- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.3.1-6.3.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
擅自单独行动的阿卡迪亚部队在抢掠时遭到色雷斯人的猛烈反击并损失惨重,被围困在山丘上且被切断水源。由内陆行军的色诺芬从捕虏口中获知这一危局,遂激励全军立刻驰援以防止全灭。
ἔπραξαν δʼ αὐτῶν ἕκαστοι τάδε. οἱ μὲν Ἀρκάδες ὡς ἀπέβησαν νυκτὸς εἰς Κάλπης λιμένα, πορεύονται εἰς τὰς πρώτας κώμας, στάδια ἀπὸ θαλάττης ὡς τριάκοντα.
他们各部行动如下:阿卡迪亚人乘夜在卡尔佩港登陆后,便向距离大海约三十斯塔德的首批村落进军。
ἐπεὶ δὲ φῶς ἐγένετο, ἦγεν ἕκαστος ὁ στρατηγὸς τὸν αὑτοῦ λόχον ἐπὶ κώμην· ὁποία δὲ μείζων ἐδόκει εἶναι, σύνδυο λόχους ἦγον οἱ στρατηγοί.
天亮之后,每位将领各率本部连队攻打一座村落;凡是看来规模较大的村落,将领们便率两个连队合力前往。
συνεβάλλοντο δὲ καὶ λόφον1 εἰς ὃν δέοι πάντας ἁλίζεσθαι· καὶ ἅτε ἐξαίφνης ἐπιπεσόντες ἀνδράποδά τε πολλὰ ἔλαβον καὶ πρόβατα πολλὰ περιεβάλλοντο.
他们还约定了一座山丘,所有人届时都应在那里会合;由于出其不意发起袭击,他们俘获了许多奴隶,并围捕了许多牲畜。
οἱ δὲ Θρᾷκες ἡθροίζοντο οἱ διαφεύγοντες· πολλοὶ δὲ διέφευγον πελτασταὶ ὄντες ὁπλίτας ἐξ αὐτῶν τῶν χειρῶν. ἐπεὶ δὲ συνελέγησαν, πρῶτον μὲν τῷ Σμίκρητος λόχῳ ἑνὸς τῶν Ἀρκάδων στρατηγῶν ἀπιόντι ἤδη εἰς τὸ συγκείμενον καὶ πολλὰ χρήματα ἄγοντι ἐπιτίθενται.
然而逃脱的色雷斯人逐渐聚集起来;许多人因是轻盾兵,得以直接从重装步兵手中逃脱。他们聚集起来后,首先袭击了阿卡迪亚将领之一斯米克勒斯的连队,当时该连已在撤往约定地点并押送大量财物。
καὶ τέως μὲν ἐμάχοντο ἅμα πορευόμενοι οἱ Ἕλληνες, ἐπὶ δὲ διαβάσει χαράδρας τρέπονται αὐτούς, καὶ αὐτόν τε τὸν Σμίκρητα ἀποκτιννύασι καὶ τοὺς ἄλλους πάντας· ἄλλου δὲ λόχου τῶν δέκα στρατηγῶν τοῦ Ἡγησάνδρου ὀκτὼ μόνους ἔλιπον· καὶ αὐτὸς Ἡγήσανδρος ἐσώθη.
起初希腊人一边行进一边战斗,但在跨越一条冲沟时,敌人将他们击溃,不仅杀死了斯米克勒斯本人,还歼灭了其余所有人;而在十位将领中的另一位赫格桑德罗斯的连队里,敌人仅留下了八个活口;赫格桑德罗斯本人得以幸免。
καὶ οἱ ἄλλοι δὲ λόχοι συνῆλθον οἱ μὲν σὺν πράγμασιν οἱ δὲ ἄνευ πραγμάτων· οἱ δὲ Θρᾷκες ἐπεὶ ηὐτύχησαν τοῦτο τὸ εὐτύχημα, συνεβόων τε ἀλλήλους καὶ συνελέγοντο ἐρρωμένως τῆς νυκτός. καὶ ἅμα ἡμέρᾳ κύκλῳ περὶ τὸν λόφον ἔνθα οἱ Ἕλληνες ἐστρατοπεδεύοντο ἐτάττοντο καὶ ἱππεῖς πολλοὶ καὶ πελτασταί, καὶ ἀεὶ πλέονες συνέρρεον· καὶ προσέβαλλον πρὸς τοὺς ὁπλίτας ἀσφαλῶς· οἱ μὲν γὰρ Ἕλληνες οὔτε τοξότην εἶχον οὔτε ἀκοντιστὴν οὔτε ἱππέα· οἱ δὲ προσθέοντες καὶ προσελαύνοντες ἠκόντιζον· ὁπότε δὲ αὐτοῖς ἐπίοιεν, ῥᾳδίως ἀπέφευγον· ἄλλοι δὲ ἄλλῃ ἐπετίθεντο.
其余各连队也汇合起来,有的遭遇困难,有的未遇困难。色雷斯人既然取得了这一胜利,便互相呼应,趁夜强力集结。破晓时分,大批骑兵与轻盾兵在希腊人扎营的山丘四周列阵,而且不断有更多的人涌来;他们毫无危险地向重装步兵发起袭击;因为希腊人既无弓箭手,也无标枪手,更无骑兵;而敌人奔跑或策马逼近掷出标枪;每当希腊人向他们冲锋,他们便轻易逃散,另一些人又从别处发起攻击。
καὶ τῶν μὲν πολλοὶ ἐτιτρώσκοντο, τῶν δὲ οὐδείς· ὥστε κινηθῆναι οὐκ ἐδύναντο ἐκ τοῦ χωρίου, ἀλλὰ τελευτῶντες καὶ ἀπὸ τοῦ ὕδατος εἶργον αὐτοὺς οἱ Θρᾷκες.
希腊人多有受伤,敌人却无一人受损;以致他们无法离开该地,色雷斯人最终甚至切断了他们的水源。
ἐπεὶ δὲ ἀπορία πολλὴ ἦν, διελέγοντο περὶ σπονδῶν· καὶ τὰ μὲν ἄλλα ὡμολόγητο αὐτοῖς, ὁμήρους δὲ οὐκ ἐδίδοσαν οἱ Θρᾷκες αἰτούντων τῶν Ἑλλήνων, ἀλλʼ ἐν τούτῳ ἴσχετο. τὰ μὲν δὴ τῶν Ἀρκάδων οὕτως εἶχε.
由于陷入极度困境,他们便商讨休战;其他各项均已达成协议,但在希腊人索要人质时色雷斯人却不肯交出,谈判遂在此停滞不前。阿卡迪亚人的处境便是如此。
Χειρίσοφος δὲ ἀσφαλῶς πορευόμενος παρὰ θάλατταν ἀφικνεῖται εἰς Κάλπης λιμένα. Ξενοφῶντι δὲ διὰ τῆς μεσογείας πορευομένῳ οἱ ἱππεῖς καταθέοντες ἐντυγχάνουσι πρεσβύταις πορευομένοις ποι. καὶ ἐπεὶ ἤχθησαν παρὰ Ξενοφῶντα, ἐρωτᾷ αὐτοὺς εἴ που ᾔσθηνται ἄλλου στρατεύματος ὄντος Ἑλληνικοῦ.
基利索福斯沿着海滨平安行进,抵达了卡尔佩港。色诺芬在穿过内陆行进时,他的骑兵向前奔袭,遇见了一些正赶往某地的老人。当他们被带到色诺芬面前时,色诺芬询问他们是否在某处察觉到另一支希腊军队。
οἱ δὲ ἔλεγον πάντα τὰ γεγενημένα, καὶ νῦν ὅτι πολιορκοῦνται ἐπὶ λόφου, οἱ δὲ Θρᾷκες πάντες περικεκυκλωμένοι εἶεν2 αὐτούς. ἐνταῦθα τοὺς μὲν ἀνθρώπους τούτους ἐφύλαττεν ἰσχυρῶς, ὅπως ἡγεμόνες εἶεν ὅποι δέοι· σκοποὺς δὲ καταστήσας συνέλεξε τοὺς στρατιώτας καὶ ἔλεξεν·
他们讲述了所发生的一切,并说如今希腊人被围困在山丘上,全体色雷斯人已将他们重重包围。于是色诺芬严加看管这些人,以便让他们在必要时充当向导;在设立哨兵之后,他召集士兵讲话道:
ἄνδρες στρατιῶται, τῶν Ἀρκάδων οἱ μὲν τεθνᾶσιν, οἱ δὲ λοιποὶ ἐπὶ λόφου τινὸς πολιορκοῦνται. νομίζω δʼ ἔγωγε, εἰ ἐκεῖνοι ἀπολοῦνται, οὐδʼ ἡμῖν εἶναι οὐδεμίαν σωτηρίαν, οὕτω μὲν πολλῶν ὄντων τῶν πολεμίων, οὕτω δὲ τεθαρρηκότων.
“士兵们,阿卡迪亚人有的已经阵亡,其余的被围困在一座山丘上。我个人认为,如果那些人灭亡,鉴于敌人人数如此众多、气焰如此嚣张,我们也将毫无生路。
κράτιστον οὖν ἡμῖν ὡς τάχιστα βοηθεῖν τοῖς ἀνδράσιν, ὅπως εἰ ἔτι εἰσὶ σῷοι, σὺν ἐκείνοις μαχώμεθα καὶ μὴ μόνοι λειφθέντες μόνοι καὶ κινδυνεύωμεν.
因此,我们最好尽快去救援那些人,以便在他们依然安好的情况下与他们并肩作战,免得只剩下我们独自承担危险。
ἡμεῖς γὰρ ἀποδραίημεν ἂν οὐδαμοῖ ἐνθένδε· πολλὴ μὲν γάρ, ἔφη, εἰς Ἡράκλειαν πάλιν ἀπιέναι,3 πολλὴ δὲ εἰς Χρυσόπολιν διελθεῖν· οἱ δὲ πολέμιοι πλησίον· εἰς Κάλπης δὲ λιμένα, ἔνθα Χειρίσοφον εἰκάζομεν εἶναι, εἰ σέσωσται, ἐλαχίστη ὁδός. ἀλλὰ δὴ ἐκεῖ μὲν οὔτε πλοῖά ἐστιν οἷς ἀποπλευσούμεθα, μένουσι δὲ αὐτοῦ οὐδὲ μιᾶς ἡμέρας ἔστι τὰ ἐπιτήδεια.
因为我们从这里根本无处可逃;因为,”他说道,“返回赫拉克利亚路途遥远,前往克律索波利斯路途同样遥远;而敌人近在咫尺;至于前往我们推测基利索福斯所在的卡尔佩港——如果他已安全脱险的话——路程最短。然而那里既没有供我们乘船离去的船只,对于留在那里的人来说,甚至连一天的粮食也没有。
- 6.3.3συνεβάλλοντο δὲ καὶ λόφον
中动相动词 συμβάλλομαι 支配宾格名词(λόφον),意为“约定(山丘)”。随后的关系从句 εἰς ὃν δέοι 在过去时序中采用间接引语希求语气,表示约定的目的或指示。
- 6.3.11περικεκυκλωμένοι εἶεν
由完成时分词 περικεκυκλωμένοι 与 εἶεν 构成的迂回完成时希求语气,用于间接引语中。此处具有中动相或及物的主动意义,直接支配宾格补足语 αὐτούς,表示已将他们完全包围的状态。
- 6.3.16πολλὴ μὲν γάρ, ἔφη, εἰς Ἡράκλειαν πάλιν ἀπιέναι
阴性形容词 πολλὴ 省略了阴性名词 ὁδός(意为“路程遥远”),与后文的 ἐλαχίστη ὁδός 形成对称对照。不定词 ἀπιέναι 作解释性说明,限定该路程是指“返回赫拉克利亚”。
