← 色诺芬

长征记

§6.3.17-6.3.26

色诺芬设疑兵与卡尔佩港会师

色诺芬率军前去解救阿卡迪亚人,沿途纵火以虚张声势,并在夜间灭火以震慑敌人,致使色雷斯人撤退。清晨抵达被围山丘时敌我双方均已离去,色诺芬军遂赶往卡尔佩港,最终与阿卡迪亚人顺利会合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3.17

τῶν δὲ πολιορκουμένων ἀπολομένων σὺν τοῖς Χειρισόφου μόνοις κάκιόν ἐστι διακινδυνεύειν ἢ τῶνδε σωθέντων πάντας εἰς ταὐτὸν ἐλθόντας1 κοινῇ τῆς σωτηρίας ἔχεσθαι. ἀλλὰ χρὴ παρασκευασαμένους τὴν γνώμην πορεύεσθαι ὡς νῦν ἢ εὐκλεῶς τελευτῆσαι ἔστιν ἢ κάλλιστον ἔργον ἐργάσασθαι Ἕλληνας τοσούτους σώσαντας.

如果被围困的人灭亡了,只与基利索福斯的人一同冒险,其结果要比救下这些人、大家合兵一处共同寻求生路糟糕得多。因此,必须下定决心前行,要明白现在要么光荣战死,要么救出这么多希腊人而成就最辉煌的伟业。

§6.3.18

καὶ ὁ θεὸς ἴσως ἄγει οὕτως, ὃς τοὺς μεγαληγορήσαντας ὡς πλέον φρονοῦντας ταπεινῶσαι βούλεται, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν θεῶν ἀρχομένους ἐντιμοτέρους ἐκείνων καταστῆσαι. ἀλλʼ ἕπεσθαι χρὴ καὶ προσέχειν τὸν νοῦν, ὡς ἂν τὸ παραγγελλόμενον δύνησθε ποιεῖν.

神明或许也是这样安排的,他意在挫败那些自以为聪明过人而夸夸其谈的人,并使我们这些以敬神为开端的人比他们更为尊荣。然而你们必须紧紧跟从并专心致志,以便能够执行所传达的命令。

§6.3.14

νῦν μὲν οὖν στρατοπεδευσώμεθα προελθόντες ὅσον ἂν δοκῇ καιρὸς εἶναι εἰς τὸ δειπνοποιεῖσθαι· ἕως δʼ ἂν πορευώμεθα, Τιμασίων ἔχων τοὺς ἱππέας προελαυνέτω ἐφορῶν ἡμᾶς καὶ σκοπείτω τὰ ἔμπροσθεν, ὡς μηδὲν ἡμᾶς λάθῃ.

眼下,我们且前行至适宜做晚饭的时候,然后扎营;在我们行军期间,蒂马西翁率领骑兵在前策应,一边照看我们,一边侦察前方动态,免得有任何情况逃过我们的注意。”

§6.3.15

ταῦτʼ εἰπὼν ἡγεῖτο. παρέπεμψε δὲ καὶ τῶν γυμνήτων ἀνθρώπους εὐζώνους εἰς τὰ πλάγια καὶ εἰς τὰ ἄκρα, ὅπως εἴ πού τί ποθεν καθορῷεν, σημαίνοιεν· ἐκέλευε δὲ καίειν ἅπαντα ὅτῳ ἐντυγχάνοιεν καυσίμῳ.

说完这些话,他便引军前行。他还派遣了轻装兵中行动敏捷的人前往两侧翼和高地,以便一旦发现任何方向有任何动静,便可发出信号;他还下令凡是遇到可燃之物一律焚毁。

§6.3.19

οἱ δὲ ἱππεῖς σπειρόμενοι ἐφʼ ὅσον καλῶς εἶχεν ἔκαιον, καὶ οἱ πελτασταὶ ἐπιπαριόντες κατὰ τὰ ἄκρα ἔκαιον πάντα ὅσα καύσιμα ἑώρων, καὶ ἡ στρατιὰ δέ, εἴ τινι παραλειπομένῳ ἐντυγχάνοιεν· ὥστε πᾶσα ἡ χώρα αἴθεσθαι ἐδόκει καὶ τὸ στράτευμα πολὺ εἶναι.

骑兵在适度分散的范围内四处纵火,轻盾兵沿着高地行进,凡见可燃之物尽行焚毁,主力部队若遇遗漏之物亦放火焚烧;以致整片地区看似一片火海,显得军容极为庞大。

§6.3.20

ἐπεὶ δὲ ὥρα ἦν, κατεστρατοπεδεύσαντο ἐπὶ λόφον ἐκβάντες, καὶ τά τε τῶν πολεμίων πυρὰ ἑώρων, ἀπεῖχον δὲ ὡς τετταράκοντα σταδίους, καὶ αὐτοὶ ὡς ἐδύναντο πλεῖστα πυρὰ ἔκαιον.

到了时候,他们登上了一座山丘扎营;他们看到了敌人的营火——相距约四十斯塔德——他们自己也尽可能多地燃起营火。

§6.3.21

ἐπεὶ δὲ ἐδείπνησαν τάχιστα, παρηγγέλθη τὰ πυρὰ κατασβεννύναι πάντα. καὶ τὴν μὲν νύκτα φυλακὰς ποιησάμενοι ἐκάθευδον· ἅμα δὲ τῇ ἡμέρᾳ προσευξάμενοι τοῖς θεοῖς, συνταξάμενοι ὡς εἰς μάχην ἐπορεύοντο ᾗ ἐδύναντο τάχιστα.

他们一吃完晚餐,便传令将所有营火全数扑灭。在设哨防范之后,他们便安睡度夜;破晓时分,他们向诸神祈祷完毕,排成作战队形,以最快的速度行军。

§6.3.22

Τιμασίων δὲ καὶ οἱ ἱππεῖς ἔχοντες τοὺς ἡγεμόνας καὶ προελαύνοντες ἐλάνθανον αὑτοὺς ἐπὶ τῷ λόφῳ γενόμενοι2 ἔνθα ἐπολιορκοῦντο οἱ Ἕλληνες. καὶ οὐχ ὁρῶσιν οὔτε φίλιον στράτευμα οὔτε πολέμιον (καὶ ταῦτα ἀπαγγέλλουσι πρὸς τὸν Ξενοφῶντα καὶ τὸ στράτευμα), γρᾴδια δὲ καὶ γερόντια καὶ πρόβατα ὀλίγα καὶ βοῦς καταλελειμμένους.

蒂马西翁和骑兵带着向导策马先行,不知不觉间已登上了希腊人先前被围困的那座山丘。他们既没看见友军,也没看见敌军(并将这一情况报告给了色诺芬和主力部队),只看见留下的一些老妇、老汉,以及少许牛羊。

§6.3.23

καὶ τὸ μὲν πρῶτον θαῦμα ἦν τί εἴη τὸ γεγενημένον, ἔπειτα δὲ καὶ τῶν καταλελειμμένων ἐπυνθάνοντο ὅτι οἱ μὲν Θρᾷκες ἀφʼ ἑσπέρας ᾤχοντο ἀπιόντες, καὶ τοὺς Ἕλληνας δʼ ἔφασαν οἴχεσθαι· ὅποι δέ, οὐκ εἰδέναι.

起初大家对所发生的事情大感诧异,但随后向被留下的人打听得知,色雷斯人自傍晚起便已撤离,而且据说希腊人也已离去;但去了哪里,他们并不知晓。

§6.3.24

ταῦτα ἀκούσαντες οἱ ἀμφὶ Ξενοφῶντα, ἐπεὶ ἠρίστησαν, συσκευασάμενοι ἐπορεύοντο, βουλόμενοι ὡς τάχιστα συμμεῖξαι τοῖς ἄλλοις εἰς Κάλπης λιμένα. καὶ πορευόμενοι ἑώρων τὸν στίβον τῶν Ἀρκάδων καὶ Ἀχαιῶν κατὰ τὴν ἐπὶ Κάλπης ὁδόν. ἐπεὶ δὲ ἀφίκοντο εἰς τὸ αὐτό, ἄσμενοί τε εἶδον ἀλλήλους καὶ ἠσπάζοντο ὥσπερ ἀδελφούς.

色诺芬麾下的人听闻此事后,用过早饭便收拾行装继续进发,希望尽快在卡尔佩港与其他部队会合。行军途中,他们顺着通往卡尔佩的道路看到了阿卡迪亚人和阿哈伊亚人的足迹。当他们抵达同一地点时,彼此欢喜相见,像兄弟般互相致意。

§6.3.25

καὶ ἐπυνθάνοντο οἱ Ἀρκάδες τῶν περὶ Ξενοφῶντα τί τὰ πυρὰ κατασβέσειαν·3 ἡμεῖς μὲν γάρ, ἔφασαν, ᾤμεθα ὑμᾶς τὸ μὲν πρῶτον, ἐπειδὴ τὰ πυρὰ οὐχ ἑωρῶμεν, τῆς νυκτὸς ἥξειν ἐπὶ τοὺς πολεμίους· καὶ οἱ πολέμιοι δέ, ὥς γε ἡμῖν ἐδόκουν, τοῦτο δείσαντες ἀπῆλθον· σχεδὸν γὰρ ἀμφὶ τοῦτον τὸν χρόνον ἀπῇσαν.

阿卡迪亚人向色诺芬麾下的人打听为何要熄灭营火。“因为我们,”他们说,“起初看不见营火时,以为你们会在夜间向敌人发起进攻;敌人看来也是惧怕这一点而撤走的,因为他们差不多就是在那时离去的。

§6.3.26

ἐπεὶ δὲ οὐκ ἀφίκεσθε, ὁ δὲ χρόνος ἐξῆκεν, ᾠόμεθα ὑμᾶς πυθομένους τὰ παρʼ ἡμῖν φοβηθέντας οἴχεσθαι ἀποδράντας ἐπὶ θάλατταν· καὶ ἐδόκει ἡμῖν μὴ ἀπολείπεσθαι ὑμῶν. οὕτως οὖν καὶ ἡμεῖς δεῦρο ἐπορεύθημεν.

可是你们迟迟未到,时间也已过去,我们便以为你们获悉了我们的困境后心生畏惧,已逃往海边;我们觉得绝不可被你们撇下。因此,我们也赶到了这里。”

语法注3 条
  1. 6.3.17τῶνδε σωθέντων πάντας εἰς ταὐτὸν ἐλθόντας

    与前半句中的属格绝对结构 τῶν δὲ πολιορκουμένων ἀπολομένων 形成对照的条件表达。其中 τῶνδε σωθέντων 为属格绝对结构,而 πάντας εἰς ταὐτὸν ἐλθόντας 则采用宾格,作为后接不定式 ἔχεσθαι 的逻辑主语,体现了属格与宾格交替出现的混成句法结构。

  2. 6.3.22ἐλάνθανον αὑτοὺς ἐπὶ τῷ λόφῳ γενόμενοι

    λανθάνω 搭配反身代词和分词的句式,意为“不知不觉间已到达山丘”或“自己未曾意识到便已处于……”。通常 λανθάνω 搭配分词表示某动作瞒过他人,但加上反身代词后,则构成表示动作主体自身未曾留心便已陷入某种状态的惯用表达。

  3. 6.3.25τί τὰ πυρὰ κατασβέσειαν

    在由过去时主动词 ἐπυνθάνοντο 引导的间接疑问句中使用的斜格祈愿语气(不定过去时祈愿式)。直接引语中原为直陈式不定过去时的疑问句(τί κατεσβέσατε;,“你们为何扑灭了营火?”),在转述时随主句过去时态转变为祈愿式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.3.17-6.3.26