← 色诺芬

长征记

§6.2.10-6.2.19

希腊军的三路分裂与各自进发

阿卡迪亚人和阿开亚人因不满统帅而分裂,推选出十位将领单独行动,基利索福斯的总指挥权由此瓦解。全军遂分裂为阿卡迪亚与阿开亚联军、基利索福斯部及色诺芬部三部分,各自循不同路线进军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.10

οἱ δὲ λόγοι ἦσαν αὐτοῖς ὡς αἰσχρὸν εἴη ἄρχειν Ἀθηναῖον Πελοποννησίων καὶ Λακεδαιμόνιον,1 μηδεμίαν δύναμιν παρεχόμενον εἰς τὴν στρατιάν, καὶ τοὺς μὲν πόνους σφᾶς ἔχειν, τὰ δὲ κέρδη ἄλλους, καὶ ταῦτα τὴν σωτηρίαν σφῶν κατειργασμένων·2 εἶναι γὰρ τοὺς κατειργασμένους Ἀρκάδας καὶ Ἀχαιούς, τὸ δʼ ἄλλο στράτευμα οὐδὲν εἶναι (καὶ ἦν δὲ τῇ ἀληθείᾳ ὑπὲρ ἥμισυ τοῦ στρατεύματος Ἀρκάδες καὶ Ἀχαιοί)·

他们的论调是:由一个雅典人以及一个并未给军队提供任何兵力的拉栖代梦人来统领伯罗奔尼撒人,而由他们自己承担劳苦、他人坐享其成,这是可耻的,况且还是在保全全军的功劳归于他们自己的情况下;因为,他们说,成全获救的是阿卡迪亚人和阿开亚人,其余部队根本微不足道(而事实上,全军半数以上确是阿卡迪亚人和阿开亚人)。

§6.2.11

εἰ οὖν σωφρονοῖεν, αὐτοὶ συστάντες καὶ στρατηγοὺς ἑλόμενοι ἑαυτῶν καθʼ ἑαυτοὺς ἂν τὴν πορείαν ποιοῖντο καὶ πειρῷντο ἀγαθόν τι λαμβάνειν.

因此,如果他们明智的话,就应当自行结集,从自己人中选出将领,独立进军,并设法捞取一些好处。

§6.2.12

ταῦτʼ ἔδοξε· καὶ ἀπολιπόντες Χειρίσοφον εἴ τινες ἦσαν παρʼ αὐτῷ Ἀρκάδες ἢ Ἀχαιοὶ καὶ Ξενοφῶντα συνέστησαν καὶ στρατηγοὺς αἱροῦνται ἑαυτῶν δέκα· τούτους δὲ ἐψηφίσαντο ἐκ τῆς νικώσης3 ὅ τι δοκοίη τοῦτο ποιεῖν. ἡ μὲν οὖν τοῦ παντὸς ἀρχὴ Χειρισόφῳ ἐνταῦθα κατελύθη ἡμέρᾳ ἕκτῃ ἢ ἑβδόμῃ ἀφʼ ἧς ᾑρέθη.

这一主张获得了通过;他们若是有人随从基利索福斯或色诺芬,便脱离他们,阿卡迪亚人与阿开亚人联合起来,从自己人中选出了十位将领;他们投票决定,凡依多数票决定的事,这些将领便照此执行。于是,基利索福斯的统帅权在被推选后的第六天或第七天便告终结。

§6.2.13

Ξενοφῶν μέντοι ἐβούλετο κοινῇ μετʼ αὐτῶν τὴν πορείαν ποιεῖσθαι, νομίζων οὕτως ἀσφαλεστέραν εἶναι ἢ ἰδίᾳ ἕκαστον στέλλεσθαι· ἀλλὰ Νέων ἔπειθεν αὐτὸν καθʼ αὑτὸν πορεύεσθαι, ἀκούσας τοῦ Χειρισόφου ὅτι Κλέανδρος ὁ ἐν Βυζαντίῳ ἁρμοστὴς φαίη τριήρεις ἔχων ἥξειν εἰς Κάλπης λιμένα· ὅπως οὖν μηδεὶς μετάσχοι, ἀλλʼ αὐτοὶ καὶ οἱ αὐτῶν στρατιῶται ἐκπλεύσειαν ἐπὶ τῶν τριήρων, διὰ ταῦτα συνεβούλευε. καὶ Χειρίσοφος, ἅμα μὲν ἀθυμῶν τοῖς γεγενημένοις, ἅμα δὲ μισῶν ἐκ τούτου τὸ στράτευμα, ἐπιτρέπει αὐτῷ ποιεῖν ὅ τι βούλεται.

色诺芬原本希望与他们共同进军,认为这样比各自单独出发更为安全;但涅翁却劝他独自进军,因为涅翁从基利索福斯处听说,拜占庭的总督克勒安德罗斯称将率三列桨座战船来到卡尔佩港;他之所以如此建议,是为了不让任何人分一杯羹,而让他们自己及本部士兵能乘三列桨座战船出海。基利索福斯由于对所发生的一切感到心灰意冷,同时从此厌恶这支军队,便听任他爱怎样做就怎样做。

§6.2.15

Ξενοφῶν δὲ ἔτι μὲν ἐπεχείρησεν ἀπαλλαγεὶς τῆς στρατιᾶς ἐκπλεῦσαι· θυομένῳ δὲ αὐτῷ τῷ ἡγεμόνι Ἡρακλεῖ καὶ κοινουμένῳ, πότερα λῷον καὶ ἄμεινον εἴη στρατεύεσθαι ἔχοντι τοὺς παραμείναντας τῶν στρατιωτῶν ἢ ἀπαλλάττεσθαι, ἐσήμηνεν ὁ θεὸς τοῖς ἱεροῖς συστρατεύεσθαι.

色诺芬仍试图离开军队乘船离去;但他向向导赫拉克勒斯献祭求问,究竟是率领留下的士兵继续从军更好更有益,还是离去更好,神祇通过祭品征兆指示他应当随同进军。

§6.2.16

οὕτω γίγνεται τὸ στράτευμα τρίχα, Ἀρκάδες μὲν καὶ Ἀχαιοὶ πλείους ἢ τετρακισχίλιοι, ὁπλῖται πάντες, Χειρισόφῳ δʼ ὁπλῖται μὲν εἰς τετρακοσίους καὶ χιλίους, πελτασταὶ δὲ εἰς ἑπτακοσίους, οἱ Κλεάρχου Θρᾷκες, Ξενοφῶντι δὲ ὁπλῖται μὲν εἰς ἑπτακοσίους καὶ χιλίους, πελτασταὶ δὲ εἰς τριακοσίους· ἱππικὸν δὲ μόνος οὗτος εἶχεν, ἀμφὶ τετταράκοντα ἱππέας.

这样,军队被一分为三:阿卡迪亚人和阿开亚人有四千余人,全为重装步兵;基利索福斯部有重装步兵约一千四百人,轻盾兵约七百人(即克勒阿尔科斯的色雷斯人);色诺芬部有重装步兵约一千七百人,轻盾兵约三百人;唯独他拥有骑兵,约四十名骑兵。

§6.2.17

καὶ οἱ μὲν Ἀρκάδες διαπραξάμενοι πλοῖα παρὰ τῶν Ἡρακλεωτῶν πρῶτοι πλέουσιν, ὅπως ἐξαίφνης ἐπιπεσόντες τοῖς Βιθυνοῖς λάβοιεν ὅτι πλεῖστα· καὶ ἀποβαίνουσιν εἰς Κάλπης λιμένα κατὰ μέσον πως τῆς Θρᾴκης.

阿卡迪亚人从赫拉克利亚人那里筹得船只,最先扬帆启航,以便出其不意袭击比提尼亚人,掳掠尽可能多的战利品;他们在约位于色雷斯中部的卡尔佩港登陆。

§6.2.18

Χειρίσοφος δʼ εὐθὺς ἀπὸ τῆς πόλεως τῶν Ἡρακλεωτῶν ἀρξάμενος πεζῇ ἐπορεύετο διὰ τῆς χώρας· ἐπεὶ δὲ εἰς τὴν Θρᾴκην ἐνέβαλε, παρὰ τὴν θάλατταν ᾔει· καὶ γὰρ ἠσθένει. Ξενοφῶν δὲ πλοῖα λαβὼν ἀποβαίνει ἐπὶ τὰ ὅρια τῆς Θρᾴκης καὶ τῆς Ἡρακλεώτιδος καὶ διὰ μεσογείας ἐπορεύετο.

基利索福斯直接从赫拉克利亚人的城邦出发,徒步穿过陆地;但当他进入色雷斯境内后,便沿着海滨行进;因为他当时生了病。色诺芬则取得船只,在色雷斯与赫拉克利亚领地的交界处登陆,穿过内陆地区行进。

语法注3 条
  1. 6.2.10ἄρχειν Ἀθηναῖον Πελοποννησίων καὶ Λακεδαιμόνιον

    不定词 ἄρχειν 的主语是由宾格 Ἀθηναῖον(指色诺芬)和 Λακεδαιμόνιον(指基利索福斯)并列构成的,属格 Πελοποννησίων 则是 ἄρχειν 的支配对象(宾语)。后文的单数阳性宾格分词 παρεχόμενον 与 Λακεδαιμόνιον 保持性数格一致,证实了 Λακεδαιμόνιον 与 Ἀθηναῖον 处于并列主语的地位。

  2. 6.2.10καὶ ταῦτα τὴν σωτηρίαν σφῶν κατειργασμένων

    καὶ ταῦτα 为副词性宾格短语,意为“况且”、“在……的情况下”,与后接的属格独立结构 σφῶν κατειργασμένων 结合,用来强化让步或理由。σφῶν 是间接反身代词,指代文脉中的主语即阿卡迪亚人和阿开亚人自身。

  3. 6.2.12ἐκ τῆς νικώσης

    属于固定习语的省略形式,从完整表达 ἐκ τῆς νικώσης γνώμης 中省略了名词 γνώμης(意见、表决),意为“依多数决”、“按照占优势的票决”。介词 ἐκ 表示决定的依据或准则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.2.10-6.2.19