- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.6.26-5.6.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬在集会上澄清了祭祀与殖民意图,促使全军一致表决返回希腊并严惩离队者;而因许诺的军饷落空,倡议者们转而密谋率军远征法西斯。
ἔστε δʼ ἄν, ἔφη, ἐκεῖ γένησθε, κἀγὼ καθάπερ Τιμασίων ὑπισχνοῦμαι ὑμῖν τὴν μισθοφοράν. ταῦτα δὲ ἔλεγεν εἰδὼς ἃ Τιμασίωνι οἱ Ἡρακλεῶται καὶ οἱ Σινωπεῖς ὑπισχνοῦντο ὥστε ἐκπλεῖν.
“而且在你们到达那里之前,”他说,“我也和蒂马西翁一样,向你们保证发放军饷。”他说这些话,是因为深知赫拉克利亚人和锡诺普人为使军队起航而向蒂马西翁许下的诺言。
ὁ δὲ Ξενοφῶν ἐν τούτῳ ἐσίγα. ἀναστὰς δὲ Φιλήσιος καὶ Λύκων οἱ Ἀχαιοὶ ἔλεγον ὡς δεινὸν εἴη ἰδίᾳ μὲν Ξενοφῶντα πείθειν τε καταμένειν καὶ θύεσθαι ὑπὲρ τῆς μονῆς, εἰς δὲ τὸ κοινὸν μηδὲν ἀγορεύειν περὶ τούτων. ὥστε ἠναγκάσθη ὁ Ξενοφῶν ἀναστῆναι καὶ εἰπεῖν τάδε.
而色诺芬此时保持沉默。但阿开亚人菲勒西奥斯和吕孔站起来说,色诺芬私下里既劝人留驻,又为了留驻而举行祭祀,在大会上却对这些事只字不提,这事实在骇人听闻。于是色诺芬被迫站起身来,发表了如下讲话:
ἐγώ, ὦ ἄνδρες, θύομαι μὲν ὡς ὁρᾶτε ὁπόσα δύναμαι καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ ἐμαυτοῦ ὅπως ταῦτα τυγχάνω καὶ λέγων καὶ νοῶν καὶ πράττων ὁποῖα μέλλει ὑμῖν τε κάλλιστα καὶ ἄριστα ἔσεσθαι καὶ ἐμοί. καὶ νῦν ἐθυόμην περὶ αὐτοῦ τούτου, εἰ ἄμεινον εἴη ἄρχεσθαι λέγειν εἰς ὑμᾶς καὶ πράττειν περὶ τούτων ἢ παντάπασι μηδὲ ἅπτεσθαι τοῦ πράγματος.
“将士们,如你们所见,我尽己所能地为你们也为我自己举行祭祀,以便使我所说、所想、所做的一切,都将是对你们和对我最美好、最有利的。方才我也正就此事举行祭祀占卜,看究竟是开始向你们陈述并着手办理这些事更好,还是根本不碰此事更好。
Σιλανὸς δέ μοι ὁ μάντις ἀπεκρίνατο τὸ μὲν μέγιστον, τὰ ἱερὰ καλὰ εἶναι· ᾔδει γὰρ καὶ ἐμὲ οὐκ ἄπειρον ὄντα διὰ τὸ ἀεὶ παρεῖναι τοῖς ἱεροῖς· ἔλεξε δὲ ὅτι ἐν τοῖς ἱεροῖς φαίνοιτό τις δόλος καὶ ἐπιβουλὴ ἐμοί, ὡς ἄρα γιγνώσκων ὅτι αὐτὸς ἐπεβούλευε διαβάλλειν με πρὸς ὑμᾶς. ἐξήνεγκε γὰρ τὸν λόγον ὡς ἐγὼ πράττειν ταῦτα διανοοίμην ἤδη οὐ πείσας ὑμᾶς.
而预言者西拉诺斯给我的答复中,最重要的是祭象良好;因为他知道由于我经常在祭祀现场,我也并非外行。但他说祭象中显露出某种针对我的诡计和图谋——这表明他心里明白正是他自己在谋划向你们中伤我。因为正是他散布传言,说我甚至在没有说服你们的情况下,就已打算推行这些事了。
ἐγὼ δὲ εἰ μὲν ἑώρων ἀποροῦντας ὑμᾶς, τοῦτʼ ἂν ἐσκόπουν ἀφʼ οὗ ἂν γένοιτο ὥστε λαβόντας ὑμᾶς πόλιν τὸν μὲν βουλόμενον ἀποπλεῖν ἤδη, τὸν δὲ μὴ βουλόμενον, ἐπεὶ κτήσαιτο ἱκανὰ1 ὥστε καὶ τοὺς ἑαυτοῦ οἰκείους ὠφελῆσαί τι.
而我若是看到你们陷入困境,我本会考虑通过何种途径,使你们在夺得一座城邦之后,愿意离开的人可以立即扬帆启航,而不愿离开的人,则可以在获得足以周济家人的财物之后再行离去。
ἐπεὶ δὲ ὁρῶ ὑμῖν καὶ τὰ πλοῖα πέμποντας Ἡρακλεώτας καὶ Σινωπέας ὥστε ἐκπλεῖν, καὶ μισθὸν ὑπισχνουμένους ὑμῖν ἄνδρας ἀπὸ νουμηνίας, καλόν μοι δοκεῖ εἶναι σῳζομένους ἔνθα βουλόμεθα μισθὸν τῆς σωτηρίας λαμβάνειν, καὶ αὐτός τε παύομαι ἐκείνης τῆς διανοίας, καὶ ὁπόσοι πρὸς ἐμὲ προσῇσαν λέγοντες ὡς χρὴ ταῦτα πράττειν, ἀναπαύεσθαί φημι χρῆναι.
然而,既然我看到赫拉克利亚人和锡诺普人正为你们派遣船只以便起航,而且有人承诺从新月初起发给你们军饷,那么在我看来,能安全到达我们想去的地方、并在保全自身的同时领取军饷,正是一件美事;我自己不仅放弃那个念头,并且对所有那些曾来找我、说应当推行此事的人,我也宣布应当就此作罢。
οὕτω γὰρ γιγνώσκω· ὁμοῦ μὲν ὄντες πολλοὶ ὥσπερ νυνὶ δοκεῖτε ἄν μοι καὶ ἔντιμοι εἶναι καὶ ἔχειν τὰ ἐπιτήδεια· ἐν γὰρ τῷ κρατεῖν ἐστι καὶ τὸ λαμβάνειν τὰ τῶν ἡττόνων· διασπασθέντες δʼ ἂν καὶ κατὰ μικρὰ γενομένης τῆς δυνάμεως οὔτʼ ἂν τροφὴν δύναισθε λαμβάνειν οὔτε χαίροντες ἂν ἀπαλλάξαιτε.2
因为我是这样认为的:像现在这样大批人集结在一起,在我看来你们既会受到尊崇,又能获得给养;因为处于胜利者的地位,也就意味着能夺得弱者的财产。但如果你们被分散开来,力量被化整为零,你们既无法获取粮食,也无法全身而退。
δοκεῖ οὖν μοι ἅπερ ὑμῖν, ἐκπορεύεσθαι εἰς τὴν Ἑλλάδα, καὶ ἐάν τις μέντοι ἀπολιπὼν ληφθῇ πρὶν ἐν ἀσφαλεῖ εἶναι πᾶν τὸ στράτευμα, κρίνεσθαι αὐτὸν ὡς ἀδικοῦντα. καὶ ὅτῳ δοκεῖ, ἔφη, ταῦτα, ἀράτω τὴν χεῖρα.
因此,你们所赞同的也就是我所赞同的:向希腊进发;而且,在全军脱离危险之前,若有人擅自离队被抓获,就应当作为罪人受到审判。凡是赞同这些决议的人,”他说,“请举手。”
ἀνέτειναν ἅπαντες. ὁ δὲ Σιλανὸς ἐβόα, καὶ ἐπεχείρει λέγειν ὡς δίκαιον εἴη ἀπιέναι τὸν βουλόμενον. οἱ δὲ στρατιῶται οὐκ ἠνείχοντο, ἀλλʼ ἠπείλουν αὐτῷ ὅτι εἰ λήψονται ἀποδιδράσκοντα, τὴν δίκην ἐπιθήσοιεν.
所有人都举起了手。然而西拉诺斯大声叫嚷,试图声称愿意离开的人离开是正当的。但士兵们无法容忍,反而威胁他说,如果抓住他逃跑,必将惩处他。
ἐντεῦθεν ἐπεὶ ἔγνωσαν οἱ Ἡρακλεῶται ὅτι ἐκπλεῖν δεδογμένον εἴη καὶ Ξενοφῶν αὐτὸς ἐπεψηφικὼς εἴη, τὰ μὲν πλοῖα πέμπουσι, τὰ δὲ χρήματα ἃ ὑπέσχοντο Τιμασίωνι καὶ Θώρακι ἐψευσμένοι ἦσαν.3
此后,当赫拉克利亚人得知出航已成定议且色诺芬亲自主持了表决,他们便把船只派了过来,但对于曾许诺给蒂马西翁和托拉克司的金钱,他们却食言了。
ἐνταῦθα δὲ ἐκπεπληγμένοι ἦσαν καὶ ἐδεδίεσαν τὴν στρατιὰν οἱ τὴν μισθοφορὰν ὑπεσχημένοι. παραλαβόντες οὖν οὗτοι καὶ τοὺς ἄλλους στρατηγοὺς οἷς ἀνεκεκοίνωντο ἃ πρόσθεν ἔπραττον, πάντες δʼ ἦσαν πλὴν Νέωνος τοῦ Ἀσιναίου, ὃς Χειρισόφῳ ὑπεστρατήγει, Χειρίσοφος δὲ οὔπω παρῆν, ἔρχονται πρὸς Ξενοφῶντα, καὶ λέγουσιν ὅτι μεταμέλοι αὐτοῖς, καὶ δοκοίη κράτιστον εἶναι πλεῖν εἰς Φᾶσιν, ἐπεὶ πλοῖα ἔστι, καὶ κατασχεῖν τὴν Φασιανῶν χώραν.
这时,那些许诺发放军饷的人惊慌失措,惧怕军队。于是他们带上之前共谋其事的其他将领——那是除阿西内人涅翁外的全体〔将领〕,涅翁是海里斯福斯的副将,而海里斯福斯尚未返回——来到色诺芬面前,说他们后悔了,并且觉得既然有船,最好乘船前往法西斯,占领法西斯人的土地。
αἰήτου δὲ ὑιδοῦς ἐτύγχανε βασιλεύων αὐτῶν. Ξενοφῶν δὲ ἀπεκρίνατο ὅτι οὐδὲν ἂν τούτων εἴποι εἰς τὴν στρατιάν· ὑμεῖς δὲ ξυλλέξαντες, ἔφη, εἰ βούλεσθε, λέγετε. ἐνταῦθα ἀποδείκνυται Τιμασίων ὁ Δαρδανεὺς γνώμην οὐκ ἐκκλησιάζειν ἀλλὰ τοὺς αὑτοῦ ἕκαστον λοχαγοὺς πρῶτον πειρᾶσθαι πείθειν. καὶ ἀπελθόντες ταῦτʼ ἐποίουν.
当时埃厄忒斯的一个孙子恰好是他们的国王。色诺芬回答说,他对军队绝口不提这些事:“不过你们,”他说,“如果愿意,可以召集士兵自己去说。”这时,达耳达诺斯人蒂马西翁提出意见,主张不召开大会,而是每个人先去尝试说服自己的连长。他们便退下去照此办理。
- 5.6.30τὸν δὲ μὴ βουλόμενον, ἐπεὶ κτήσαιτο ἱκανὰ
与前半句“τὸν μὲν βουλόμενον ἀποπλεῖν ἤδη”(愿意的人立即起航)相对称,后半句“τὸν δὲ μὴ βουλόμενον [ἀποπλεῖν]”省略了不定式 ἀποπλεῖν。时间从句“ἐπεὶ κτήσαιτο”使用不定过去祈愿语气,在过去视角的语境中表示将来的完成动作。
- 5.6.32οὔτε χαίροντες ἂν ἀπαλλάξαιτε
分词 χαίρων(欢喜地)与动词 ἀπαλλάττω(离去、脱身)结合构成的习语,意为“平安脱身、免受惩罚或损失”。此处与否定词 οὔτε 以及 ἄν 连同祈愿语气搭配,表达潜在语气:“你们也无法全身而退/不受惩处地脱身”。
- 5.6.35ἐψευσμένοι ἦσαν
动词 ψεύδω(欺骗)的中被动态完成时迂回过去完成式。在此处并非表示被动态(“被欺骗”),而是表示中动态意义,意为“违约、反悔(其诺言)”,支配宾格短语 τὰ δὲ χρήματα ἃ ὑπέσχοντο 作为其宾语。
