- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.2.1-6.2.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军抵达赫拉克利亚,在吕孔等人的煽动下士兵们决议向该城勒索巨款;在将领们拒绝出使后,使节向该城施加威胁导致赫拉克利亚人闭门设防,阿卡迪亚人与阿开亚人则结党对抗统帅。
ἐντεῦθεν τῇ ὑστεραίᾳ ἀναγόμενοι πνεύματι ἔπλεον καλῷ ἡμέρας δύο παρὰ γῆν. καὶ παραπλέοντες ἀφίκοντο εἰς Ἡράκλειαν πόλιν Ἑλληνίδα Μεγαρέων ἄποικον, οὖσαν δʼ ἐν τῇ Μαριανδυνῶν χώρᾳ.
次日他们从那里启航,乘着顺风沿着海岸航行了两天。他们沿岸航行,抵达了马良杜诺伊人领地内的希腊城邦赫拉克利亚,这是墨伽拉人的殖民城邦。
καὶ ὡρμίσαντο παρὰ τῇ Ἀχερουσιάδι Χερρονήσῳ, ἔνθα λέγεται ὁ Ἡρακλῆς ἐπὶ τὸν Κέρβερον κύνα καταβῆναι ᾗ νῦν τὰ σημεῖα δεικνύασι τῆς καταβάσεως τὸ βάθος πλέον ἢ ἐπὶ δύο στάδια.
他们在阿刻戎半岛旁抛锚停泊,相传赫拉克勒斯曾在此下到冥府捕捉恶犬刻耳柏洛斯,如今人们仍指认其下降的遗迹,深达两斯塔德以上。
ἐνταῦθα τοῖς Ἕλλησιν οἱ Ἡρακλεῶται ξένια πέμπουσιν ἀλφίτων μεδίμνους τρισχιλίους καὶ οἴνου κεράμια δισχίλια καὶ βοῦς εἴκοσι καὶ οἶς ἑκατόν. ἐνταῦθα διὰ τοῦ πεδίου ῥεῖ ποταμὸς Λύκος ὄνομα, εὖρος ὡς δύο πλέθρων.
在此处,赫拉克利亚人向希腊军送来了款待的赠礼:三千美狄姆诺斯大麦粉、两千罐葡萄酒、二十头公牛和一百只绵羊。此处有一条名叫吕科斯的河流穿过平原,水宽约两普勒特隆。
οἱ δὲ στρατιῶται συλλεγέντες ἐβουλεύοντο τὴν λοιπὴν πορείαν πότερον κατὰ γῆν ἢ κατὰ θάλατταν χρὴ πορευθῆναι ἐκ τοῦ Πόντου. ἀναστὰς δὲ Λύκων Ἀχαιὸς εἶπε· θαυμάζω μέν, ὦ ἄνδρες, τῶν στρατηγῶν ὅτι1 οὐ πειρῶνται ἡμῖν ἐκπορίζειν σιτηρέσιον· τὰ μὲν γὰρ ξένια οὐ μὴ γένηται2 τῇ στρατιᾷ τριῶν ἡμερῶν σιτία· ὁπόθεν δʼ ἐπισιτισάμενοι πορευσόμεθα οὐκ ἔστιν, ἔφη. ἐμοὶ οὖν δοκεῖ αἰτεῖν τοὺς Ἡρακλεώτας μὴ ἔλαττον ἢ τρισχιλίους κυζικηνούς·
士兵们集会商议余下的路程,究竟应当由陆路还是海路离开本都。阿开亚人吕孔站起身来说:“同袍们,我对于将领们感到诧异,因为他们并不设法为我们筹措粮饷;这些礼物绝不够军队维持三天的口粮;更没有地方,”他说,“能让我们筹得补给继续前行。因此,依我之见,应当向赫拉克利亚人索要不少于三千基齐库斯金币。”
ἄλλος δʼ εἶπε μὴ ἔλαττον ἢ μυρίους· καὶ ἑλομένους πρέσβεις αὐτίκα μάλα ἡμῶν καθημένων πέμπειν πρὸς τὴν πόλιν, καὶ εἰδέναι ὅ τι ἂν ἀπαγγέλλωσι, καὶ πρὸς ταῦτα βουλεύεσθαι.
另有人说不少于一万;并且应当趁我们此刻仍坐在这里集会时,立即选出使节派往城中,获知他们的答复,并据此进行商议。
ἐντεῦθεν προυβάλλοντο πρέσβεις πρῶτον μὲν Χειρίσοφον, ὅτι ἄρχων ᾕρητο· ἔστι δʼ οἳ3 καὶ Ξενοφῶντα. οἱ δὲ ἰσχυρῶς ἀπεμάχοντο· ἀμφοῖν γὰρ ταὐτὰ ἐδόκει μὴ ἀναγκάζειν πόλιν Ἑλληνίδα καὶ φιλίαν ὅ τι μὴ αὐτοὶ ἐθέλοντες διδοῖεν.4
于是他们首先推举基利索福斯出任使节,因他已被选为总指挥;也有人推举色诺芬。但两人极力推辞;因为在他们两人看来,都不应当强迫一个希腊的、且友好的城邦交出其不愿自愿给予之物。
ἐπεὶ δʼ οὗτοι ἐδόκουν ἀπρόθυμοι εἶναι, πέμπουσι Λύκωνα Ἀχαιὸν καὶ Καλλίμαχον Παρράσιον καὶ Ἀγασίαν Στυμφάλιον. οὗτοι ἐλθόντες ἔλεγον τὰ δεδογμένα· τὸν δὲ Λύκωνα ἔφασαν καὶ ἐπαπειλεῖν, εἰ μὴ ποιήσοιεν ταῦτα.
见他们不愿前往,众人便派遣了阿开亚人吕孔、帕拉斯亚人卡利马科斯和斯廷法洛斯人阿加西亚斯。他们前去传达了决议;据说吕孔甚至威胁说,如果他们不照办便会面临后果。
ἀκούσαντες δʼ οἱ Ἡρακλεῶται βουλεύσεσθαι ἔφασαν· καὶ εὐθὺς τά τε χρήματα ἐκ τῶν ἀγρῶν συνῆγον καὶ τὴν ἀγορὰν εἴσω ἀνεσκεύασαν, καὶ αἱ πύλαι ἐκέκλειντο καὶ ἐπὶ τῶν τειχῶν ὅπλα ἐφαίνετο.
赫拉克利亚人听后表示要商议;随即他们将财物从田野收拢,将市集迁至城内,城门紧闭,城墙上出现了武装人员。
ἐκ τούτου οἱ ταράξαντες ταῦτα τοὺς στρατηγοὺς ᾐτιῶντο διαφθείρειν τὴν πρᾶξιν· καὶ συνίσταντο οἱ Ἀρκάδες καὶ οἱ Ἀχαιοί· προειστήκει δὲ μάλιστα αὐτῶν Καλλίμαχός τε ὁ Παρράσιος καὶ Λύκων ὁ Ἀχαιός.
由此,那些挑起此事的人便指责是将领们败坏了这桩大事;阿卡迪亚人和阿开亚人开始结党;其中主要领头的便是帕拉斯亚人卡利马科斯与阿开亚人吕孔。
- 6.2.4θαυμάζω μέν, ὦ ἄνδρες, τῶν στρατηγῶν ὅτι
动词 θαυμάζω 后接表示对象的人的属格(τῶν στρατηγῶν),并通过由 ὅτι 引导的原因从句说明感到诧异的由头。
- 6.2.4οὐ μὴ γένηται
οὐ μή 加上第二不定过去时虚拟式(γένηται)构成强烈的否定推测(“绝不会成为”)。中性复数主语(τὰ ξένια)与单数动词搭配。
- 6.2.6ἔστι δʼ οἳ
短语 ἔστιν οἵ 是一个表示“有些人”的固定习语。动词 ἔστι 保持第三人称单数不变,复数关系代词 οἵ 则充当上下文逻辑上的主语。
- 6.2.6ὅ τι μὴ αὐτοὶ ἐθέλοντες διδοῖεν
词组 ὅ τι μή 是一个表示“除……之外”的限定性习惯表达。动词 διδοῖεν 是顺应主句过去时动词(ἐδόκει)而在过去从属句中使用的斜格希求式。
