← 色诺芬

长征记

§5.8.1-5.8.13

将领受审与色诺芬为殴打士兵自辩

将领们接受审查且数人被罚款,色诺芬因殴打士兵而遭指控,他通过揭露受罚者企图活埋患病同伴的实情为自己申辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8.1

ἔδοξε δὲ καὶ τοὺς στρατηγοὺς δίκην ὑποσχεῖν τοῦ παρεληλυθότος χρόνου. καὶ διδόντων1 Φιλήσιος μὲν ὦφλε καὶ Ξανθικλῆς τῆς φυλακῆς τῶν γαυλικῶν χρημάτων τὸ μείωμα2 εἴκοσι μνᾶς, Σοφαίνετος δέ, ὅτι αἱρεθεὶς κατημέλει, δέκα μνᾶς. Ξενοφῶντος δὲ κατηγόρησάν τινες φάσκοντες παίεσθαι ὑπʼ αὐτοῦ καὶ ὡς ὑβρίζοντος τὴν κατηγορίαν ἐποιοῦντο.

大会还决定,将领们也必须为过去这段时间的行为接受审查。在接受审查时,菲莱西奥斯与克桑蒂克勒斯因看守商船货物的亏空而被判处罚款二十明那,索派内托斯则因当选后玩忽职守而被罚款十明那。色诺芬也遭到了一些人的控告,他们声称遭到他的殴打,并以傲慢施暴为由提出指控。

§5.8.2

καὶ ὁ Ξενοφῶν ἐκέλευσεν εἰπεῖν τὸν πρῶτον λέξαντα ποῦ καὶ ἐπλήγη. ὁ δὲ ἀπεκρίνατο· ὅπου καὶ ῥίγει ἀπωλλύμεθα καὶ χιὼν πλείστη ἦν.

色诺芬便命令第一个发言的人说出他到底是在何处被打的。那人回答道:“就是我们险些因严寒丧命、积雪最深的地方。”

§5.8.3

ὁ δὲ εἶπεν· ἀλλὰ μὴν χειμῶνός γε ὄντος οἵου λέγεις, σίτου δὲ ἐπιλελοιπότος, οἴνου δὲ μηδʼ ὀσφραίνεσθαι παρόν, ὑπὸ δὲ πόνων πολλῶν ἀπαγορευόντων, πολεμίων δὲ ἑπομένων, εἰ ἐν τοιούτῳ καιρῷ ὕβριζον, ὁμολογῶ καὶ τῶν ὄνων ὑβριστότερος εἶναι, οἷς φασιν ὑπὸ τῆς ὕβρεως κόπον οὐκ ἐγγίγνεσθαι.3 ὅμως δὲ καὶ λέξον, ἔφη, ἐκ τίνος ἐπλήγης.

色诺芬说:“那么,如果当时真如你所说正值严冬,粮草耗尽,连酒味都闻不到,众人因重重劳苦而精疲力竭,敌人又尾随在后,倘若在这样的危急关头我施展傲慢,那我承认我比驴子还要傲慢——人们都说驴子因傲慢而不知疲倦。不过,”他说,“你还是说说,究竟是因何被打的。

§5.8.4

πότερον ᾔτουν τί σε καὶ ἐπεί μοι οὐκ ἐδίδους ἔπαιον; ἀλλʼ ἀπῄτουν; ἀλλὰ περὶ παιδικῶν μαχόμενος;

难道是我向你索要什么东西,而你不肯给我,我才打你的?还是我追讨债务?或者是为了争夺心爱的少年而打斗?

§5.8.5

ἀλλὰ μεθύων ἐπαρῴνησα; ἐπεὶ δὲ τούτων οὐδὲν ἔφησεν, ἐπήρετο αὐτὸν εἰ ὁπλιτεύοι. οὐκ ἔφη· πάλιν εἰ πελτάζοι. οὐδὲ τοῦτʼ ἔφη, ἀλλʼ ἡμίονον ἐλαύνειν ταχθεὶς ὑπὸ τῶν συσκήνων ἐλεύθερος ὤν.

还是我借酒撒疯行凶?”当那人说这一切都不是时,色诺芬问他是否作为重装步兵服役。他回答不是;又问他是否是轻盾兵。他说也不是,而是一个自由人,受同帐伙计指派赶骡子。

§5.8.6

ἐνταῦθα δὴ ἀναγιγνώσκει αὐτὸν καὶ ἤρετο· ἦ σὺ εἶ ὁ τὸν κάμνοντα ἀγαγών; ναὶ μὰ Δίʼ, ἔφη· σὺ γὰρ ἠνάγκαζες· τὰ δὲ τῶν ἐμῶν συσκήνων σκεύη διέρριψας.

这时色诺芬认出了他,便问道:“你就是那个运送病号的人吗?”“正是,指着宙斯起誓,”那人说,“因为你强迫我,还把我同帐伙计们的行李扔得乱七八糟。”

§5.8.7

ἀλλʼ ἡ μὲν διάρριψις, ἔφη ὁ Ξενοφῶν, τοιαύτη τις ἐγένετο. διέδωκα ἄλλοις ἄγειν καὶ ἐκέλευσα πρὸς ἐμὲ ἀπαγαγεῖν, καὶ ἀπολαβὼν ἅπαντα σῷα ἀπέδωκά σοι, ἐπεὶ καὶ σὺ ἐμοὶ ἀπέδειξας τὸν ἄνδρα. οἷον δὲ τὸ πρᾶγμα ἐγένετο ἀκούσατε, ἔφη· καὶ γὰρ ἄξιον.

“然而那次分散行李,”色诺芬说,“情况是这样的:我把它们分给其他人携带,并命令他们把东西带回给我;当我完好无损地收回一切后,便还给了你,因为你也确实把那人交还给了我。不过你们且听听事情是怎样发生的,”他说,“因为这确实值得一听。

§5.8.8

ἀνὴρ κατελείπετο διὰ τὸ μηκέτι δύνασθαι πορεύεσθαι. καὶ ἐγὼ τὸν μὲν ἄνδρα τοσοῦτον ἐγίγνωσκον ὅτι εἷς ἡμῶν εἴη· ἠνάγκασα δὲ σὲ τοῦτον ἄγειν, ὡς μὴ ἀπόλοιτο· καὶ γάρ, ὡς ἐγὼ οἶμαι, πολέμιοι ἡμῖν ἐφείποντο. συνέφη τοῦτο ὁ ἄνθρωπος.

当时有个人由于再也走不动而被留在了后头。至于我,对于那人也仅仅知道他是我们中的一员;我强迫你带着他走,免得他丧命,因为据我所知,敌人正紧咬着我们的后方。”那人承认了这一点。

§5.8.9

οὐκοῦν, ἔφη ὁ Ξενοφῶν, ἐπεὶ προύπεμψά σε, καταλαμβάνω αὖθις σὺν τοῖς ὀπισθοφύλαξι προσιὼν βόθρον ὀρύττοντα ὡς κατορύξοντα τὸν ἄνθρωπον, καὶ ἐπιστὰς ἐπῄνουν σε.

“那么,”色诺芬说,“在我派你先行之后,我率领后卫部队跟上来,又发现你正在挖坑,准备把那人埋掉;我停下脚步,起初还称赞了你。

§5.8.10

ἐπεὶ δὲ παρεστηκότων ἡμῶν συνέκαμψε τὸ σκέλος ἁνήρ, ἀνέκραγον οἱ παρόντες ὅτι ζῇ ἁνήρ, σὺ δʼ εἶπας· ὁπόσα γε βούλεται·4 ὡς ἔγωγε αὐτὸν οὐκ ἄξω. ἐνταῦθα ἔπαισά σε· ἀληθῆ λέγεις· ἔδοξας γάρ μοι εἰδότι ἐοικέναι ὅτι ἔζη.

可是,当我们站在一旁时,那人蜷曲了腿,在场的人便大喊那人还活着;而你却说:‘随便他怎么〔活〕,反正我是绝不会带他走的。’就在那时我打了你;你说的是实话,因为在我看来,你分明早就知道他还活着。”

§5.8.11

τί οὖν; ἔφη, ἧττόν τι ἀπέθανεν, ἐπεὶ ἐγώ σοι ἀπέδειξα αὐτόν; καὶ γὰρ ἡμεῖς, ἔφη ὁ Ξενοφῶν, πάντες ἀποθανούμεθα· τούτου οὖν ἕνεκα ζῶντας ἡμᾶς δεῖ κατορυχθῆναι;

“那又怎样?”那人说,“难道在我把他指给你看之后,他就少死了一点吗?”“要知道,”色诺芬说,“我们所有人最终都会死;难道就因此缘故,我们活着就该被活埋吗?”

§5.8.12

τοῦτον μὲν ἀνέκραγον ὡς ὀλίγας παίσειεν·5 ἄλλους δʼ ἐκέλευε λέγειν διὰ τί ἕκαστος ἐπλήγη. ἐπεὶ δὲ οὐκ ἀνίσταντο, αὐτὸς ἔλεγεν·

听到这里,众人高声喊道,色诺芬打他打得太轻了。色诺芬又让其他人说说各自因何被打。

§5.8.13

ἐγώ, ὦ ἄνδρες, ὁμολογῶ παῖσαι δὴ ἄνδρας ἕνεκεν ἀταξίας ὅσοις σῴζεσθαι μὲν ἤρκει διʼ ὑμῶν ἐν τάξει τε ἰόντων καὶ μαχομένων ὅπου δέοι, αὐτοὶ δὲ λιπόντες τὰς τάξεις προθέοντες ἁρπάζειν ἤθελον καὶ ὑμῶν πλεονεκτεῖν. εἰ δὲ τοῦτο πάντες ἐποιοῦμεν, ἅπαντες ἂν ἀπωλόμεθα.

见没有人站起来,他便自己说道: “弟兄们,我承认我确实曾因违犯纪律而打过人——那些只要靠着你们保持队形行军、在需要的地方奋战便能保全性命,而他们自己却脱离队伍抢先冲到前面去劫掠、想要占你们便宜的人。如果我们所有人都这么做,我们早就全都丧命了。

语法注5 条
  1. 5.8.1διδόντων

    独立属格结构(genitivus absolutus),其逻辑主语(即 τῶν στρατηγῶν“将领们”)由上下文省略。承接前句省去宾语 δίκην(διδόναι δίκην,“接受审查、受审”),意为“在接受审查时”。

  2. 5.8.1τὸ μείωμα

    动词 ὦφλε(源自 ὀφλισκάνω,“被判处、承担罚款”)支配罪由属格 τῆς φυλακῆς...,同时接 τὸ μείωμα εἴκοσι μνᾶς(“亏空数额二十明那”)作为内格宾格或关系宾格,用以具体说明惩罚或短缺金额。

  3. 5.8.3οἷς φασιν ὑπὸ τῆς ὕβρεως κόπον οὐκ ἐγγίγνεσθαι

    关系代词 οἷς 为关涉或所有与格(相当于“在它们身上”)。此处 ὕβρις 具有双关含义:既指针对色诺芬指控中的“傲慢施暴/横暴”,又指驴子身上所表现出的“血气旺盛/精力过剩”。

  4. 5.8.10ὁπόσα γε βούλεται

    口语化的省略表达。回应上文的 ὅτι ζῇ ἁνήρ(“那人还活着”),省去了祈使式 ζήτω(“让他活着吧”),意为“随便他怎么[活]吧”。

  5. 5.8.12ὡς ὀλίγας παίσειεν

    用于间接感叹或间接引语中的间接希求法(optativus obliquus)。阴性复数宾格 ὀλίγας 省略了内格宾格 πληγάς(“拳打、鞭打”):意为“[高呼]他打得何其之少(打得太轻了)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.8.1-5.8.13