← 色诺芬

长征记

§5.7.24-5.7.35

关于恢复纪律的演说与全军净罪决议

色诺芬针对袭击泽拉尔科斯和杀害使节所造成的军纪涣散发表演说后,全军决定惩处肇事者、审理将领,并对军队举行净罪仪式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.7.24

ἐν τούτῳ τις ὁρᾷ τὸν ἀγορανόμον Ζήλαρχον πρὸς τὴν θάλατταν ἀποχωροῦντα, καὶ ἀνέκραγεν· οἱ δὲ ὡς ἤκουσαν, ὥσπερ ἢ συὸς ἀγρίου ἢ ἐλάφου φανέντος ἵενται ἐπʼ αὐτόν.

就在这时,有人看见市场巡查官泽拉尔科斯正朝海边退去,便大声喊叫起来;众人一听见,就如同野猪或鹿出现了一般,向他猛冲过去。

§5.7.25

οἱ δʼ αὖ Κερασούντιοι ὡς εἶδον ὁρμῶντας καθʼ αὑτούς, σαφῶς νομίζοντες ἐπὶ σφᾶς ἵεσθαι, φεύγουσι δρόμῳ καὶ ἐμπίπτουσιν εἰς τὴν θάλατταν. ξυνεισέπεσον δὲ καὶ ἡμῶν αὐτῶν τινες, καὶ ἐπνίγετο ὅστις νεῖν μὴ ἐτύγχανεν ἐπιστάμενος.

刻拉苏斯人一见人群正对着自己冲来,断定是冲着自己而来的,拔腿就跑,跳入了海中。我们自己人当中也有一些跟着跳了下去,凡碰巧不会游泳的人便溺水身亡了。

§5.7.26

καὶ τούτους τί δοκεῖτε;1 ἠδίκουν μὲν οὐδέν, ἔδεισαν δὲ μὴ λύττα τις ὥσπερ κυσὶν ἡμῖν ἐμπεπτώκοι. εἰ οὖν ταῦτα τοιαῦτα ἔσται, θεάσασθε οἵα ἡ κατάστασις ἡμῖν ἔσται τῆς στρατιᾶς.

你们对他们怎么看?他们并没有行任何不义,而是害怕有某种疯病如疯狗一般附到了我们身上。那么,倘若此等事态继续下去,你们且看我们的军队将会变成何种局面!

§5.7.27

ὑμεῖς μὲν οἱ πάντες οὐκ ἔσεσθε κύριοι οὔτε ἀνελέσθαι πόλεμον ᾧ ἂν βούλησθε οὔτε καταλῦσαι, ἰδίᾳ δὲ ὁ βουλόμενος ἄξει στράτευμα ἐφʼ ὅ τι ἂν θέλῃ. κἄν τινες πρὸς ὑμᾶς ἴωσι πρέσβεις εἰρήνης δεόμενοι ἢ ἄλλου τινός, κατακτείναντες τούτους οἱ βουλόμενοι ποιήσουσιν ὑμᾶς τῶν λόγων μὴ ἀκοῦσαι τῶν πρὸς ὑμᾶς ἰόντων.

你们全体既无权对你们所希望的对象宣战,也无权与之媾和,而是任何自愿之人都可以私自率领一支队伍去攻击他所想攻击的目标。即使有使者来到你们这里请求和平或别的事情,那些愿意的人只要把使者杀死,就能让你们听不到前来找你们的人的话语。

§5.7.28

ἔπειτα δὲ οὓς μὲν ἂν ὑμεῖς πάντες ἕλησθε ἄρχοντας, ἐν οὐδεμιᾷ χώρᾳ ἔσονται,2 ὅστις δὲ ἂν ἑαυτὸν ἕληται στρατηγὸν καὶ ἐθέλῃ λέγειν βάλλε βάλλε, οὗτος ἔσται ἱκανὸς καὶ ἄρχοντα κατακανεῖν καὶ ἰδιώτην ὃν ἂν ὑμῶν ἐθέλῃ ἄκριτον, ἢν ὦσιν οἱ πεισόμενοι αὐτῷ, ὥσπερ καὶ νῦν ἐγένετο.

再者,你们大家全体选出的长官将变得毫无地位,而任何自立为将军并愿意高喊‘砸啊,砸啊’的人,只要有人听从他,就将有能力把长官杀死,也可以把你们当中任何一个他想杀的普通士兵不经审判就处死,正如刚才所发生的那样。

§5.7.29

οἷα δὲ ὑμῖν καὶ διαπεπράχασιν οἱ αὐθαίρετοι οὗτοι στρατηγοὶ σκέψασθε. Ζήλαρχος μὲν ὁ ἀγορανόμος εἰ μὲν ἀδικεῖ ὑμᾶς, οἴχεται ἀποπλέων οὐ δοὺς ὑμῖν δίκην· εἰ δὲ μὴ ἀδικεῖ, φεύγει ἐκ τοῦ στρατεύματος δείσας μὴ ἀδίκως ἄκριτος ἀποθάνῃ.

你们且看这些自封的将军为你们做成了何等好事!市场巡查官泽拉尔科斯,倘若他辜负了你们,现在已经扬帆逃走,没有给你们交代与赔偿;倘若他没有行不义,那他就是害怕不经审判就不公正地被处死,因而逃离了军队。

§5.7.30

οἱ δὲ καταλεύσαντες τοὺς πρέσβεις διεπράξαντο ὑμῖν μόνοις μὲν τῶν Ἑλλήνων εἰς Κερασοῦντα μὴ ἀσφαλὲς εἶναι, ἂν μὴ σὺν ἰσχύι ἀφικνῆσθε· τοὺς δὲ νεκροὺς οὓς πρόσθεν αὐτοὶ οἱ κατακανόντες ἐκέλευον θάπτειν, τούτους διεπράξαντο μηδὲ ξὺν κηρυκείῳ ἔτι ἀσφαλὲς εἶναι ἀνελέσθαι. τίς γὰρ ἐθελήσει κῆρυξ ἰέναι κήρυκας ἀπεκτονώς; ἀλλʼ ἡμεῖς Κερασουντίων θάψαι αὐτοὺς ἐδεήθημεν.

而那些用石块砸死使节的人,使得在所有希腊人中唯独你们若是没有强大的武力便无法安全进入刻拉苏斯;至于那些从前连凶手本人都催促去安葬的阵亡者遗体,他们竟使得即便手持使节杖也无法安全收殓。因为在杀害了使节之后,谁还愿意充当使节前往呢?我们只得恳求刻拉苏斯人去安葬他们。

§5.7.31

εἰ μὲν οὖν ταῦτα καλῶς ἔχει, δοξάτω ὑμῖν, ἵνα ὡς τοιούτων ἐσομένων καὶ φυλακὴν ἰδίᾳ ποιήσῃ τις καὶ τὰ ἐρυμνὰ ὑπερδέξια πειρᾶται ἔχων σκηνοῦν.

如果这一切是好的,那就请你们表决通过吧,以便在预料到会有此类事情发生的情况下,每个人都能私下布置守卫,并设法占据险要高地扎营。

§5.7.32

εἰ μέντοι ὑμῖν δοκεῖ θηρίων ἀλλὰ μὴ ἀνθρώπων εἶναι τὰ τοιαῦτα ἔργα, σκοπεῖτε παῦλάν τινα αὐτῶν· εἰ δὲ μή, πρὸς Διὸς πῶς ἢ θεοῖς θύσομεν ἡδέως ποιοῦντες ἔργα ἀσεβῆ, ἢ πολεμίοις πῶς μαχούμεθα, ἢν ἀλλήλους κατακαίνωμεν;

然而,倘若你们认为这种勾当属于野兽而非人类,那就去寻求某种制止它们的办法;否则,指着宙斯起誓,当我们做出不敬神明之事时,我们怎能欣然向神明献祭?如果我们自相残杀,又怎能同敌人作战?

§5.7.33

πόλις δὲ φιλία τίς ἡμᾶς δέξεται, ἥτις ἂν ὁρᾷ τοσαύτην ἀνομίαν ἐν ἡμῖν; ἀγορὰν δὲ τίς ἄξει θαρρῶν, ἢν περὶ τὰ μέγιστα τοιαῦτα ἐξαμαρτάνοντες φαινώμεθα; οὗ δὲ δὴ πάντων οἰόμεθα τεύξεσθαι ἐπαίνου,3 τίς ἂν ἡμᾶς τοιούτους ὄντας ἐπαινέσειεν; ἡμεῖς μὲν γὰρ οἶδʼ ὅτι πονηροὺς ἂν φαίημεν εἶναι τοὺς τὰ τοιαῦτα ποιοῦντας.

若有一座友好城市看到我们中间有如此目无法纪的行径,又有什么城邦会接纳我们呢?如果我们被发现在最重大的事情上犯下如此罪过,又有谁敢放心地把集市运来?至于我们自以为在一切之中必将获得的赞誉,面对我们如今这副模样,又有谁会赞美我们呢?因为我很清楚,我们自己也会断言做这种事的人是恶棍。”

§5.7.34

ἐκ τούτου ἀνιστάμενοι πάντες ἔλεγον τοὺς μὲν τούτων ἄρξαντας δοῦναι δίκην, τοῦ δὲ λοιποῦ μηκέτι ἐξεῖναι ἀνομίας ἄρξαι· ἐὰν δέ τις ἄρξῃ, ἄγεσθαι αὐτοὺς ἐπὶ θανάτῳ·4 τοὺς δὲ στρατηγοὺς εἰς δίκας πάντας καταστῆσαι· εἶναι δὲ δίκας καὶ εἴ τι ἄλλο τις ἠδίκητο ἐξ οὗ Κῦρος ἀπέθανε· δικαστὰς δὲ τοὺς λοχαγοὺς ἐποιήσαντο.

从这之后,所有人都站立起来,主张始作俑者应当受到惩处,今后不得再容许任何人带头破坏法纪;若有人带头,就当押去处死;所有将领都当接受审判;自居鲁士阵亡以来,若有人受到任何其他不公正对待,也应当设立法庭审理;并且他们推举百夫长们担任法官。

§5.7.35

παραινοῦντος δὲ Ξενοφῶντος καὶ τῶν μάντεων συμβουλευόντων ἔδοξε καθῆραι τὸ στράτευμα. καὶ ἐγένετο καθαρμός.

此外,经色诺芬提议并依占卜官的建议,大会决定净化军队。于是举行了净罪仪式。

语法注4 条
  1. 5.7.26καὶ τούτους τί δοκεῖτε;

    宾格 τούτους 是句首话题化的宾格(或表示“至于他们,你们怎么看?”的口语惯用表达)。它在句法上先取了后续小句 ἠδίκουν μὲν οὐδέν 的主语,而非作为 δοκεῖτε 的直接受词。

  2. 5.7.28ἐν οὐδεμιᾷ χώρᾳ ἔσονται

    字面意为“将不在任何位置”,是希腊语的固定习语,意为“毫无地位”或“微不足道”。

  3. 5.7.33οὗ δὲ δὴ πάντων οἰόμεθα τεύξεσθαι ἐπαίνου

    由于动词 τεύξεσθαι(源自 τυγχάνω)支配属格,关系代词 οὗ 与先行词 ἐπαίνου 均处于属格,且两者因倒置修辞(hyperbaton)而被分隔在句首与句末,意为“至于我们自以为在一切之中必将获得的赞誉”。

  4. 5.7.34ἄγεσθαι αὐτοὺς ἐπὶ θανάτῳ

    间接引语中受主节动词 ἔλεγον 支配的不定词结构。介词短语 ἐπὶ θανάτῳ 是表示目的或刑罚的固定惯用语,意为“押去处死”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.7.24-5.7.35