- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.1.25-6.1.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
全军集会欲选举一人统领并推举色诺芬,但色诺芬顾虑拉凯达伊蒙人的权威并申明神明的凶兆而坚决辞谢,最终基利索福斯被选为统帅。
ἡ δὲ στρατιὰ συνῆλθε, καὶ πάντες ἔλεγον ἕνα αἱρεῖσθαι· καὶ ἐπεὶ τοῦτο ἔδοξε, προυβάλλοντο αὐτόν. ἐπεὶ δὲ ἐδόκει δῆλον εἶναι ὅτι αἱρήσονται αὐτόν, εἴ τις ἐπιψηφίζοι, ἀνέστη καὶ ἔλεξε τάδε.
军队召集了大会,所有人都主张选出一位统帅;当这一决议通过后,他们便推举了色诺芬。但当看似十分清楚,只要有人付诸表决他们就会选举他时,他站起身来,说了以下这番话:
ἐγώ, ὦ ἄνδρες, ἥδομαι μὲν ὑφʼ ὑμῶν τιμώμενος, εἴπερ ἄνθρωπός εἰμι, καὶ χάριν ἔχω καὶ εὔχομαι δοῦναί μοι τοὺς θεοὺς αἴτιόν τινος ὑμῖν ἀγαθοῦ γενέσθαι· τὸ μέντοι ἐμὲ προκριθῆναι ὑφʼ ὑμῶν ἄρχοντα Λακεδαιμονίου ἀνδρὸς παρόντος οὔτε ὑμῖν μοι δοκεῖ συμφέρον εἶναι, ἀλλʼ ἧττον ἂν διὰ τοῦτο τυγχάνειν, εἴ τι δέοισθε παρʼ αὐτῶν·1 ἐμοί τε αὖ οὐ πάνυ τι νομίζω ἀσφαλὲς εἶναι τοῦτο.
“诸位同袍,受到你们的尊崇,只要我还是个凡人,我自然感到欣喜并心存感激,我也祈求诸神赐予我能为你们带来某种益处;然而,在有一位拉凯达伊蒙人在场的情况下,我被你们推选为统帅,在我看来对你们并没有益处,反而因这缘故,你们若向他们提出任何请求,能得到的或许更少;而且对我自己而言,我认为这绝非完全安全。
ὁρῶ γὰρ ὅτι καὶ τῇ πατρίδι μου οὐ πρόσθεν ἐπαύσαντο πολεμοῦντες πρὶν ἐποίησαν πᾶσαν τὴν πόλιν ὁμολογεῖν Λακεδαιμονίους καὶ αὐτῶν ἡγεμόνας εἶναι.
因为我看到,他们连对我祖邦的战争,也直到迫使整个城邦承认拉凯达伊蒙人也是他们的领袖时才肯罢休。
ἐπεὶ δὲ τοῦτο ὡμολόγησαν, εὐθὺς ἐπαύσαντο πολεμοῦντες καὶ οὐκέτι πέρα ἐπολιόρκησαν τὴν πόλιν. εἰ οὖν ταῦτα ὁρῶν ἐγὼ δοκοίην ὅπου δυναίμην ἐνταῦθʼ ἄκυρον ποιεῖν τὸ ἐκείνων ἀξίωμα, ἐκεῖνο ἐννοῶ μὴ λίαν ἂν ταχὺ σωφρονισθείην.2
而当城邦承认了这一点后,他们立刻停火,不再进一步围攻该城。因此,如果我目睹了这些,却看似无论在何处有能力便去削弱他们的权威,我深思着自己恐怕会极快地受到惩治。
ὃ δὲ ὑμεῖς ἐννοεῖτε, ὅτι ἧττον ἂν στάσις εἴη ἑνὸς ἄρχοντος ἢ πολλῶν, εὖ ἴστε ὅτι ἄλλον μὲν ἑλόμενοι οὐχ εὑρήσετε ἐμὲ στασιάζοντα· νομίζω γὰρ ὅστις ἐν πολέμῳ ὢν στασιάζει πρὸς ἄρχοντα, τοῦτον πρὸς τὴν ἑαυτοῦ σωτηρίαν στασιάζειν· ἐὰν δὲ ἐμὲ ἕλησθε, οὐκ ἂν θαυμάσαιμι εἴ τινα εὕροιτε καὶ ὑμῖν καὶ ἐμοὶ ἀχθόμενον.
至于你们所顾虑的——认为由一人统领比起多人领导纷争会更少——你们要清楚知道,若你们选了别人,绝不会发现我挑起纷争;因为我认为,凡在战时反对统帅而挑起内讧者,乃是在反对自身的安全而挑起内讧;但若你们选了我,如果你们发现有人对你们和我同时怀恨在心,我也绝不会感到意外。”
ἐπεὶ ταῦτα εἶπε, πολὺ πλείονες ἀνίσταντο λέγοντες ὡς δέοι αὐτὸν ἄρχειν. Ἀγασίας δὲ Στυμφάλιος εἶπεν ὅτι γελοῖον εἴη, εἰ οὕτως ἔχοι· ἢ ὀργιοῦνται Λακεδαιμόνιοι καὶ ἐὰν σύνδειπνοι συνελθόντες μὴ Λακεδαιμόνιον συμποσίαρχον αἱρῶνται; ἐπεὶ εἰ οὕτω γε τοῦτο ἔχει, ἔφη, οὐδὲ λοχαγεῖν ἡμῖν ἔξεστιν, ὡς ἔοικεν, ὅτι Ἀρκάδες ἐσμέν. ἐνταῦθα δὴ ὡς εὖ εἰπόντος τοῦ Ἀγασίου ἀνεθορύβησαν.
他说完这番话后,更多的人站起来说他应当指挥。但斯廷法洛斯人阿加西亚斯说,若情况真是如此,那就太可笑了:“难道拉凯达伊蒙人连同桌共餐者聚会时没有选一位拉凯达伊蒙人作为宴会掌席人,也要动怒吗?因为如果这事果真如此,”他说,“看来由于我们是阿卡迪亚人,我们连担任连队长都不被允许了。”这时众人喧声喝彩,认为阿加西亚斯说得极好。
καὶ ὁ Ξενοφῶν ἐπεὶ ἑώρα πλείονος ἐνδέον, παρελθὼν εἶπεν· ἀλλʼ, ὦ ἄνδρες, ἔφη, ὡς πάνυ εἰδῆτε, ὀμνύω ὑμῖν θεοὺς πάντας καὶ πάσας, ἦ μὴν ἐγώ, ἐπεὶ τὴν ὑμετέραν γνώμην ᾐσθανόμην, ἐθυόμην εἰ βέλτιον εἴη ὑμῖν τε ἐμοὶ ἐπιτρέψαι ταύτην τὴν ἀρχὴν καὶ ἐμοὶ ὑποστῆναι· καί μοι οἱ θεοὶ οὕτως ἐν τοῖς ἱεροῖς ἐσήμηναν ὥστε καὶ ἰδιώτην ἂν γνῶναι ὅτι τῆς μοναρχίας ἀπέχεσθαί με δεῖ.
色诺芬见需要进一步陈情,便上前说道:“同袍们,”他说,“为了让你们完全明了,我向你们以全体男女诸神起誓,当察觉到你们的心意时,我确实献祭求问,由你们将这统率之权托付于我、且由我承担下来,对你们和我是否更好;而诸神在祭牲的征兆中向我明确昭示,甚至连外行人都能看出,我必须远离这独揽的指挥权。”
οὕτω δὴ Χειρίσοφον αἱροῦνται. Χειρίσοφος δʼ ἐπεὶ ᾑρέθη, παρελθὼν εἶπεν· ἀλλʼ, ὦ ἄνδρες, τοῦτο μὲν ἴστε, ὅτι οὐδʼ ἂν ἔγωγε ἐστασίαζον, εἰ ἄλλον εἵλεσθε· Ξενοφῶντα μέντοι, ἔφη, ὠνήσατε οὐχ ἑλόμενοι· ὡς καὶ νῦν Δέξιππος ἤδη διέβαλλεν αὐτὸν πρὸς Ἀναξίβιον ὅ τι ἐδύνατο καὶ μάλα ἐμοῦ αὐτὸν σιγάζοντος. ὁ δʼ ἔφη νομίζειν αὐτὸν Τιμασίωνι μᾶλλον ἄρχειν συνεθελῆσαι Δαρδανεῖ ὄντι τοῦ Κλεάρχου στρατεύματος ἢ ἑαυτῷ Λάκωνι ὄντι.3
于是,他们便选举了基利索福斯。基利索福斯当选后,上前说道:“同袍们,至少有一点你们要知道,即便你们选了别人,我也绝不会挑起内讧;然而,”他说,“你们没有推选色诺芬,反倒是帮了他;因为就在刚才,德克西普斯已经在阿那克西比奥斯面前极尽所能地诋毁他了,尽管我极力制止他。德克西普斯说他认为色诺芬曾宁愿与克利阿科斯军中身为达耳达诺斯人的提马西翁共同掌权,也不愿与身为拉科尼亚人的他自己共事。
ἐπεὶ μέντοι ἐμὲ εἵλεσθε, ἔφη, καὶ ἐγὼ πειράσομαι ὅ τι ἂν δύνωμαι ὑμᾶς ἀγαθὸν ποιεῖν. καὶ ὑμεῖς οὕτω παρασκευάζεσθε ὡς αὔριον, ἐὰν πλοῦς ᾖ, ἀναξόμενοι· ὁ δὲ πλοῦς ἔσται εἰς Ἡράκλειαν· ἅπαντας οὖν δεῖ ἐκεῖσε πειρᾶσθαι κατασχεῖν· τὰ δʼ ἄλλα, ἐπειδὰν ἐκεῖσε ἔλθωμεν, βουλευσόμεθα.
不过,既然你们选了我,”他说,“我也必将尽我所能为你们谋求福祉。你们且作好准备,明日若适合航行便即启航;航程将前往赫拉克利亚;因此所有人都必须努力驶入该地靠岸;至于其余的事,等我们抵达那里再作商议。”
- 6.1.26ἀλλʼ ἧττον ἂν διὰ τοῦτο τυγχάνειν, εἴ τι δέοισθε παρʼ αὐτῶν
带 ἄν 的不定式 τυγχάνειν 承接前文的 δοκεῖ(与 συμφέρον εἶναι 并列)。其逻辑主语由上下文补出宾格 ὑμᾶς,构成由条件从句 εἴ τι δέοισθε 所引导的潜势条件句归结从句的不定式形式。
- 6.1.28ἐκεῖνο ἐννοῶ μὴ λίαν ἂν ταχὺ σωφρονισθείην
动词 ἐννοῶ 在此具有顾虑、担忧的意味(“我忧心于……”),后接连接词 μή 引出的从句。从句内 ἄν 与希求法 σωφρονισθείην 搭配,表示对于一种潜在不利后果的担忧(“唯恐我被整治得太快”)。
- 6.1.32ὁ δʼ ἔφη νομίζειν αὐτὸν Τιμασίωνι μᾶλλον ἄρχειν συνεθελῆσαι Δαρδανεῖ ὄντι τοῦ Κλεάρχου στρατεύματος ἢ ἑαυτῷ Λάκωνι ὄντι
嵌套的宾格加不定式结构。主语 ὁ δέ 指上文的德克西普斯,即“他(德克西普斯)说他认为……”。νομίζειν 从属句的主语宾格 αὐτόν 指色诺芬,而与格 ἑαυτῷ 是指代德克西普斯自身的间接反身代词。整句意为德克西普斯声称色诺芬宁可与达耳达诺斯人提马西翁共掌大权,也不愿与身为拉科尼亚人的自己共事。
