← 色诺芬

长征记

§6.1.14-6.1.24

抵达哈尔墨涅与色诺芬因占卜辞任统帅

在与使节达成协议后,希腊全军乘船抵达锡诺珀境内的哈尔墨涅;士兵们希望选出单一最高统帅并敦促色诺芬就职,但色诺芬在求卜后获知不可接受这一职位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.14

τῇ δὲ ὑστεραίᾳ προσῆγον αὐτοὺς εἰς τὸ στράτευμα· καὶ ἔδοξε τοῖς στρατιώταις μήτε ἀδικεῖν Παφλαγόνας μήτε ἀδικεῖσθαι. μετὰ τοῦτο οἱ μὲν πρέσβεις ᾤχοντο· οἱ δὲ Ἕλληνες, ἐπειδὴ πλοῖα ἱκανὰ ἐδόκει παρεῖναι, ἀναβάντες ἔπλεον ἡμέραν καὶ νύκτα πνεύματι καλῷ ἐν ἀριστερᾷ ἔχοντες τὴν Παφλαγονίαν.

次日,他们把使节引至全军面前;士兵们决议既不加害帕夫拉戈尼亚人,也不受其加害。此后使节们便离去了;希腊人因为见有足够的船只,便登船起航,在顺风中昼夜航行,帕夫拉戈尼亚始终在他们的左侧。

§6.1.15

τῇ δʼ ἄλλῃ ἀφικνοῦνται εἰς Σινώπην καὶ ὡρμίσαντο εἰς Ἁρμήνην τῆς Σινώπης. Σινωπεῖς δὲ οἰκοῦσι μὲν ἐν τῇ Παφλαγονικῇ, Μιλησίων δὲ ἄποικοί εἰσιν. οὗτοι δὲ ξένια πέμπουσι τοῖς Ἕλλησιν ἀλφίτων μεδίμνους τρισχιλίους, οἴνου δὲ κεράμια χίλια καὶ πεντακόσια. καὶ Χειρίσοφος ἐνταῦθα ἦλθε τριήρη ἔχων.

次日,他们抵达锡诺珀,并在锡诺珀境内的哈尔墨涅泊锚。锡诺珀人居住在帕夫拉戈尼亚境内,却是米利都人的殖民者。他们送给希腊人三千麦狄姆诺斯大麦粉和一千五百罐葡萄酒作为款待之礼。基利索福斯也率领一艘三列桨战船来到了这里。

§6.1.16

καὶ οἱ μὲν στρατιῶται προσεδόκων ἄγοντά τι σφίσιν ἥκειν· ὁ δʼ ἦγε μὲν οὐδέν, ἀπήγγελλε δὲ ὅτι ἐπαινοίη αὐτοὺς καὶ Ἀναξίβιος ὁ ναύαρχος καὶ οἱ ἄλλοι, καὶ ὅτι ὑπισχνεῖτο Ἀναξίβιος, εἰ ἀφίκοιντο ἔξω τοῦ Πόντου, μισθοφορὰν αὐτοῖς ἔσεσθαι.

士兵们本期望他带来些物资给他们,但他什么也没有带来,只回报说海军舰队指挥官阿那克西比奥斯和其他人都赞扬他们,并且阿那克西比奥斯许诺,如果他们走出黑海,便会有军饷发给他们。

§6.1.17

καὶ ἐν ταύτῃ τῇ Ἁρμήνῃ ἔμειναν οἱ στρατιῶται ἡμέρας πέντε. ὡς δὲ τῆς Ἑλλάδος ἐδόκουν ἐγγὺς γίγνεσθαι, ἤδη μᾶλλον ἢ πρόσθεν εἰσῄει αὐτοὺς ὅπως ἂν καὶ ἔχοντές τι οἴκαδε ἀφίκωνται.1

士兵们在这处哈尔墨涅停留了五天。但由于他们看似已经接近希腊,如今比以往更加频繁地思虑起,究竟如何才能带着些财物回到家乡。

§6.1.18

ἡγήσαντο οὖν, εἰ ἕνα ἕλοιντο ἄρχοντα, μᾶλλον ἂν ἢ πολυαρχίας οὔσης δύνασθαι2 τὸν ἕνα χρῆσθαι τῷ στρατεύματι καὶ νυκτὸς καὶ ἡμέρας, καὶ εἴ τι δέοι λανθάνειν, μᾶλλον ἂν κρύπτεσθαι, καὶ εἴ τι αὖ δέοι φθάνειν, ἧττον ἂν ὑστερίζειν· οὐ γὰρ ἂν λόγων δεῖν πρὸς ἀλλήλους, ἀλλὰ τὸ δόξαν τῷ ἑνὶ περαίνεσθαι ἄν· τὸν δʼ ἔμπροσθεν χρόνον ἐκ τῆς νικώσης3 ἔπραττον πάντα οἱ στρατηγοί.

因此他们认为,如果选出一位统帅,那一人不论在夜间还是白天,比起多头领导的局面更能有效地调动军队,如果有什么事情需要隐秘,能更好地隐瞒,如果又有什么事情需要抢占先机,也更不容易延误;因为这样便无需彼此商讨,只需将那一人认为适宜的事贯彻执行即可;而在此之前的时间里,将领们凡事都是依多数人的意见行事的。

§6.1.19

ὡς δὲ ταῦτα διενοοῦντο, ἐτράποντο ἐπὶ τὸν Ξενοφῶντα· καὶ οἱ λοχαγοὶ ἔλεγον προσιόντες αὐτῷ ὅτι ἡ στρατιὰ οὕτω γιγνώσκει, καὶ εὔνοιαν ἐνδεικνύμενος ἕκαστος ἔπειθεν αὐτὸν ὑποστῆναι τὴν ἀρχήν.

当他们有了这些打算时,便将目光转向了色诺芬;连队长们来到他面前,告诉他全军都作此想法,每人都表达善意,力劝他承担起这一领导权。

§6.1.20

ὁ δὲ Ξενοφῶν τῇ μὲν ἐβούλετο ταῦτα, νομίζων καὶ τὴν τιμὴν μείζω οὕτως ἑαυτῷ γίγνεσθαι πρὸς τοὺς φίλους καὶ εἰς τὴν πόλιν τοὔνομα μεῖζον ἀφίξεσθαι αὑτοῦ, τυχὸν δὲ καὶ ἀγαθοῦ τινος ἂν αἴτιος τῇ στρατιᾷ γενέσθαι.

色诺芬一方面想要接受这一任命,认为这样一来他在朋友中间的荣誉会更大,他的名声传回本邦也会更显赫,而且或许还能为全军带来某些益处。

§6.1.21

τὰ μὲν δὴ τοιαῦτα ἐνθυμήματα ἐπῇρεν αὐτὸν ἐπιθυμεῖν αὐτοκράτορα γενέσθαι ἄρχοντα. ὁπότε δʼ αὖ ἐνθυμοῖτο ὅτι ἄδηλον μὲν παντὶ ἀνθρώπῳ ὅπῃ τὸ μέλλον ἕξει, διὰ τοῦτο δὲ καὶ κίνδυνος εἴη καὶ τὴν προειργασμένην δόξαν ἀποβαλεῖν, ἠπορεῖτο.

正是这类的思虑驱使他渴望成为独揽大权的统帅。但另一方面,每当他思及未来的吉凶对任何人而言都难以逆料,并因此存在丧失先前建立起来的声望的危险时,他便陷入困惑。

§6.1.22

διαπορουμένῳ δὲ αὐτῷ διακρῖναι ἔδοξε κράτιστον εἶναι τοῖς θεοῖς ἀνακοινῶσαι· καὶ παραστησάμενος δύο ἱερεῖα ἐθύετο τῷ Διὶ τῷ βασιλεῖ, ὅσπερ αὐτῷ μαντευτὸς ἦν ἐκ Δελφῶν· καὶ τὸ ὄναρ δὴ ἀπὸ τούτου τοῦ θεοῦ ἐνόμιζεν ἑορακέναι ὃ εἶδεν ὅτε ἤρχετο ἐπὶ τὸ συνεπιμελεῖσθαι τῆς στρατιᾶς καθίστασθαι.

在难以决断的苦恼中,他认为最好向诸神求示;于是他牵来两头牺牲兽,向德尔斐神谕所指示给他的众神之王宙斯献祭;他深信,当年自己刚开始受命参与军务时所做的那场梦,也是来自这位神明的。

§6.1.23

καὶ ὅτε ἐξ Ἐφέσου ὡρμᾶτο Κύρῳ συσταθησόμενος, αἰετὸν ἀνεμιμνῄσκετο ἑαυτῷ δεξιὸν φθεγγόμενον, καθήμενον μέντοι, ὅνπερ ὁ μάντις προπέμπων αὐτὸν ἔλεγεν ὅτι μέγας μὲν οἰωνὸς εἴη καὶ οὐκ ἰδιωτικός, καὶ ἔνδοξος, ἐπίπονος μέντοι· τὰ γὰρ ὄρνεα μάλιστα ἐπιτίθεσθαι τῷ αἰετῷ καθημένῳ· οὐ μέντοι χρηματιστικὸν εἶναι τὸν οἰωνόν· τὸν γὰρ αἰετὸν πετόμενον μᾶλλον λαμβάνειν τὰ ἐπιτήδεια.

他还回忆起,当他从以弗所出发去引见给居鲁士时,曾有一只鹰在他右手方鸣叫,然而却是栖息着的;当时为他送行的占卜官告诉他,这是一个重大的预兆,并非普通人之兆,荣耀非常,但充满劳苦;因为鸟类在鹰栖息时最容易发起攻击;而且这并不是一个获利之兆,因为鹰在飞翔时才更容易获取食粮。

§6.1.24

οὕτω δὴ θυομένῳ αὐτῷ διαφανῶς ὁ θεὸς σημαίνει μήτε προσδεῖσθαι τῆς ἀρχῆς4 μήτε εἰ αἱροῖντο ἀποδέχεσθαι. τοῦτο μὲν δὴ οὕτως ἐγένετο.

正当色诺芬如此献祭时,神明极为明白地向他指示:既不可主动去谋求统帅之职,即便当选也不得接受。事情的经过便是如此。

语法注4 条
  1. 6.1.17εἰσῄει αὐτοὺς ὅπως ἂν καὶ ἔχοντές τι οἴκαδε ἀφίκωνται

    动词 εἰσῄει(εἴσειμι 的未完成过去时)后接宾格代词 αὐτούς,由 ὅπως ἄν 引导的从句充当涌入他们脑海中的思虑内容,意为“究竟如何才能……的念头进入他们心中”。

  2. 6.1.18μᾶλλον ἂν ἢ πολυαρχίας οὔσης δύνασθαι

    从属于 ἡγήσαντο 的间接引语中的“宾格加不定式”结构。潜在小词 ἄν 修饰不定式 δύνασθαι,构成条件从句 εἰ ἕνα ἕλοιντο 的主句归结部分(在直接引语中相当于 μᾶλλον ἂν δύναιτο),并与属格独立结构 πολυαρχίας οὔσης 形成对比。

  3. 6.1.18ἐκ τῆς νικώσης

    省略了阴性名词 γνώμης 的习惯表达,意为“按照胜出的意见”,即在决议中“依多数原则”。

  4. 6.1.24μήτε προσδεῖσθαι τῆς ἀρχῆς

    复合动词 προσδέομαι 支配属格 τῆς ἀρχῆς,在此意为“主动谋求/额外争取(统帅之职)”,与后文“即使被选出也不得接受”形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.1.14-6.1.24