← 色诺芬

长征记

§5.7.1-5.7.11

色诺芬驳斥进军法西斯的谣言

关于色诺芬企图欺骗军队将其带往法西斯的谣言四起并引发骚动,色诺芬迅速召集大会,从日出方位、风向以及兵力悬殊等角度,有力驳斥了这种欺骗在物理上根本不可能成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.7.1

ταῦτα οὖν οἱ στρατιῶται ἀνεπύθοντο ταραττόμενα.1 καὶ ὁ Νέων λέγει ὡς Ξενοφῶν ἀναπεπεικὼς τοὺς ἄλλους στρατηγοὺς διανοεῖται ἄγειν τοὺς στρατιώτας ἐξαπατήσας πάλιν εἰς Φᾶσιν.

于是士兵们探知了这些乱局。涅翁便声称,色诺芬说服了其余的将领,打算欺骗士兵们,把他们重新带回法西斯。

§5.7.2

ἀκούσαντες δʼ οἱ στρατιῶται χαλεπῶς ἔφερον, καὶ ξύλλογοι ἐγίγνοντο καὶ κύκλοι ξυνίσταντο καὶ μάλα φοβεροὶ ἦσαν μὴ ποιήσειαν2 οἷα καὶ τοὺς τῶν Κόλχων κήρυκας ἐποίησαν καὶ τοὺς ἀγορανόμους·

士兵们听闻此事,大为恼火;他们聚集起来,三五成群,极令人担心他们会做出类似此前对待科尔基斯人的使者和市场巡查官那样的暴行。

§5.7.3

ἐπεὶ δὲ ᾐσθάνετο Ξενοφῶν, ἔδοξεν αὐτῷ ὡς τάχιστα ξυναγαγεῖν αὐτῶν ἀγοράν, καὶ μὴ ἐᾶσαι ξυλλεγῆναι αὐτομάτους· καὶ ἐκέλευσε τὸν κήρυκα ξυλλέξαι ἀγοράν.

色诺芬察觉到这一情况,认为应当尽快召集全军大会,决不能放任他们自发聚集;于是他命传令官召集大会。

§5.7.4

οἱ δʼ ἐπεὶ τοῦ κήρυκος ἤκουσαν, ξυνέδραμον καὶ μάλα ἑτοίμως. ἐνταῦθα Ξενοφῶν τῶν μὲν στρατηγῶν οὐ κατηγόρει, ὅτι ἦλθον πρὸς αὐτόν, λέγει δὲ ὧδε. ἀκούω τινὰ διαβάλλειν, ὦ ἄνδρες, ἐμὲ ὡς ἐγὼ ἄρα ἐξαπατήσας ὑμᾶς μέλλω ἄγειν εἰς Φᾶσιν. ἀκούσατε οὖν μου πρὸς θεῶν, καὶ ἐὰν μὲν ἐγὼ φαίνωμαι ἀδικεῖν, οὐ χρή με ἐνθένδε ἀπελθεῖν πρὶν ἂν δῶ δίκην· ἂν δʼ ὑμῖν φαίνωνται ἀδικεῖν οἱ ἐμὲ διαβάλλοντες, οὕτως αὐτοῖς χρῆσθε ὥσπερ ἄξιον.

士兵们听到传令官的召集,非常迅速地汇聚而来。这时色诺芬并没有因将领们曾来找他而谴责他们,而是发言如下: “将士们,我听说有人对我造谣中伤,说我居然打算欺骗你们,把你们带往法西斯。因此凭诸神起誓,请听我一言:如果我显见犯有罪过,在接受惩罚之前我绝不应当离开这里;但若是那些中伤我的人在你们看来犯有罪过,你们就照他们应得的下场来处置他们。

§5.7.6

ὑμεῖς δέ, ἔφη, ἴστε δήπου ὅθεν ἥλιος ἀνίσχει καὶ ὅπου δύεται, καὶ ὅτι ἐὰν μέν τις εἰς τὴν Ἑλλάδα μέλλῃ ἰέναι, πρὸς ἑσπέραν δεῖ πορεύεσθαι· ἢν δέ τις βούληται εἰς τοὺς βαρβάρους, τοὔμπαλιν πρὸς ἕω. ἔστιν οὖν ὅστις τοῦτο ἂν δύναιτο ὑμᾶς ἐξαπατῆσαι ὡς ἥλιος ἔνθεν μὲν ἀνίσχει, δύεται δὲ ἐνταῦθα, ἔνθα δὲ δύεται, ἀνίσχει δʼ ἐντεῦθεν;

毕竟你们无疑知道,”他说,“太阳从何处升起,在何处落下;如果有人打算前往希腊,就必须朝西行进,但若有人想去蛮族那里,则相反要朝东行进。那么,难道有谁能在这件事上欺骗你们,说太阳在它升起的地方落下,而在它落下的地方,反而是它升起之处吗?

§5.7.7

ἀλλὰ μὴν καὶ τοῦτό γε ἐπίστασθε ὅτι βορέας μὲν ἔξω τοῦ Πόντου εἰς τὴν Ἑλλάδα φέρει, νότος δὲ εἴσω εἰς Φᾶσιν, καὶ λέγεται, ὅταν βορρᾶς πνέῃ, ὡς καλοὶ πλοῖ εἰσιν εἰς τὴν Ἑλλάδα. τοῦτʼ οὖν ἔστιν ὅπως τις ἂν ὑμᾶς ἐξαπατήσαι ὥστε ἐμβαίνειν ὁπόταν νότος πνέῃ;

此外,你们至少也明白这一点:北风将船只吹出本都运往希腊,南风则将其吹向内陆的法西斯;人们常说,只要北风吹拂,前往希腊便是顺风航行。那么,难道有任何办法能让人欺骗你们,使你们在吹南风时登船启航吗?

§5.7.8

ἀλλὰ γὰρ ὁπόταν γαλήνη ᾖ ἐμβιβῶ.3 οὐκοῦν ἐγὼ μὲν ἐν ἑνὶ πλοίῳ πλεύσομαι, ὑμεῖς δὲ τοὐλάχιστον ἐν ἑκατόν. πῶς ἂν οὖν ἐγὼ ἢ βιασαίμην ὑμᾶς ξὺν ἐμοὶ πλεῖν μὴ βουλομένους ἢ ἐξαπατήσας ἄγοιμι;

‘可是,在风平浪静时我会让你们登船。’然而我只乘一只船航行,而你们至少乘一百只船。那么,我怎能强迫不情愿的你们与我同行,又怎能把你们蒙骗着带走呢?

§5.7.9

ποιῶ δʼ ὑμᾶς ἐξαπατηθέντας καὶ γοητευθέντας ὑπʼ ἐμοῦ ἥκειν εἰς Φᾶσιν·4 καὶ δὴ ἀποβαίνομεν εἰς τὴν χώραν· γνώσεσθε δήπου ὅτι οὐκ ἐν τῇ Ἑλλάδι ἐστέ· καὶ ἐγὼ μὲν ἔσομαι ὁ ἐξηπατηκὼς εἷς, ὑμεῖς δὲ οἱ ἐξηπατημένοι ἐγγὺς μυρίων ἔχοντες ὅπλα. πῶς ἂν οὖν ἀνὴρ μᾶλλον δοίη δίκην ἢ οὕτω περὶ αὑτοῦ τε καὶ ὑμῶν βουλευόμενος;

就算假设你们被我蒙骗、施了法术而抵达了法西斯;而且我们确实在该地登了岸;你们无疑会明白自己并不是在希腊;而我这个施骗者只有一人,被骗的你们却是有将近一万名手持武器的军人。那么,一个人若是如此筹划自己和你们的处境,难道还会有比这更必定招致惩罚的做法吗?

§5.7.10

ἀλλʼ οὗτοί εἰσιν οἱ λόγοι ἀνδρῶν καὶ ἠλιθίων κἀμοὶ φθονούντων, ὅτι ἐγὼ ὑφʼ ὑμῶν τιμῶμαι. καίτοι οὐ δικαίως γʼ ἄν μοι φθονοῖεν· τίνα γὰρ αὐτῶν ἐγὼ κωλύω ἢ λέγειν εἴ τίς τι ἀγαθὸν δύναται ἐν ὑμῖν, ἢ μάχεσθαι εἴ τις ἐθέλει ὑπὲρ ὑμῶν τε καὶ ἑαυτοῦ, ἢ ἐγρηγορέναι περὶ τῆς ὑμετέρας ἀσφαλείας ἐπιμελούμενον; τί γάρ, ἄρχοντας αἱρουμένων ὑμῶν ἐγώ τινι ἐμποδών εἰμι; παρίημι, ἀρχέτω· μόνον ἀγαθόν τι ποιῶν ὑμᾶς φαινέσθω.

其实,这些话出自既愚蠢又嫉妒我的人之口,因为我受到你们的尊崇。然而他们嫉妒我却毫无道理:因为他们当中若有人能在你们面前提出益策,或是若有人愿意为了你们和自己英勇作战,抑或是为了你们的安全保持警醒、尽职尽责,我又曾阻拦过他们之中的哪一个?怎么,当你们推选指挥官时,我碍着谁的事吗?我愿意退让,让他去指挥;只要他能显出为你们做了好事就行。

§5.7.11

ἀλλὰ γὰρ ἐμοὶ μὲν ἀρκεῖ περὶ τούτων τὰ εἰρημένα· εἰ δέ τις ὑμῶν ἢ αὐτὸς ἐξαπατηθῆναι ἂν οἴεται ταῦτα ἢ ἄλλον ἐξαπατῆσαι ταῦτα, λέγων διδασκέτω.

不过,关于这些事情,我所说的话已经足够了;但如果你们当中有人认为自己能在这类事上受骗,或者能在这类事上欺骗别人,就请站出来发言指教吧。”

语法注4 条
  1. 5.7.1ταῦτα οὖν οἱ στρατιῶται ἀνεπύθοντο ταραττόμενα.

    分词 ταραττόμενα 在感知动词 ἀνεπύθοντο 后充当表语性补充成分,表示“得知这些事情正处于混乱之中”。相比于将其视为单纯的定语词组(“这些混乱之事”),作补充成分更能传达出士兵们获知事态正在乱套这一紧迫的情势。

  2. 5.7.2καὶ μάλα φοβεροὶ ἦσαν μὴ ποιήσειαν

    人称构式(personal construction)。形容词 φοβεροί 与主语 οἱ στρατιῶται 一致,意义并非“士兵们害怕”,而是“士兵们极令人恐惧(担心他们会做出……)”。紧随其后的 μή 引导表示担忧的从句。

  3. 5.7.8ἀλλὰ γὰρ ὁπόταν γαλήνη ᾖ ἐμβιβῶ.

    ἀλλὰ γάρ 在此处用于引入预先设想的对方反驳(预设反问/抗辩,hypophora):‘“然而(有人会说),在风平浪静时我才会让你们登船。”’ 随后色诺芬立刻以 οὐκοῦν ἐγὼ μὲν ... 进行针锋相对的反驳。

  4. 5.7.9ποιῶ δʼ ὑμᾶς ἐξαπατηθέντας καὶ γοητευθέντας ὑπʼ ἐμοῦ ἥκειν εἰς Φᾶσιν·

    动词 ποιῶ 搭配宾格(ὑμᾶς)和不定式(ἥκειν),属于习语用法,意为“假定/权且设定(你们被我蒙骗而到达了法西斯)”。这是在论辩中姑且承认对方的前提,从而推导出其荒谬的修辞手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.7.1-5.7.11