← 色诺芬

长征记

§5.6.1-5.6.12

锡诺普使节的建议与走海路的决定

希腊军将领向锡诺普使节征询后续行军路线的建议,使节赫卡托纽摩斯以险要地形、强大陆军及难以涉渡的河流为由,力劝走海路而非陆路;希腊军队遂在确保全员皆能乘船的前提下表决通过走海路。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6.1

ταύτῃ μὲν τῇ ἡμέρᾳ τοῦτο τὸ τέλος ἐγένετο. τῇ δὲ ὑστεραίᾳ ξυνέλεξαν οἱ στρατηγοὶ τοὺς στρατιώτας. καὶ ἐδόκει αὐτοῖς περὶ τῆς λοιπῆς πορείας παρακαλέσαντας τοὺς Σινωπέας βουλεύεσθαι. εἴτε γὰρ πεζῇ δέοι πορεύεσθαι, χρήσιμοι ἂν ἐδόκουν εἶναι1 οἱ Σινωπεῖς· ἔμπειροι γὰρ ἦσαν τῆς Παφλαγονίας· εἴτε κατὰ θάλατταν, προσδεῖν ἐδόκει Σινωπέων· μόνοι γὰρ ἂν ἐδόκουν ἱκανοὶ εἶναι πλοῖα παρασχεῖν ἀρκοῦντα τῇ στρατιᾷ.

这一天便以此告终。次日,将军们召集了士兵。他们认为应当召请锡诺普人,就后续的行程进行商议。因为若需走陆路,锡诺普人似乎大有用处,因其对帕夫拉戈尼亚了如指掌;若走海路,则似乎更离不开锡诺普人,因为唯有他们看起来能够为大军提供足够的船只。

§5.6.2

καλέσαντες οὖν τοὺς πρέσβεις ξυνεβουλεύοντο, καὶ ἠξίουν Ἕλληνας ὄντας Ἕλλησι τούτῳ πρῶτον καλῶς δέχεσθαι τῷ εὔνους τε εἶναι καὶ τὰ κάλλιστα ξυμβουλεύειν.2

于是他们召来使节一同商议,并要求他们作为希腊人对待同胞,首先以心怀善意并提出最佳建议的方式好意接纳他们。

§5.6.3

ἀναστὰς δὲ Ἑκατώνυμος πρῶτον μὲν ἀπελογήσατο περὶ οὗ εἶπεν ὡς τὸν Παφλαγόνα φίλον ποιήσοιντο, ὅτι οὐχ ὡς τοῖς Ἕλλησι πολεμησόντων σφῶν εἴποι, ἀλλʼ ὅτι ἐξὸν τοῖς βαρβάροις φίλους εἶναι τοὺς Ἕλληνας αἱρήσονται.3 ἐπεὶ δὲ ξυμβουλεύειν ἐκέλευον, ἐπευξάμενος εἶπεν ὧδε.

赫卡托纽摩斯站起身来,首先就先前所说将与帕夫拉戈尼亚人结友一事为自己辩白,声明自己那样说并非指他们打算与希腊人开战,而是即便可以同异族人交好,他们也会选择希腊人。当人们请他提供建议时,他作了一番祈祷后这样说道:

§5.6.4

εἰ μὲν ξυμβουλεύοιμι ἃ βέλτιστά μοι δοκεῖ, πολλά μοι καὶ ἀγαθὰ γένοιτο· εἰ δὲ μή, τἀναντία. αὐτὴ γὰρ ἡ ἱερὰ ξυμβουλὴ λεγομένη εἶναι δοκεῖ μοι παρεῖναι· νῦν γὰρ δὴ ἂν μὲν εὖ ξυμβουλεύσας φανῶ, πολλοὶ ἔσονται οἱ ἐπαινοῦντές με, ἂν δὲ κακῶς, πολλοὶ ἔσεσθε οἱ καταρώμενοι.

“如果我提出的建议是我认为最好的,愿我有许多福报;若非如此,愿遭相反的厄运。因为在我看来,眼下正处于所谓的‘神圣建言’之境;盖因如今我若显得提出了善言,赞誉我的人必多;若提出了恶谋,你们咒骂我的人亦必多。

§5.6.5

πράγματα μὲν οὖν οἶδʼ ὅτι πολὺ πλείω ἕξομεν, ἐὰν κατὰ θάλατταν κομίζησθε· ἡμᾶς γὰρ δεήσει τὰ πλοῖα πορίζειν· ἢν δὲ κατὰ γῆν στέλλησθε, ὑμᾶς δεήσει τοὺς μαχομένους εἶναι. ὅμως δὲ λεκτέα ἃ γιγνώσκω· ἔμπειρος γάρ εἰμι καὶ τῆς χώρας τῆς Παφλαγόνων καὶ τῆς δυνάμεως. ἔχει γὰρ ἀμφότερα, καὶ πεδία κάλλιστα καὶ ὄρη ὑψηλότατα.

我知道,若你们经由海路前行,我们的麻烦将多得多,因为必须由我们来筹备船只;但若你们走陆路进发,负责交战的将是你们。然而,我仍须把我所知晓的讲出来;因为我对帕夫拉戈尼亚人的土地和军力都十分熟悉。那里兼具两者:最壮丽的平原与最崇高的山峦。

§5.6.7

καὶ πρῶτον μὲν οἶδα εὐθὺς ᾗ τὴν εἰσβολὴν ἀνάγκη ποιεῖσθαι· οὐ γὰρ ἔστιν ἄλλῃ ἢ ᾗ τὰ κέρατα τοῦ ὄρους τῆς ὁδοῦ καθʼ ἑκάτερά ἐστιν ὑψηλά, ἃ κρατεῖν κατέχοντες καὶ πάνυ ὀλίγοι δύναιντʼ ἄν·4 τούτων δὲ κατεχομένων οὐδʼ ἂν οἱ πάντες ἄνθρωποι δύναιντʼ ἂν διελθεῖν. ταῦτα δὲ καὶ δείξαιμι ἄν, εἴ μοί τινα βούλοισθε ξυμπέμψαι.

首先,我知道一开始便必须从何处进入;除了道路两侧山峰皆高耸入云之处外,别无他途;只要扼守住这些山峰,哪怕极少数人也能将其牢牢控制;而若这些隘口被占领,哪怕全人类加在一起也无法通过。如果你们愿意派人和我一同前往,我甚至可以把这些指给你们看。

§5.6.8

ἔπειτα δὲ οἶδα καὶ πεδία ὄντα καὶ ἱππείαν ἣν αὐτοὶ οἱ βάρβαροι νομίζουσι κρείττω εἶναι ἁπάσης τῆς βασιλέως ἱππείας. καὶ νῦν οὗτοι οὐ παρεγένοντο βασιλεῖ καλοῦντι, ἀλλὰ μεῖζον φρονεῖ ὁ ἄρχων αὐτῶν.

其次,我还知道那里有平原和骑兵,异族人自己认为这支骑兵优于波斯国王的所有骑兵。最近在大王征召时,他们都未曾前去服役,因为他们的统治者心怀极其傲慢。

§5.6.9

ἢν δὲ καὶ δυνηθῆτε τά τε ὄρη κλέψαι ἢ φθάσαι λαβόντες καὶ ἐν τῷ πεδίῳ κρατῆσαι μαχόμενοι τούς τε ἱππέας τούτων καὶ πεζῶν μυριάδας πλέον ἢ δώδεκα, ἥξετε ἐπὶ τοὺς ποταμούς, πρῶτον μὲν τὸν Θερμώδοντα, εὖρος τριῶν πλέθρων, ὃν χαλεπὸν οἶμαι διαβαίνειν ἄλλως τε καὶ πολεμίων πολλῶν ἔμπροσθεν ὄντων, πολλῶν δὲ ὄπισθεν ἑπομένων· δεύτερον δὲ Ἶριν, τρίπλεθρον ὡσαύτως· τρίτον δὲ Ἅλυν, οὐ μεῖον δυοῖν σταδίοιν, ὃν οὐκ ἂν δύναισθε ἄνευ πλοίων διαβῆναι· πλοῖα δὲ τίς ἔσται ὁ παρέχων; ὡς δʼ αὔτως καὶ ὁ Παρθένιος ἄβατος· ἐφʼ ὃν ἔλθοιτε ἄν, εἰ τὸν Ἅλυν διαβαίητε. ἐγὼ μὲν οὖν οὐ χαλεπὴν ὑμῖν εἶναι νομίζω τὴν πορείαν ἀλλὰ παντάπασιν ἀδύνατον. ἂν δὲ πλέητε, ἔστιν ἐνθένδε μὲν εἰς Σινώπην παραπλεῦσαι, ἐκ Σινώπης δὲ εἰς Ἡράκλειαν· ἐξ Ἡρακλείας δὲ οὔτε πεζῇ οὔτε κατὰ θάλατταν ἀπορία· πολλὰ γὰρ καὶ πλοῖά ἐστιν ἐν Ἡρακλείᾳ.

即便你们能够暗中潜入或是抢先夺取山隘,并在平原上的交战中战胜他们的骑兵以及十二万以上的步兵,你们还将遭遇诸条河流:首先是宽度达三普勒特隆的特耳摩冬河,我认为此河极难渡过,尤其在前方有众多敌人、后方又有众多敌人尾追的情况下;其次是伊里斯河,同样有三普勒特隆宽;第三是哈律斯河,宽不下于两斯塔德,没有船只你们绝无法渡过;然而谁又会是提供船只的人呢?同样,帕耳忒纽斯河也是无法涉渡的;倘若你们渡过了哈律斯河,就会来到此河面前。因此在我看来,这段行程对你们而言不仅困难,更是绝无可能。但如果你们乘船航行,便可从这里沿着海岸驶往锡诺普,再从锡诺普驶往赫拉克利亚;而从赫拉克利亚出发,无论走陆路还是海路都毫无困难,因为赫拉克利亚有充裕的船只。”

§5.6.11

ἐπεὶ δὲ ταῦτʼ ἔλεξεν, οἱ μὲν ὑπώπτευον φιλίας ἕνεκα τῆς Κορύλα λέγειν· καὶ γὰρ ἦν πρόξενος αὐτῷ· οἱ δὲ καὶ ὡς δῶρα ληψόμενον διὰ τὴν ξυμβουλὴν ταύτην· οἱ δὲ ὑπώπτευον καὶ τούτου ἕνεκα λέγειν ὡς μὴ πεζῇ ἰόντες τὴν Σινωπέων τι χώραν κακὸν ἐργάζοιντο. οἱ δʼ οὖν Ἕλληνες ἐψηφίσαντο κατὰ θάλατταν τὴν πορείαν ποιεῖσθαι.

他说完这些话后,有些人怀疑他是因与科律拉斯的友谊而这般说的,因为他确实是科律拉斯的客人代理人(客卿);有些人甚至怀疑他是为了通过这番建言获取礼物;还有些人怀疑他是出于这个缘故而说,以免希腊人走陆路时对锡诺普人的领地造成损害。无论如何,希腊人表决通过走海路前行。

§5.6.12

μετὰ ταῦτα Ξενοφῶν εἶπεν· ὦ Σινωπεῖς, οἱ μὲν ἄνδρες ᾕρηνται πορείαν ἣν ὑμεῖς ξυμβουλεύετε· οὕτω δὲ ἔχει· εἰ μὲν μέλλει πλοῖα ἔσεσθαι ἱκανὰ ὡς ἀριθμῷ ἕνα μὴ καταλείπεσθαι ἐνθάδε,5 ἡμεῖς ἂν πλέοιμεν· εἰ δὲ μέλλοιμεν οἱ μὲν καταλείψεσθαι οἱ δὲ πλεύσεσθαι, οὐκ ἂν ἐμβαίημεν εἰς τὰ πλοῖα.

此后色诺芬发言道:“锡诺普人啊,士兵们已经选择依从你们所建议的行程;但事情是这样的:如果船只充足,以至于在人数上不留下一人在此,我们就起航;但如果将落得一部分人留下而另一部分人航行的局面,我们就绝不会登上船只。”

语法注5 条
  1. 5.6.1χρήσιμοι ἂν ἐδόκουν εἶναι

    小词 ἄν 在位置上虽紧贴限定动词 ἐδόκουν,但在句法上实际修饰不定式 εἶναι,反映了直接引语中的潜势祈愿语气 χρήσιμοι ἂν εἶεν(“他们将会是有用的”)。此处的 ἄν 前置并不表示主要动词 ἐδόκουν 本身是非真实条件句。

  2. 5.6.2τούτῳ πρῶτον καλῶς δέχεσθαι τῷ εὔνους τε εἶναι καὶ τὰ κάλλιστα ξυμβουλεύειν

    指示代词 τούτῳ 预先指引其后带冠词的不定式短语 τῷ εὔνους τε εἶναι καὶ τὰ κάλλιστα ξυμβουλεύειν,两者皆作表示手段或方式的与格。形容词 εὔνους 则为宾格作表语,与不定式隐含的逻辑主语(使节们)一致。

  3. 5.6.3οὐχ ὡς τοῖς Ἕλλησι πολεμησόντων σφῶν εἴποι, ἀλλʼ ὅτι ἐξὸν τοῖς βαρβάροις φίλους εἶναι τοὺς Ἕλληνας αἱρήσονται

    这是一个对比句结构:前半部分用 οὐχ ὡς 加上由将来时分词构成的属格独立结构(πολεμησόντων σφῶν)来否定所谓的意图;后半部分则在 ὅτι 从句中引入由非人称动词 ἔξεστι 转化而来的宾格独立分词 ἐξόν(“在允许/可能……的情况下”,带让步意味)。

  4. 5.6.7ἃ κρατεῖν κατέχοντες καὶ πάνυ ὀλίγοι δύναιντʼ ἄν

    关系代词 ἃ 的先行词是前文的 τὰ κέρατα(山峰/两翼),并在句中充当分词 κατέχοντες 的宾语(不定式 κρατεῖν 为绝对用法,意为“占上风/控制局面”)。分词 κατέχοντες 表示手段(“通过占守”),与主语 πάνυ ὀλίγοι 保持一致。

  5. 5.6.12ὡς ἀριθμῷ ἕνα μὴ καταλείπεσθαι ἐνθάδε

    连词 ὡς 在此如同 ὥστε 引导带不定式的果效从句(“以至于……”)。ἀριθμῷ 为限定/关涉与格(“在数目上”),ἕνα 则是被动不定式 καταλείπεσθαι 的逻辑主语(宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.6.1-5.6.12