← 色诺芬

长征记

§6.1.1-6.1.13

款待帕夫拉戈尼亚使节与各色战舞表演

帕夫拉戈尼亚统治者科律拉斯派遣使节商谈互不侵犯,希腊将领设宴款待,席间士兵们相继表演了各式全副武装的战舞,令使节们惊叹不已。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.1

ἐκ τούτου δὲ ἐν τῇ διατριβῇ οἱ μὲν ἀπὸ τῆς ἀγορᾶς ἔζων, οἱ δὲ καὶ λῃζόμενοι ἐκ τῆς Παφλαγονίας. ἐκλώπευον δὲ καὶ οἱ Παφλαγόνες εὖ μάλα τοὺς ἀποσκεδαννυμένους, καὶ τῆς νυκτὸς τοὺς πρόσω σκηνοῦντας ἐπειρῶντο κακουργεῖν· καὶ πολεμικώτατα πρὸς ἀλλήλους εἶχον ἐκ τούτων.

此后在停留期间,一部分人依靠从市场上买来的物资维生,另一部分人则靠在帕夫拉戈尼亚掠夺度日。帕夫拉戈尼亚人也极擅长暗中抓捕落单散开的人,并在夜间企图伤害那些在远处扎营的人;因这些缘故,双方彼此处于极其敌对的状态。

§6.1.2

ὁ δὲ Κορύλας, ὃς ἐτύγχανε τότε Παφλαγονίας ἄρχων, πέμπει παρὰ τοὺς Ἕλληνας πρέσβεις ἔχοντας ἵππους καὶ στολὰς καλάς, λέγοντας ὅτι Κορύλας ἕτοιμος εἴη τοὺς Ἕλληνας μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι.

当时正任帕夫拉戈尼亚统治者的科律拉斯,派遣使节带着马匹和华美的长袍来到希腊人那里,表示科律拉斯准备既不加害希腊人,也不愿受到加害。

§6.1.3

οἱ δὲ στρατηγοὶ ἀπεκρίναντο ὅτι περὶ μὲν τούτων σὺν τῇ στρατιᾷ βουλεύσοιντο, ἐπὶ ξένια δὲ ἐδέχοντο αὐτούς· παρεκάλεσαν δὲ καὶ τῶν ἄλλων ἀνδρῶν οὓς ἐδόκουν δικαιοτάτους εἶναι.

将领们回答说,关于这些事情他们将与全军共同商议,但眼下以款待之礼接纳他们;他们还邀请了他们认为最为公正的其余人员。

§6.1.4

θύσαντες δὲ βοῦς τῶν αἰχμαλώτων καὶ ἄλλα ἱερεῖα εὐωχίαν μὲν ἀρκοῦσαν παρεῖχον, κατακείμενοι δὲ ἐν σκίμποσιν ἐδείπνουν, καὶ ἔπινον ἐκ κερατίνων ποτηρίων, οἷς ἐνετύγχανον ἐν τῇ χώρᾳ.

他们宰杀了缴获的公牛和其他牲口,提供了充足的筵席;大家躺在小卧榻上进餐,并用在当地找到的牛角杯饮酒。

§6.1.5

ἐπεὶ δὲ σπονδαί τε ἐγένοντο καὶ ἐπαιάνισαν, ἀνέστησαν πρῶτον μὲν Θρᾷκες καὶ πρὸς αὐλὸν ὠρχήσαντο σὺν τοῖς ὅπλοις καὶ ἥλλοντο ὑψηλά τε καὶ κούφως καὶ ταῖς μαχαίραις ἐχρῶντο· τέλος δὲ ὁ ἕτερος τὸν ἕτερον παίει, ὡς πᾶσιν ἐδόκει· ὁ δʼ ἔπεσε τεχνικῶς πως.

在行了奠酒礼并唱过凯歌之后,首先起立的是色雷斯人,他们随着长笛伴奏全身披甲起舞,轻捷地高高跃起,挥舞着短剑;最后一人击中了另一人,在所有人看来都是如此;倒下的人以极巧妙的方式倒地。

§6.1.6

καὶ ἀνέκραγον οἱ Παφλαγόνες. καὶ ὁ μὲν σκυλεύσας τὰ ὅπλα τοῦ ἑτέρου ἐξῄει ᾄδων τὸν Σιτάλκαν· ἄλλοι δὲ τῶν Θρᾳκῶν τὸν ἕτερον ἐξέφερον ὡς τεθνηκότα· ἦν δὲ οὐδὲν πεπονθώς.

帕夫拉戈尼亚人失声大叫起来。那人剥去了对方的铠甲,唱着西塔尔卡斯之歌退场;其他色雷斯人则把倒下的人像死人一样抬了出去;其实他根本没有受伤。

§6.1.7

μετὰ τοῦτο Αἰνιᾶνες καὶ Μάγνητες ἀνέστησαν, οἳ ὠρχοῦντο τὴν καρπαίαν καλουμένην ἐν τοῖς ὅπλοις.

此后,埃尼亚内斯人和马格内特斯人站起身来,他们全副武装跳起了被称为卡尔帕亚的舞蹈。

§6.1.8

ὁ δὲ τρόπος τῆς ὀρχήσεως ἦν, ὁ μὲν παραθέμενος τὰ ὅπλα σπείρει1 καὶ ζευγηλατεῖ, πυκνὰ δὲ στρεφόμενος ὡς φοβούμενος, λῃστὴς δὲ προσέρχεται· ὁ δʼ ἐπειδὰν προΐδηται, ἀπαντᾷ ἁρπάσας τὰ ὅπλα καὶ μάχεται πρὸ τοῦ ζεύγους· καὶ οὗτοι ταῦτʼ ἐποίουν ἐν ῥυθμῷ πρὸς τὸν αὐλόν· καὶ τέλος ὁ λῃστὴς δήσας τὸν ἄνδρα καὶ τὸ ζεῦγος ἀπάγει· ἐνίοτε δὲ καὶ ὁ ζευγηλάτης τὸν λῃστήν· εἶτα παρὰ τοὺς βοῦς ζεύξας ὀπίσω τὼ χεῖρε δεδεμένον ἐλαύνει. μετὰ τοῦτο Μυσὸς εἰσῆλθεν ἐν ἑκατέρᾳ τῇ χειρὶ ἔχων πέλτην, καὶ τοτὲ μὲν ὡς δύο ἀντιταττομένων μιμούμενος ὠρχεῖτο, τοτὲ δὲ ὡς πρὸς ἕνα ἐχρῆτο ταῖς πέλταις, τοτὲ δʼ ἐδινεῖτο καὶ ἐξεκυβίστα ἔχων τὰς πέλτας, ὥστε ὄψιν καλὴν φαίνεσθαι.

这种舞蹈的形式是:一人放下武装,播种并驾驭牛犁,又频频回头仿佛充满戒惧;此时强盗逼近;那人一旦远远看见强盗,便抓起武器迎上前去,在耕牛前面搏斗;他们伴着长笛的节拍有节奏地表演这一切;最后强盗将那人捆绑起来,连同耕牛一起带走;但有时也是耕牛者制服强盗;然后将强盗双手反绑,套在耕牛旁赶着往前走。此后,一个密细亚人走了进来,两手各持一面轻盾,时而模仿两军对阵而舞,时而把双盾当作对付一个敌人般运用,时而又手持盾牌旋转翻滚,展现出极其美观的景象。

§6.1.10

τέλος δὲ τὸ περσικὸν ὠρχεῖτο κρούων τὰς πέλτας καὶ ὤκλαζε καὶ ἐξανίστατο· καὶ ταῦτα πάντα ἐν ῥυθμῷ ἐποίει πρὸς τὸν αὐλόν.

最后他敲击着轻盾跳起了波斯舞,时而跪蹲,时而跃起;这一切都是伴着长笛的节拍有节奏地进行的。

§6.1.11

ἐπὶ δὲ τούτῳ οἱ Μαντινεῖς καὶ ἄλλοι τινὲς τῶν Ἀρκάδων ἀναστάντες ἐξοπλισάμενοι ὡς ἐδύναντο κάλλιστα ᾖσάν τε ἐν ῥυθμῷ πρὸς τὸν ἐνόπλιον ῥυθμὸν αὐλούμενοι2 καὶ ἐπαιάνισαν καὶ ὠρχήσαντο ὥσπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς προσόδοις. ὁρῶντες δὲ οἱ Παφλαγόνες δεινὰ ἐποιοῦντο πάσας τὰς ὀρχήσεις ἐν ὅπλοις εἶναι.

接着,曼提尼亚人和阿卡迪亚的其他人站起身来,尽可能精良地武装好自己,在战歌音律的长笛伴奏下合着节拍行进,唱起凯歌,如同在向神明行进的列队中那样起舞。帕夫拉戈尼亚人看见所有舞蹈都披挂甲胄,感到十分惊奇。

§6.1.12

ἐπὶ τούτοις ὁρῶν ὁ Μυσὸς ἐκπεπληγμένους αὐτούς, πείσας τῶν Ἀρκάδων τινὰ πεπαμένον ὀρχηστρίδα εἰσάγει σκευάσας ὡς ἐδύνατο κάλλιστα καὶ ἀσπίδα δοὺς κούφην αὐτῇ. ἡ δὲ ὠρχήσατο πυρρίχην ἐλαφρῶς.

密细亚人见他们惊叹不已,便说服了一位拥有舞女的阿卡迪亚人,将她尽可能华丽地装扮起来,给了她一面轻盾,引她入场。她轻捷地跳起了皮里刻舞。

§6.1.13

ἐνταῦθα κρότος ἦν πολύς, καὶ οἱ Παφλαγόνες ἤροντο εἰ καὶ γυναῖκες συνεμάχοντο αὐτοῖς. οἱ δʼ ἔλεγον ὅτι αὗται καὶ αἱ τρεψάμεναι εἶεν3 βασιλέα ἐκ τοῦ στρατοπέδου. τῇ μὲν νυκτὶ ταύτῃ τοῦτο τὸ τέλος ἐγένετο.

这时博得了热烈的掌声,帕夫拉戈尼亚人便询问妇女是否也随他们一同作战。希腊人回答说,正是这些女人把波斯国王从营地中击溃驱逐的。这天夜晚便以此告终。

语法注3 条
  1. 6.1.8ὁ δὲ τρόπος τῆς ὀρχήσεως ἦν, ὁ μὲν παραθέμενος τὰ ὅπλα σπείρει

    属于破格构文(anacoluthon)或描写性同格句。在 ὁ δὲ τρόπος τῆς ὀρχήσεως ἦν 之后没有使用连词(如 ὅτι)或不定式,而是直接接上独立句(ὁ μὲν ... σπείρει ... λῃστὴς δὲ προσέρχεται),生动地再现了舞蹈的具体情景。

  2. 6.1.11αὐλούμενοι

    动词 αὐλέω(吹笛)的中被动态分词,意为“在长笛的伴奏下”或“伴随着笛声”,与介词短语 πρὸς τὸν ἐνόπλιον ῥυθμόν 连用,表示伴奏的节奏与方式。

  3. 6.1.13αὗται καὶ αἱ τρεψάμεναι εἶεν

    间接引语中的斜格希求法,对应直接引语的直陈式。καί 用以加强语气,置于分词前强调主语 αὗται,意为“正是这些女人击溃了国王”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:6.1.1-6.1.13