← 色诺芬

长征记

§5.8.14-5.8.26

辩明惩戒士兵的必要性与全军和解

色诺芬辩解称,他殴打违纪士兵是为了防止行军途中有人冻死或因懒散掉队,全属拯救全军的必要之举;将士们受其感召回忆起往昔恩惠,审判遂圆满收场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8.14

ἤδη δὲ καὶ μαλακιζόμενόν τινα καὶ οὐκ ἐθέλοντα ἀνίστασθαι ἀλλὰ προϊέμενον αὑτὸν τοῖς πολεμίοις καὶ ἔπαισα καὶ ἐβιασάμην πορεύεσθαι. ἐν γὰρ τῷ ἰσχυρῷ χειμῶνι καὶ αὐτός ποτε ἀναμένων τινὰς συσκευαζομένους καθεζόμενος συχνὸν χρόνον κατέμαθον ἀναστὰς μόλις καὶ τὰ σκέλη ἐκτείνας.

以往,如果有人畏缩懦弱、不肯站起,反而把自己丢给敌人,我不仅打了他,还强迫他前行。因为在那个严冬里,我自己有一次在坐等收拾行装的同伴相当长的时间后,站起身来并伸展双腿时备尝艰难,才切身体会到这一点。

§5.8.15

ἐν ἐμαυτῷ οὖν πεῖραν λαβὼν ἐκ τούτου καὶ ἄλλον, ὁπότε ἴδοιμι καθήμενον καὶ βλακεύοντα, ἤλαυνον· τὸ γὰρ κινεῖσθαι καὶ ἀνδρίζεσθαι παρεῖχε θερμασίαν τινὰ καὶ ὑγρότητα, τὸ δὲ καθῆσθαι καὶ ἡσυχίαν ἔχειν ἑώρων ὑπουργὸν ὂν τῷ τε ἀποπήγνυσθαι τὸ αἷμα καὶ τῷ ἀποσήπεσθαι τοὺς τῶν ποδῶν δακτύλους, ἅπερ πολλοὺς καὶ ὑμεῖς ἴστε παθόντας.

由于在我自己身上取得了经验,从此以后,只要我看见有人坐着犯懒,我就驱赶他;因为活动起来、拿出男儿气概能够带来一定的体温和肢体舒展,而坐着不动,据我观察,则有助于血液凝固和脚趾冻烂,你们也知道许多人就遭受了这样的痛苦。

§5.8.16

ἄλλον δέ γε ἴσως ἀπολειπόμενόν που διὰ ῥᾳστώνην καὶ κωλύοντα καὶ ὑμᾶς τοὺς πρόσθεν καὶ ἡμᾶς τοὺς ὄπισθεν πορεύεσθαι ἔπαισα πύξ, ὅπως μὴ λόγχῃ ὑπὸ τῶν πολεμίων παίοιτο.

也许还有另外的人,因为偷懒在某个地方掉队,妨碍了前面的你们和后面的我们的行军,我用拳头打了他,免得他被敌人的长矛戳中。

§5.8.17

καὶ γὰρ οὖν νῦν ἔξεστιν αὐτοῖς σωθεῖσιν, εἴ τι ὑπʼ ἐμοῦ ἔπαθον παρὰ τὸ δίκαιον, δίκην λαβεῖν. εἰ δʼ ἐπὶ τοῖς πολεμίοις ἐγένοντο, τί μέγα ἂν οὕτως ἔπαθον ὅτου δίκην ἂν ἠξίουν λαμβάνειν;

事实正是如此,如今既然他们得救了,如果他们因我而受了什么不公正的待遇,尽可以向我索取赔偿。可要是他们落入敌人之手,他们又能受到什么大到他们会认为应该索取赔偿的伤害呢?

§5.8.18

ἁπλοῦς μοι, ἔφη, ὁ λόγος· εἰ μὲν ἐπʼ ἀγαθῷ ἐκόλασά τινα, ἀξιῶ ὑπέχειν δίκην οἵαν καὶ γονεῖς υἱοῖς καὶ διδάσκαλοι παισί·1 καὶ γὰρ οἱ ἰατροὶ καίουσι καὶ τέμνουσιν ἐπʼ ἀγαθῷ·

我的道理很简单,”他说:“如果我是为了他们的利益而惩罚了什么人,我认为自己理应承受如同父母对儿子、教师对孩童所承担的那种责罚;因为医生为了病人的利益,也会施行烧灼和切割。

§5.8.19

εἰ δὲ ὕβρει νομίζετέ με ταῦτα πράττειν, ἐνθυμήθητε ὅτι νῦν ἐγὼ θαρρῶ σὺν τοῖς θεοῖς μᾶλλον ἢ τότε καὶ θρασύτερός εἰμι νῦν ἢ τότε καὶ οἶνον πλείω πίνω, ἀλλʼ ὅμως οὐδένα παίω· ἐν εὐδίᾳ γὰρ ὁρῶ ὑμᾶς. ὅταν δὲ χειμὼν ᾖ καὶ θάλαττα μεγάλη ἐπιφέρηται, οὐχ ὁρᾶτε ὅτι καὶ νεύματος μόνον ἕνεκα χαλεπαίνει μὲν πρῳρεὺς τοῖς ἐν πρῴρᾳ, χαλεπαίνει δὲ κυβερνήτης τοῖς ἐν πρύμνῃ; ἱκανὰ γὰρ ἐν τῷ τοιούτῳ καὶ μικρὰ ἁμαρτηθέντα πάντα συνεπιτρῖψαι.

但如果你们认为我做这些事是出于傲慢残暴,请想一想:现在我在神明的庇佑下比当时更有底气,比当时更加胆大,喝的酒也比当时更多,然而我却没有打任何人;因为我看到你们身处风平浪静之中。可当风暴来临、巨浪扑来之时,难道你们没有看到,哪怕仅仅为一个手势或点头,船首瞭望手就会对船首的水手发怒,舵手就会对船尾的水手发怒吗?因为在那种危急时刻,即便微小的差错也足以葬送一切。

§5.8.21

ὅτι δὲ δικαίως ἔπαιον αὐτοὺς καὶ ὑμεῖς κατεδικάσατε·2 ἔχοντες ξίφη, οὐ ψήφους, παρέστατε, καὶ ἐξῆν ὑμῖν ἐπικουρεῖν αὐτοῖς, εἰ ἐβούλεσθε· ἀλλὰ μὰ Δία οὔτε τούτοις ἐπεκουρεῖτε οὔτε σὺν ἐμοὶ τὸν ἀτακτοῦντα ἐπαίετε.

而我打他们是正当的,这一点你们自己也曾予以裁定:你们当时手握利剑而不是投票石站在一旁,要是愿意的话本可以去援助他们;然而指着宙斯起誓,你们既没有去援助他们,也没有跟我一起去打那个破坏纪律的人。

§5.8.22

τοιγαροῦν ἐξουσίαν ἐποιήσατε τοῖς κακοῖς αὐτῶν ὑβρίζειν ἐῶντες αὐτούς. οἶμαι γάρ, εἰ ἐθέλετε σκοπεῖν, τοὺς αὐτοὺς εὑρήσετε καὶ τότε κακίστους καὶ νῦν ὑβριστοτάτους.

因此,正是你们的放任,给了他们当中的恶劣之徒行凶作恶的特权。因为我想,如果你们愿意考察一下,就会发现当时表现最坏的那些人,正是如今最横暴的人。

§5.8.23

Βοΐσκος γοῦν ὁ πύκτης ὁ Θετταλὸς τότε μὲν διεμάχετο ὡς κάμνων ἀσπίδα μὴ φέρειν, νῦν δέ, ὡς ἀκούω, Κοτυωριτῶν πολλοὺς ἤδη ἀποδέδυκεν.

不管怎样,那个色萨利拳击手博伊斯库斯,当时以生病为借口极力抗拒携带盾牌,而如今据我所听闻,他已经剥光了许多科图奥拉人的衣服。

§5.8.24

ἢν οὖν σωφρονῆτε, τοῦτον τἀναντία ποιήσετε ἢ τοὺς κύνας ποιοῦσι·3 τοὺς μὲν γὰρ κύνας τοὺς χαλεποὺς τὰς μὲν ἡμέρας διδέασι, τὰς δὲ νύκτας ἀφιᾶσι, τοῦτον δέ, ἢν σωφρονῆτε, τὴν νύκτα μὲν δήσετε, τὴν δὲ ἡμέραν ἀφήσετε.

因此,如果你们有明智,就该对他采取与人们对待狗截然相反的做法:因为凶猛的狗,人们在白天把它们拴住,在夜间放开;而对于这个人,如果你们明智的话,就该在夜间把他锁起来,在白天放他走。

§5.8.25

ἀλλὰ γάρ, ἔφη, θαυμάζω ὅτι εἰ μέν τινι ὑμῶν ἀπηχθόμην, μέμνησθε καὶ οὐ σιωπᾶτε, εἰ δέ τῳ ἢ χειμῶνα ἐπεκούρησα ἢ πολέμιον ἀπήρυξα ἢ ἀσθενοῦντι ἢ ἀποροῦντι συνεξεπόρισά τι, τούτων δὲ οὐδεὶς μέμνηται, οὐδʼ εἴ τινα καλῶς τι ποιοῦντα ἐπῄνεσα οὐδʼ εἴ τινα ἄνδρα ὄντα ἀγαθὸν ἐτίμησα ὡς ἐδυνάμην, οὐδὲν τούτων μέμνησθε.

不过,”他说,“我感到奇怪的是,如果我招致了你们中某个人的怨恨,你们就牢记不忘而且绝不沉默;但如果我曾帮助过谁抵御严冬,或击退过敌人,或协助患病或困顿的人筹措过什么,却没有一个人记得这些事情;如果我称赞过把事情办好的人,或者尽我所能奖赏过勇敢的人,你们同样一件也不记得。

§5.8.26

ἀλλὰ μὴν καλόν τε καὶ δίκαιον καὶ ὅσιον καὶ ἥδιον τῶν ἀγαθῶν μᾶλλον ἢ τῶν κακῶν μεμνῆσθαι. ἐκ τούτου μὲν δὴ ἀνίσταντο καὶ ἀνεμίμνῃσκον. καὶ περιεγένετο ὥστε καλῶς ἔχειν.4

然而,牢记善行而非恶行,确实是崇高、正义、虔敬且更令人愉快的。”听了这话,众人纷纷站起身来,回忆起当年的恩惠。结果事情最终圆满解决。

语法注4 条
  1. 5.8.18οἵαν καὶ γονεῖς υἱοῖς καὶ διδάσκαλοι παισί

    在关系代词 οἵαν 引导的比较从句中,承前省略了谓语动词(如 ὑπέχουσι)。与格 υἱοῖς 和 παισί 表示父母及教师对子女和学生承担责任或施加惩戒的相对对象(关涉与格)。

  2. 5.8.21ὅτι δὲ δικαίως ἔπαιον αὐτοὺς καὶ ὑμεῖς κατεδικάσατε

    动词 καταδικάζω 通常意为“定罪、判决”,在此处指士兵们以默许的行动判定“我殴打他们是正当的”(即判定受罚者理屈)。置于句首的 ὅτι 从句作为实质宾语从句,表达该判决的具体内容。

  3. 5.8.24τοῦτον τἀναντία ποιήσετε ἢ τοὺς κύνας ποιοῦσι

    动词 ποιέω 带人物宾格(τοῦτον)与中性宾格内宾语(τἀναντία)构成的双重宾格结构,意为“对这个人做相反的事”。其后由 ἢ 引出的比较分句中,τοὺς κύνας 同样作 ποιοῦσι 的直接宾语。

  4. 5.8.26περιεγένετο ὥστε καλῶς ἔχειν

    非人称动词 περιεγένετο(“结果变成……”)后接由 ὥστε 引导的结果从句,构成惯用表达,意为“结局圆满良好”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.8.14-5.8.26