← 色诺芬

长征记

§5.7.12-5.7.23

军中纪律崩坏的危机与克勒阿勒托斯的劫掠

色诺芬警告军中蔓延的无纪律与暴乱危机,讲述了百夫长克勒阿勒托斯擅自劫掠招致惨败、蛮族使节在刻拉苏斯遭士兵砸死、以及军营内突发针对市场巡查官的暴动等一系列事件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.7.12

ὅταν δὲ τούτων ἅλις ἔχητε, μὴ ἀπέλθητε πρὶν ἂν ἀκούσητε οἷον ὁρῶ ἐν τῇ στρατιᾷ ἀρχόμενον πρᾶγμα· ὃ εἰ ἔπεισι καὶ ἔσται οἷον ὑποδείκνυσιν, ὥρα ἡμῖν βουλεύεσθαι ὑπὲρ ἡμῶν αὐτῶν μὴ κάκιστοί τε καὶ αἴσχιστοι ἄνδρες ἀποφαινώμεθα καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων καὶ φίλων καὶ πολεμίων.

但当你们觉得这些事情足够时,在听到我所见正在军中萌生的是怎样一桩事态之前,请不要散去;倘若此事继续蔓延并演变成它所显露出的征兆那样,我们就有必要为我们自身深思熟虑了,免得我们在神明与世人面前、在盟友与仇敌面前,都显露为最恶劣、最可耻之辈。

§5.7.13

ἀκούσαντες δὲ ταῦτα οἱ στρατιῶται ἐθαύμασάν τε ὅ τι εἴη καὶ λέγειν ἐκέλευον. ἐκ τούτου ἄρχεται πάλιν· ἐπίστασθέ που ὅτι χωρία ἦν ἐν τοῖς ὄρεσι βαρβαρικά, φίλια τοῖς Κερασουντίοις, ὅθεν κατιόντες τινὲς καὶ ἱερεῖα ἐπώλουν ἡμῖν καὶ ἄλλα ὧν εἶχον, δοκοῦσι δέ μοι καὶ ὑμῶν τινες εἰς τὸ ἐγγυτάτω χωρίον τούτων ἐλθόντες ἀγοράσαντές τι πάλιν ἀπελθεῖν.

士兵们听闻此言,既深感诧异想知道那究竟是何事,又催促他说下去。于是他又重新开始说道:“想必你们知道,山中有一些蛮族的要塞村落,与刻拉苏斯人修好,有些人曾从那里下来,向我们出售牺牲以及他们所拥有的其他物资;在我看来,你们当中也有人曾前往这些村落中最近的一个,买了些东西而后返回。

§5.7.14

τοῦτο καταμαθὼν Κλεάρετος ὁ λοχαγὸς ὅτι καὶ μικρὸν εἴη καὶ ἀφύλακτον διὰ τὸ φίλιον νομίζειν εἶναι, ἔρχεται ἐπʼ αὐτοὺς τῆς νυκτὸς ὡς πορθήσων, οὐδενὶ ἡμῶν εἰπών.

百夫长克勒阿勒托斯探知该处既小又因被视为友好之地而无防备,便背着我们所有人,在夜间前去劫掠他们。

§5.7.15

διενενόητο δέ, εἰ λάβοι τόδε τὸ χωρίον, εἰς μὲν τὸ στράτευμα μηκέτι ἐλθεῖν, εἰσβὰς δὲ εἰς πλοῖον ἐν ᾧ ἐτύγχανον οἱ ξύσκηνοι αὐτοῦ παραπλέοντες, καὶ ἐνθέμενος εἴ τι λάβοι, ἀποπλέων οἴχεσθαι ἔξω τοῦ Πόντου. καὶ ταῦτα ξυνωμολόγησαν αὐτῷ οἱ ἐκ τοῦ πλοίου σύσκηνοι, ὡς ἐγὼ νῦν αἰσθάνομαι.

他打算若是攻下这个要塞,便不再回到大军中,而是登上一艘他的同帐伙伴碰巧沿岸航行在内的船只,装上所抢到的一切,扬帆逃离本都。而正如我现在所知,船上的同帐伙伴也与他达成了共谋。

§5.7.16

παρακαλέσας οὖν ὁπόσους ἔπειθεν ἦγεν ἐπὶ τὸ χωρίον. πορευόμενον δʼ αὐτὸν φθάνει ἡμέρα γενομένη,1 καὶ ξυστάντες οἱ ἄνθρωποι ἀπὸ ἰσχυρῶν τόπων βάλλοντες καὶ παίοντες τόν τε Κλεάρετον ἀποκτείνουσι καὶ τῶν ἄλλων συχνούς, οἱ δέ τινες καὶ εἰς Κερασοῦντα αὐτῶν ἀποχωροῦσι.

于是他召集了被他说动的那些人,率领他们前往该要塞。但他尚在行军途中天便亮了,当地人集结起来,从险固之处投射、击打,杀死了克勒阿勒托斯以及其余许多人,其中一些人则退回了刻拉苏斯。

§5.7.17

ταῦτα δʼ ἦν ἐν τῇ ἡμέρᾳ ᾗ ἡμεῖς δεῦρο ἐξωρμῶμεν πεζῇ· τῶν δὲ πλεόντων ἔτι τινὲς ἦσαν ἐν Κερασοῦντι, οὔπω ἀνηγμένοι. μετὰ τοῦτο, ὡς οἱ Κερασούντιοι λέγουσιν, ἀφικνοῦνται τῶν ἐκ τοῦ χωρίου τρεῖς ἄνδρες τῶν γεραιτέρων πρὸς τὸ κοινὸν τὸ ἡμέτερον χρῄζοντες ἐλθεῖν.

这些事发生在我们徒步启程前往此地的当天;而乘船航行的人中,有些仍在刻拉苏斯,尚未启航。在此之后,据刻拉苏斯人说,那座要塞里来了三位长老,想要到我们的大军公会来。

§5.7.18

ἐπεὶ δʼ ἡμᾶς οὐ κατέλαβον, πρὸς τοὺς Κερασουντίους ἔλεγον ὅτι θαυμάζοιεν τί ἡμῖν δόξειεν ἐλθεῖν ἐπʼ αὐτούς. ἐπεὶ μέντοι σφεῖς λέγειν, ἔφασαν, ὅτι οὐκ ἀπὸ κοινοῦ γένοιτο τὸ πρᾶγμα, ἥδεσθαί τε αὐτοὺς καὶ μέλλειν2 ἐνθάδε πλεῖν, ὡς ἡμῖν λέξαι τὰ γενόμενα καὶ τοὺς νεκροὺς κελεύειν αὐτοὺς θάπτειν λαβόντας.

但因他们没有见到我们,便对刻拉苏斯人说,他们很纳闷我们究竟是出于何种考虑来进攻他们。然而,当刻拉苏斯人对他们说明这绝非公同决定的行动时,据刻拉苏斯人说,使者们十分欣慰,并打算乘船来此,向我们说明事情经过,并敦请我们收殓安葬死者。

§5.7.19

τῶν δʼ ἀποφυγόντων τινὰς Ἑλλήνων τυχεῖν ἔτι ὄντας ἐν Κερασοῦντι· αἰσθόμενοι δὲ τοὺς βαρβάρους ὅποι ἴοιεν αὐτοί τε ἐτόλμησαν βάλλειν τοῖς λίθοις καὶ τοῖς ἄλλοις παρεκελεύοντο. καὶ οἱ ἄνδρες ἀποθνῄσκουσι τρεῖς ὄντες οἱ πρέσβεις καταλευσθέντες.

然而,有些逃出来的希腊人碰巧仍在刻拉苏斯;他们察觉到这些蛮族要去哪里,便自己公然向他们投掷石块,并唆使其他人也这么做。于是那三位身为使节的男子便被乱石砸死了。

§5.7.20

ἐπεὶ δὲ τοῦτο ἐγένετο, ἔρχονται πρὸς ἡμᾶς οἱ Κερασούντιοι καὶ λέγουσι τὸ πρᾶγμα· καὶ ἡμεῖς οἱ στρατηγοὶ ἀκούσαντες ἠχθόμεθά τε τοῖς γεγενημένοις καὶ ἐβουλευόμεθα ξὺν τοῖς Κερασουντίοις ὅπως ἂν ταφείησαν οἱ τῶν Ἑλλήνων νεκροί.

此事发生后,刻拉苏斯人来到我们这里通报了情况;我们将领听闻此事,对所发生的一切感到痛心,并与刻拉苏斯人商讨如何才能安葬那些希腊人的遗体。

§5.7.21

συγκαθήμενοι δʼ ἔξωθεν τῶν ὅπλων3 ἐξαίφνης ἀκούομεν θορύβου πολλοῦ παῖε παῖε, βάλλε βάλλε, καὶ τάχα δὴ ὁρῶμεν πολλοὺς προσθέοντας λίθους ἔχοντας ἐν ταῖς χερσί, τοὺς δὲ καὶ ἀναιρουμένους.

当我们正在营地外围席地共商时,突然听到一片大乱之声:‘打啊,打啊!砸啊,砸啊!’很快我们就看到许多人手里拿着石块跑过来,还有一些人正随手捡拾石块。

§5.7.22

καὶ οἱ μὲν Κερασούντιοι, ὡς καὶ ἑορακότες τὸ παρʼ ἑαυτοῖς πρᾶγμα, δείσαντες ἀποχωροῦσι πρὸς τὰ πλοῖα. ἦσαν δὲ νὴ Δία καὶ ἡμῶν οἳ ἔδεισαν.

刻拉苏斯人因亲眼见过在他们城里发生的那桩事,大为惊恐,退避向船只。指着宙斯起誓,连我们自己人当中也有人害怕了。

§5.7.23

ἐγώ γε μὴν ἦλθον πρὸς αὐτοὺς καὶ ἠρώτων ὅ τι ἐστὶ τὸ πρᾶγμα. τῶν δὲ ἦσαν μὲν οἳ οὐδὲν ᾔδεσαν, ὅμως δὲ λίθους εἶχον ἐν ταῖς χερσίν. ἐπεὶ δὲ εἰδότι τινὶ ἐπέτυχον, λέγει μοι ὅτι οἱ ἀγορανόμοι δεινότατα ποιοῦσι τὸ στράτευμα.

但我却上前去问他们出了什么事。他们当中有些人一无所知,却依然手里拿着石块。但我碰到了一个知情者,他对我说,是市场巡查官们对待大军的行径太恶劣了。

语法注3 条
  1. 5.7.16πορευόμενον δʼ αὐτὸν φθάνει ἡμέρα γενομένη

    动词 φθάνω 接分词(ἡμέρα γενομένη)构成的句式,意为“在行军途中天便亮了”(天明先于他到达),表明企图夜袭的克勒阿勒托斯在行军途中被拂晓暴露。

  2. 5.7.18ἐπεὶ μέντοι σφεῖς λέγειν, ἔφασαν, ὅτι οὐκ ἀπὸ κοινοῦ γένοιτο τὸ πρᾶγμα, ἥδεσθαί τε αὐτοὺς καὶ μέλλειν

    依赖于插入语 ἔφασαν 的多层间接引语句结构。在时间从句(ἐπεὶ...)中,受间接引语同化影响使用了不定式 λέγειν 而非限定动词;其主语 σφεῖς 是间接反身代名词,指说话者(刻拉苏斯人)自身。该句的主要谓语为不定式 ἥδεσθαί τε... καὶ μέλλειν,以 αὐτούς(长者使节们)为宾格逻辑主语。

  3. 5.7.21ἔξωθεν τῶν ὅπλων

    这里的 τὰ ὅπλα 并非指武器本身,而是转喻指重装步兵营地或停放武器的宿营区。整句意为“在营地外围”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.7.12-5.7.23