πρῲ δʼ ἀναστὰς Ξενοφῶν ἐθύετο ἐπʼ ἐξόδῳ, καὶ γίγνεται τὰ ἱερὰ ἐπὶ τοῦ πρώτου ἱερείου. καὶ ἤδη τέλος ἐχόντων τῶν ἱερῶν ὁρᾷ αἰετὸν αἴσιον ὁ μάντις Ἀρηξίων Παρράσιος, καὶ ἡγεῖσθαι κελεύει τὸν Ξενοφῶντα.

色诺芬一清早起身便为出征举行祭祀,第一头祭牲就显出了吉兆。当祭礼即将结束时,帕拉西亚的预言者阿列克西昂看见了一只吉祥的飞鹰,便催促色诺芬引军前进。

§6.5.3

καὶ διαβάντες τὴν τάφρον τὰ ὅπλα τίθενται, καὶ ἐκήρυξαν ἀριστήσαντας ἐξιέναι τοὺς στρατιώτας σὺν τοῖς ὅπλοις, τὸν δὲ ὄχλον καὶ τὰ ἀνδράποδα αὐτοῦ καταλιπεῖν.

他们穿过壕沟,放下武器待命,并发出告示:士兵们用完早饭后全副武装出征,而杂役人员和奴隶则留于原地。

§6.5.4

οἱ μὲν δὴ ἄλλοι πάντες ἐξῇσαν, Νέων δὲ οὔ· ἐδόκει γὰρ κάλλιστον εἶναι τοῦτον φύλακα καταλιπεῖν τῶν ἐπὶ στρατοπέδου. ἐπεὶ δʼ οἱ λοχαγοὶ καὶ οἱ στρατιῶται ἀπέλειπον αὐτόν, αἰσχυνόμενοι μὴ ἐφέπεσθαι1 τῶν ἄλλων ἐξιόντων, κατέλιπον αὐτοῦ τοὺς ὑπὲρ πέντε καὶ τετταράκοντα ἔτη. καὶ οὗτοι μὲν ἔμενον, οἱ δʼ ἄλλοι ἐπορεύοντο.

其余所有人于是全数出征,唯独奈翁没有去;因为留他看守营地似乎最为妥当。但当连队长和士兵们开始弃他而去,以他人皆已出征而自己不予跟随为耻时,他们便将四十五岁以上的人留于原地。于是这部分人留守,其余人继续进军。

§6.5.5

πρὶν δὲ πεντεκαίδεκα στάδια διεληλυθέναι ἐνέτυχον ἤδη νεκροῖς· καὶ τὴν οὐρὰν τοῦ κέρατος ποιησάμενοι κατὰ τοὺς πρώτους φανέντας νεκροὺς ἔθαπτον πάντας ὁπόσους ἐπελάμβανε τὸ κέρας.

他们行进尚未达十五斯塔迪昂,就已开始遭遇阵亡者的尸体;他们让纵队的队尾与最先发现的尸体对齐,凡纵队所及之处的死者尽数安葬。

§6.5.6

ἐπεὶ δὲ τοὺς πρώτους ἔθαψαν, προαγαγόντες καὶ τὴν οὐρὰν αὖθις ποιησάμενοι κατὰ τοὺς πρώτους τῶν ἀτάφων ἔθαπτον τὸν αὐτὸν τρόπον ὁπόσους ἐπελάμβανεν ἡ στρατιά. ἐπεὶ δὲ εἰς τὴν ὁδὸν ἧκον τὴν ἐκ τῶν κωμῶν, ἔνθα ἔκειντο ἁθρόοι, συνενεγκόντες αὐτοὺς ἔθαψαν.

安葬完第一批死者后,他们继续前进,再次让队尾与尚未安葬的死者前端对齐,以同样的方式安葬了全军所及之处的所有尸体。当他们到达从各村庄通出的大道、见到尸体成堆散布在那里时,便将他们集中起来一并安葬。

§6.5.7

ἤδη δὲ πέρα μεσούσης τῆς ἡμέρας προάγοντες τὸ στράτευμα ἔξω τῶν κωμῶν ἐλάμβανον τὰ ἐπιτήδεια ὅ τι τις ὁρῴη ἐντὸς τῆς φάλαγγος, καὶ ἐξαίφνης ὁρῶσι τοὺς πολεμίους ὑπερβάλλοντας κατὰ λόφους τινὰς ἐκ τοῦ ἐναντίου, τεταγμένους ἐπὶ φάλαγγος ἱππέας τε πολλοὺς καὶ πεζούς· καὶ γὰρ Σπιθριδάτης καὶ Ῥαθίνης ἧκον παρὰ Φαρναβάζου ἔχοντες τὴν δύναμιν.

此时已过正午,他们率军穿行于村庄外侧,士兵们就近搜集方阵内部所能见到的物资;突然间,他们发现敌人正从对面的几座山丘上越过而来,骑兵与步兵排成整齐的战线;原来是斯皮特里达特斯和拉提涅斯率领部队从法尔纳巴佐斯那里赶到了。

§6.5.8

ἐπεὶ δὲ κατεῖδον τοὺς Ἕλληνας οἱ πολέμιοι, ἔστησαν ἀπέχοντες αὐτῶν ὅσον πεντεκαίδεκα σταδίους. ἐκ τούτου εὐθὺς ὁ Ἀρηξίων ὁ μάντις τῶν Ἑλλήνων σφαγιάζεται, καὶ ἐγένετο ἐπὶ τοῦ πρώτου καλὰ τὰ σφάγια.

敌人一望见希腊人,便在距他们约十五斯塔迪昂处停下。希腊人的预言者阿列克西昂随即举行战前杀牲祭,第一头祭牲便呈现了吉兆。

§6.5.9

ἔνθα δὴ Ξενοφῶν λέγει· δοκεῖ μοι, ὦ ἄνδρες στρατηγοί, ἐπιτάξασθαι τῇ φάλαγγι λόχους φύλακας ἵνʼ ἄν που δέῃ ὦσιν οἱ ἐπιβοηθήσοντες τῇ φάλαγγι καὶ οἱ πολέμιοι τεταραγμένοι ἐμπίπτωσιν εἰς τεταγμένους καὶ ἀκεραίους. συνεδόκει ταῦτα πᾶσιν.

此时色诺芬说道:“各位将军,我认为应当在方阵后方配置预备连队,以便在有需要时能有兵力支援方阵,使溃乱的敌人撞上整齐且精力充沛的部队。”众人皆表赞同。

§6.5.10

ὑμεῖς μὲν τοίνυν, ἔφη, προηγεῖσθε τὴν πρὸς τοὺς ἐναντίους,2 ὡς μὴ ἑστήκωμεν, ἐπεὶ ὤφθημεν καὶ εἴδομεν τοὺς πολεμίους· ἐγὼ δὲ ἥξω τοὺς τελευταίους λόχους καταχωρίσας ᾗπερ ὑμῖν δοκεῖ.

“既然如此,”他说道,“你们便引军直奔敌人前进,以免我们在已被敌人看见且看见敌人之后仍驻足不前;我将按照你们认为妥当的方式部署好后方连队,随后便赶来与你们汇合。”

§6.5.11

ἐκ τούτου οἱ μὲν ἥσυχοι προῆγον, ὁ δὲ τρεῖς ἀφελὼν τὰς τελευταίας τάξεις ἀνὰ διακοσίους ἄνδρας τὴν μὲν ἐπὶ τὸ δεξιὸν ἐπέτρεψεν ἐφέπεσθαι ἀπολιπόντας ὡς πλέθρον· Σαμόλας Ἀχαιὸς ταύτης ἦρχε τῆς τάξεως· τὴν δʼ ἐπὶ τῷ μέσῳ ἐχώρισεν ἕπεσθαι· Πυρρίας Ἀρκὰς ταύτης ἦρχε· τὴν δὲ μίαν ἐπὶ τῷ εὐωνύμῳ· Φρασίας Ἀθηναῖος ταύτῃ ἐφειστήκει.

于是其他将领率军徐徐前进;色诺芬从后军抽出三个各为两百人的连队,指派一支在右翼后方跟随,保持约一普勒特隆的距离——阿开亚人萨莫拉斯统领此队;另一支他安排跟随在中军后方——阿卡迪亚人皮里亚斯统领此队;还有一支在左翼后方——雅典人弗拉西亚斯统辖此队。

§6.5.12

προϊόντες δέ, ἐπεὶ ἐγένοντο οἱ ἡγούμενοι ἐπὶ νάπει μεγάλῳ καὶ δυσπόρῳ, ἔστησαν ἀγνοοῦντες εἰ διαβατέον εἴη τὸ νάπος. καὶ παρεγγυῶσι στρατηγοὺς καὶ λοχαγοὺς παριέναι ἐπὶ τὸ ἡγούμενον.

行进之间,当前锋遭遇一条巨大且难以逾越的峡谷时,因不知是否应当跨过峡谷而停下脚步。他们随即传话让将领和连队长们赶赴前方。

§6.5.13

καὶ ὁ Ξενοφῶν θαυμάσας ὅ τι τὸ ἴσχον εἴη τὴν πορείαν καὶ ταχὺ ἀκούων τὴν παρεγγύην, ἐλαύνει ᾗ τάχιστα. ἐπεὶ δὲ συνῆλθον, λέγει Σοφαίνετος πρεσβύτατος ὢν τῶν στρατηγῶν ὅτι βουλῆς οὐκ ἄξιον εἴη εἰ διαβατέον ἐστὶ τοιοῦτον νάπος.

色诺芬诧异于究竟是何物阻碍了行军,并迅速听到了传呼声,便飞马尽快赶去。当众人聚集在一起时,将领中最年长的索菲内托斯表示,是否应当跨过这样的峡谷甚至根本不值得考虑。

§6.5.14

καὶ ὁ Ξενοφῶν σπουδῇ ὑπολαβὼν ἔλεξεν· ἀλλʼ ἴστε μέν με, ὦ ἄνδρες, οὐδένα πω κίνδυνον προξενήσαντα ὑμῖν ἐθελούσιον· οὐ γὰρ δόξης ὁρῶ δεομένους ὑμᾶς εἰς ἀνδρειότητα, ἀλλὰ σωτηρίας.

色诺芬急切地接话说道:“将士们,你们心里清楚,我迄今从未让你们遭遇过任何自找的危险;因为我看得很清楚,你们所需要的不是英勇的名声,而是平安获救。

§6.5.15

νῦν δὲ οὕτως ἔχει· ἀμαχεὶ μὲν ἐνθένδε οὐκ ἔστιν ἀπελθεῖν· ἢν γὰρ μὴ ἡμεῖς ἴωμεν ἐπὶ τοὺς πολεμίους, οὗτοι ἡμῖν ὁπόταν ἀπίωμεν ἕψονται καὶ ἐπιπεσοῦνται.

但目前的形势是:休想不战而离开此地;因为如果我们不主动向敌人发起进攻,一旦我们撤退,他们就会尾随并扑向我们。

§6.5.16

ὁρᾶτε δὴ πότερον κρεῖττον ἰέναι ἐπὶ τοὺς ἄνδρας προβαλλομένους τὰ ὅπλα ἢ μεταβαλλομένους3 ὄπισθεν ἡμῶν ἐπιόντας τοὺς πολεμίους θεᾶσθαι.

请认真权衡一下,究竟是平端武器迎击敌军更好,还是转过身去、看着敌军从我们背后扑来更好。”

语法注3 条
  1. 6.5.4αἰσχυνόμενοι μὴ ἐφέπεσθαι

    分词 αἰσχυνόμενοι(表羞耻)后接不定式并附有否定词 μή。此处 μή 直接否定不定式(意为“以不跟随为耻”;若不带 μή 则意为“羞于跟随”)。语意为兵士们认为不随大部队出征是可耻的。

  2. 6.5.10τὴν πρὸς τοὺς ἐναντίους

    阴性单数宾格定冠词 τὴν 之后省略了名词 ὁδόν(道路、行径),属于希腊语中常见的副词性宾格或内宾格省略表达,意为“(引路)朝向敌人的方向”,修饰命令句主动词 προηγεῖσθε。

  3. 6.5.16προβαλλομένους τὰ ὅπλα ἢ μεταβαλλομένους

    两个中动分词在此构成鲜明的战术对仗:前部的 προβαλλομένους τὰ ὅπλα 意为“平端武器向前”(准备交战的攻击姿态),后部的 μεταβαλλομένους 则作不及物/中动态军事术语使用,意为“转身向后”、“背向敌人”(撤退态势)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.5.1-6.5.16