← 色诺芬

长征记

§5.6.13-5.6.25

色诺芬建城构想的泄露与军心动摇

色诺芬构想在黑海建立殖民城邦并举行祭祀占卜,但预言者西拉诺斯将此企图泄露给全军。蒂马西翁和托拉克司遂利用当地商人对大军滞留的担忧筹集资金,向士兵许诺发放军饷并提议乘船前往小亚细亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6.13

γιγνώσκομεν γὰρ ὅτι ὅπου μὲν ἂν κρατῶμεν, δυναίμεθʼ ἂν καὶ σῴζεσθαι καὶ τὰ ἐπιτήδεια ἔχειν· εἰ δέ που ἥττους τῶν πολεμίων ληφθησόμεθα, εὔδηλον δὴ ὅτι ἐν ἀνδραπόδων χώρᾳ ἐσόμεθα. ἀκούσαντες ταῦτα οἱ πρέσβεις ἐκέλευον πέμπειν πρέσβεις.

“因为我们清楚,无论我们在何处占优,我们都能保全自己并获得粮食;但若在何处被发现弱于敌人,显然我们将沦为奴隶的境地。”使节们听闻此言,便请他们派遣使节。

§5.6.14

καὶ πέμπουσι Καλλίμαχον Ἀρκάδα καὶ Ἀρίστωνα Ἀθηναῖον καὶ Σαμόλαν Ἀχαιόν. καὶ οἱ μὲν ᾤχοντο.

于是他们派出了阿卡迪亚人卡利马科斯、雅典人阿里斯同和阿开亚人萨摩拉斯。他们便出发了。

§5.6.15

ἐν δὲ τούτῳ τῷ χρόνῳ Ξενοφῶντι,1 ὁρῶντι μὲν ὁπλίτας πολλοὺς τῶν Ἑλλήνων, ὁρῶντι δὲ πελταστὰς πολλοὺς καὶ τοξότας καὶ σφενδονήτας καὶ ἱππέας δὲ καὶ μάλα ἤδη διὰ τὴν τριβὴν ἱκανούς, ὄντας δʼ ἐν τῷ Πόντῳ,2 ἔνθα οὐκ ἂν ἀπʼ ὀλίγων χρημάτων τοσαύτη δύναμις παρεσκευάσθη, καλὸν αὐτῷ ἐδόκει εἶναι χώραν καὶ δύναμιν τῇ Ἑλλάδι προσκτήσασθαι πόλιν κατοικίσαντας.

在此期间,色诺芬看到希腊人拥有众多的重装步兵,又看到众多的标枪兵、弓箭手、投石兵,以及因历练而如今已相当干练的骑兵,且他们身处黑海地区——在此地若非耗费巨资绝无法筹备起如此规模的大军——他便觉得,若能建立一座城邦,为希腊增拓土地与实力,是一件美事。

§5.6.16

καὶ γενέσθαι ἂν αὐτῷ ἐδόκει μεγάλη, καταλογιζομένῳ τό τε αὑτῶν πλῆθος καὶ τοὺς περιοικοῦντας τὸν Πόντον. καὶ ἐπὶ τούτοις ἐθύετο πρίν τινι εἰπεῖν τῶν στρατιωτῶν Σιλανὸν παρακαλέσας τὸν Κύρου μάντιν γενόμενον τὸν Ἀμπρακιώτην.

他思量着他们自己的人数以及黑海周围的居民,觉得这一定会成为一座伟大的城邦。于是在对任何士兵吐露之前,他召来曾任居鲁士预言者的安布拉基亚人西拉诺斯,就此事举行祭祀占卜。

§5.6.17

ὁ δὲ Σιλανὸς δεδιὼς μὴ γένηται ταῦτα καὶ καταμείνῃ που ἡ στρατιά, ἐκφέρει εἰς τὸ στράτευμα λόγον ὅτι Ξενοφῶν βούλεται καταμεῖναι τὴν στρατιὰν καὶ πόλιν οἰκίσαι καὶ ἑαυτῷ ὄνομα καὶ δύναμιν περιποιήσασθαι.

但西拉诺斯害怕此事成真、军队滞留某地,便在军中散布传言,说色诺芬企图让军队留下来建城,好为自己牟取声望与权势。

§5.6.18

αὐτὸς δʼ ὁ Σιλανὸς ἐβούλετο ὅτι τάχιστα εἰς τὴν Ἑλλάδα ἀφικέσθαι· οὓς γὰρ παρὰ Κύρου ἔλαβε τρισχιλίους δαρεικοὺς ὅτε τὰς δέκα ἡμέρας ἠλήθευσε θυόμενος Κύρῳ, διεσεσώκει.

西拉诺斯自己则一心想尽快抵达希腊;因为他完好地保存着居鲁士赐给他的三千达利克金币——那是他在为居鲁士祭祀时,对那十天的预言应验所得的奖赏。

§5.6.19

τῶν δὲ στρατιωτῶν, ἐπεὶ ἤκουσαν, τοῖς μὲν ἐδόκει βέλτιστον εἶναι καταμεῖναι, τοῖς δὲ πολλοῖς οὔ. Τιμασίων δὲ ὁ Δαρδανεὺς καὶ Θώραξ ὁ Βοιώτιος πρὸς ἐμπόρους τινὰς παρόντας τῶν Ἡρακλεωτῶν καὶ Σινωπέων λέγουσιν ὅτι εἰ μὴ ἐκποριοῦσι τῇ στρατιᾷ μισθὸν ὥστε ἔχειν τὰ ἐπιτήδεια ἐκπλέοντας, ὅτι κινδυνεύσει3 μεῖναι τοσαύτη δύναμις ἐν τῷ Πόντῳ· βούλεται γὰρ Ξενοφῶν καὶ ἡμᾶς παρακαλεῖ, ἐπειδὰν ἔλθῃ τὰ πλοῖα, τότε εἰπεῖν ἐξαίφνης τῇ στρατιᾷ·

士兵们听闻此事后,虽有人认为留下来最好,但大多数人并不赞同。达耳达诺斯人蒂马西翁和维奥蒂亚人托拉克司便对在场的几位赫拉克利亚与锡诺普商人说,如果他们不为军队筹措军饷以供出航时备办给养,如此大军恐怕会有滞留黑海的危险:“因为色诺芬心存此意,并敦促我们,等船只一到,就突然对军队说:

§5.6.20

ἄνδρες, νῦν μὲν ὁρῶμεν ὑμᾶς ἀπόρους ὄντας καὶ ἐν τῷ ἀπόπλῳ ἔχειν τὰ ἐπιτήδεια καὶ ὡς οἴκαδε ἀπελθόντας ὀνῆσαί τι τοὺς οἴκοι· εἰ δὲ βούλεσθε τῆς κύκλῳ χώρας περὶ τὸν Πόντον οἰκουμένης ἐκλεξάμενοι ὅποι ἂν βούλησθε κατασχεῖν, καὶ τὸν μὲν ἐθέλοντα ἀπιέναι οἴκαδε, τὸν δʼ ἐθέλοντα μένειν αὐτοῦ, πλοῖα δʼ ὑμῖν πάρεστιν, ὥστε ὅπῃ ἂν βούλησθε ἐξαίφνης ἂν ἐπιπέσοιτε.

‘诸位勇士,如今我们看到你们既缺乏出航途中的给养,又无法在返乡后造福家人;但如果你们愿意在黑海周边有人居住的土地中任选一处并将其占领,那么愿意返乡的人可以回乡,愿意留下的人可以留在此地;况且你们拥有船只,随心所欲即可对任何地方发动突袭。’”

§5.6.21

ἀκούσαντες ταῦτα οἱ ἔμποροι ἀπήγγελλον ταῖς πόλεσι· ξυνέπεμψε δʼ αὐτοῖς Τιμασίων Δαρδανεὺς Εὐρύμαχόν τε τὸν Δαρδανέα καὶ Θώρακα τὸν Βοιώτιον ταὐτὰ ἐροῦντας. Σινωπεῖς δὲ καὶ Ἡρακλεῶται ταῦτα ἀκούσαντες πέμπουσι πρὸς τὸν Τιμασίωνα καὶ κελεύουσι προστατεῦσαι λαβόντα χρήματα ὅπως ἐκπλεύσῃ ἡ στρατιά.

商人们听闻此言后向各自的城邦作了汇报;达耳达诺斯人蒂马西翁还派达耳达诺斯人欧律马科斯和维奥蒂亚人托拉克司与他们同行,去传达同样的话。锡诺普人和赫拉克利亚人得知后,便遣使找到蒂马西翁,请他收下金钱并出面主持,务使大军乘船离去。

§5.6.22

ὁ δὲ ἄσμενος ἀκούσας ἐν ξυλλόγῳ τῶν στρατιωτῶν ὄντων λέγει τάδε. οὐ δεῖ προσέχειν μονῇ, ὦ ἄνδρες, οὐδὲ τῆς Ἑλλάδος οὐδὲν περὶ πλείονος ποιεῖσθαι. ἀκούω δέ τινας θύεσθαι ἐπὶ τούτῳ οὐδʼ ὑμῖν λέγοντας.

他欣然答应,并在士兵的集会上发表如下讲话:“将士们,切不可把心思放在留驻上,任何事物都不应置于希腊之上。但我听说有人正为此事举行祭祀占卜,却甚至不曾告知你们。

§5.6.23

ὑπισχνοῦμαι δὲ ὑμῖν, ἂν ἐκπλέητε, ἀπὸ νουμηνίας μισθοφορὰν παρέξειν κυζικηνὸν ἑκάστῳ τοῦ μηνός· καὶ ἄξω ὑμᾶς εἰς τὴν Τρῳάδα, ἔνθεν καί εἰμι φυγάς, καὶ ὑπάρξει ὑμῖν ἡ ἐμὴ πόλις· ἑκόντες γάρ με δέξονται.

但我向你们许诺,若你们起航离去,自新月初起,我将为每人每月提供一客齐库斯金币的军饷;我还要把你们带到特罗阿斯,那正是我流亡出来的地方,我的城邦将供你们栖身;因为他们必会欣然接纳我。

§5.6.24

ἡγήσομαι δὲ αὐτὸς ἐγὼ ἔνθεν πολλὰ χρήματα λήψεσθε. ἔμπειρος δέ εἰμι τῆς Αἰολίδος καὶ τῆς Φρυγίας καὶ τῆς Τρῳάδος καὶ τῆς Φαρναβάζου ἀρχῆς πάσης, τὰ μὲν διὰ τὸ ἐκεῖθεν εἶναι, τὰ δὲ διὰ τὸ ξυνεστρατεῦσθαι ἐν αὐτῇ σὺν Κλεάρχῳ τε καὶ Δερκυλίδᾳ.

我将亲自引导你们去往能获取大量财货的地方。我对埃奥利斯、弗里吉亚、特罗阿斯以及法尔纳巴佐斯的整个统辖区都十分熟悉,一方面因为我来自那里,另一方面因为我曾随克利阿科斯和德尔基利达斯在该地一同征战。”

§5.6.25

ἀναστὰς αὖθις Θώραξ ὁ Βοιώτιος, ὃς περὶ στρατηγίας Ξενοφῶντι ἐμάχετο, ἔφη, εἰ ἐξέλθοιεν ἐκ τοῦ Πόντου, ἔσεσθαι αὐτοῖς Χερρόνησον χώραν καλὴν καὶ εὐδαίμονα ὥστε τῷ βουλομένῳ ἐνοικεῖν, τῷ δὲ μὴ βουλομένῳ ἀπιέναι οἴκαδε. γελοῖον δὲ εἶναι ἐν τῇ Ἑλλάδι οὔσης χώρας πολλῆς καὶ ἀφθόνου ἐν τῇ βαρβάρων μαστεύειν.

接着站起来的是维奥蒂亚人托拉克司(他曾与色诺芬争夺将军之职),他说,如果他们离开黑海,便会有色索尼斯这片优美富庶的土地供他们享用,以便愿意留居者便可在彼定居,不愿者则可返乡;并且说,希腊本有广大肥沃的土地,却到蛮族之地去寻觅,实乃荒谬至极。

语法注3 条
  1. 5.6.15ἐν δὲ τούτῳ τῷ χρόνῳ Ξενοφῶντι

    句首的与格 Ξενοφῶντι 是先行提引的话题性与格,在经过长篇分词短语(ὁρῶντι μὲν... ὁρῶντι δὲ... ὄντας δʼ...)的插入后,由无人称动词结构 καλὸν αὐτῷ ἐδόκει εἶναι 中的代词 αὐτῷ 予以呼应复指。全句的主干为 Ξενοφῶντι ... καλὸν ἐδόκει εἶναι ... προσκτήσασθαι。

  2. 5.6.15ὄντας δʼ ἐν τῷ Πόντῳ

    分词 ὄντας(阳性宾格复数)在语法上修饰的并非色诺芬本人(与格单数 Ξενοφῶντι / ὁρῶντι),而是前面作为 ὁρῶντι 之宾语的一连串兵种(ὁπλίτας... πελταστὰς... ἱππέας),作谓语性分词,表“看到他们正处于黑海地区”。

  3. 5.6.19ὅτι εἰ μὴ ἐκποριοῦσι τῇ στρατιᾷ μισθὸν ὥστε ἔχειν τὰ ἐπιτήδεια ἐκπλέοντας, ὅτι κινδυνεύσει

    引导间接引语的连词 ὅτι 在插入的长条件从句(εἰ μὴ ἐκποριοῦσι...)之后被再次赘述使用(复指性 ὅτι)。这是为了在长插入成分后重新确立其与主句动词 λέγουσιν 的关联,并非引入两个独立的从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.6.13-5.6.25