- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.5.14-5.5.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬驳斥了赫卡托纽摩斯的指控,解释说由于缺乏市场才被迫获取给养,安置病患也是为了其安全,并反唇相讥对方的威胁;锡诺普的另一位使节出面缓和局势,双方最终达成和解。
καὶ νῦν ἐπεὶ εἰς τὰς Ἑλληνίδας πόλεις ἤλθομεν, ἐν Τραπεζοῦντι μὲν (παρεῖχον γὰρ ἡμῖν ἀγοράν) ὠνούμενοι εἴχομεν τὰ ἐπιτήδεια, καὶ ἀνθʼ ὧν ἐτίμησαν ἡμᾶς καὶ ξένια ἔδωκαν τῇ στρατιᾷ, ἀντετιμῶμεν αὐτούς, καὶ εἴ τις αὐτοῖς φίλος ἦν τῶν βαρβάρων, τούτων ἀπειχόμεθα· τοὺς δὲ πολεμίους αὐτῶν ἐφʼ οὓς αὐτοὶ ἡγοῖντο1 κακῶς ἐποιοῦμεν ὅσον ἐδυνάμεθα.
如今我们来到希腊人的城邦,在特拉佩祖斯(因为他们向我们提供了市场),我们通过购买获取给养;为了回报他们对我们的尊重以及向军队赠送客礼,我们也回报以敬意;如果异族人中有他们的朋友,我们便对其秋毫无犯;至于他们的敌人,只要由他们亲自引路,我们便竭尽所能地予以打击。
ἐρωτᾶτε δὲ αὐτοὺς ὁποίων τινῶν ἡμῶν ἔτυχον· πάρεισι γὰρ ἐνθάδε οὓς ἡμῖν ἡγεμόνας διὰ φιλίαν ἡ πόλις ξυνέπεμψεν.
你们不妨问问他们觉得我们为人如何;因为该城邦出于友谊为我们派遣的向导如今就在这里。
ὅποι δʼ ἂν ἐλθόντες ἀγορὰν μὴ ἔχωμεν, ἄν τε εἰς βάρβαρον γῆν ἄν τε εἰς Ἑλληνίδα, οὐχ ὕβρει ἀλλὰ ἀνάγκῃ λαμβάνομεν τὰ ἐπιτήδεια.
然而无论我们行至何处,只要得不到市场,不论是在异族的土地上,还是在希腊的土地上,我们索取给养都不是出于蛮横,而是出于无奈。
καὶ Καρδούχους καὶ Ταόχους καὶ Χαλδαίους καίπερ βασιλέως οὐχ ὑπηκόους ὄντας ὅμως καὶ μάλα φοβεροὺς ὄντας πολεμίους ἐκτησάμεθα διὰ τὸ ἀνάγκην εἶναι λαμβάνειν τὰ ἐπιτήδεια, ἐπεὶ ἀγορὰν οὐ παρεῖχον.
至于卡杜基人、陶基人和哈尔达伊人,尽管他们不是波斯国王的臣民,而且是极其可怕的敌人,但由于必须取得给养而他们又不提供市场,我们还是与他们成为了敌手。
Μάκρωνας δὲ καίπερ βαρβάρους ὄντας, ἐπεὶ ἀγορὰν οἵαν ἐδύναντο παρεῖχον, φίλους τε ἐνομίζομεν εἶναι καὶ βίᾳ οὐδὲν ἐλαμβάνομεν τῶν ἐκείνων.
然而玛克罗内斯人,尽管是异族人,却因为尽其所能地提供了市场,我们便视他们为朋友,从未强夺过他们的任何财物。
Κοτυωρίτας δέ, οὓς ὑμετέρους φατὲ εἶναι, εἴ τι αὐτῶν εἰλήφαμεν, αὐτοὶ αἴτιοί εἰσιν· οὐ γὰρ ὡς φίλοι προσεφέροντο ἡμῖν, ἀλλὰ κλείσαντες τὰς πύλας οὔτε εἴσω ἐδέχοντο οὔτε ἔξω ἀγορὰν ἔπεμπον· ᾐτιῶντο δὲ τὸν παρʼ ὑμῶν ἁρμοστὴν τούτων αἴτιον εἶναι.
至于你们声称归你们所有的科提奥拉人,如果我们拿了他们的任何东西,也是他们咎由自取;因为他们并未以朋友之道对待我们,反而紧闭城门,既不接纳我们进城,也不在城外开设市场;他们还归咎于你们派来的长官是造成这一切的原因。
ὃ δὲ λέγεις βίᾳ παρελθόντας σκηνοῦν,2 ἡμεῖς ἠξιοῦμεν τοὺς κάμνοντας εἰς τὰς στέγας δέξασθαι· ἐπεὶ δὲ οὐκ ἀνέῳγον τὰς πύλας, ᾗ ἡμᾶς ἐδέχετο αὐτὸ τὸ χωρίον ταύτῃ εἰσελθόντες ἄλλο μὲν οὐδὲν βίαιον ἐποιήσαμεν, σκηνοῦσι δʼ ἐν ταῖς στέγαις οἱ κάμνοντες τὰ αὑτῶν δαπανῶντες, καὶ τὰς πύλας φρουροῦμεν, ὅπως μὴ ἐπὶ τῷ ὑμετέρῳ ἁρμοστῇ ὦσιν οἱ κάμνοντες ἡμῶν, ἀλλʼ ἐφʼ ἡμῖν ᾖ κομίσασθαι ὅταν βουλώμεθα.3
至于你所说的强行闯入并在民房中宿营一事,我们原本只是请求他们收容病弱之人进入屋内;但当他们不肯开启城门时,我们便从这处据点本身接纳我们的地方进入,除此之外没有实施任何暴力行为;如今病弱者在民房中宿营,费用皆由自己承担,而我们守卫城门,是为了不让我们的病者受制于你们的长官,而是让我们在愿意之时随时有权带走他们。
οἱ δὲ ἄλλοι, ὡς ὁρᾶτε, σκηνοῦμεν ὑπαίθριοι ἐν τῇ τάξει, παρεσκευασμένοι, ἂν μέν τις εὖ ποιῇ, ἀντʼ εὖ ποιεῖν, ἂν δὲ κακῶς, ἀλέξασθαι.
至于我们其余的人,正如你们所见,在露天排成阵列宿营,随时准备着:若有人以善意待我,则以善报之;若有人恶意加害,则全力自卫。
ἃ δὲ ἠπείλησας ὡς,4 ἢν ὑμῖν δοκῇ, Κορύλαν καὶ Παφλαγόνας ξυμμάχους ποιήσεσθε ἐφʼ ἡμᾶς, ἡμεῖς δέ, ἢν μὲν ἀνάγκη ᾖ, πολεμήσομεν καὶ ἀμφοτέροις· ἤδη γὰρ καὶ ἄλλοις πολλαπλασίοις ὑμῶν ἐπολεμήσαμεν· ἂν δὲ δοκῇ ἡμῖν καὶ φίλον ποιεῖσθαι τὸν Παφλαγόνα (ἀκούομεν δὲ αὐτὸν καὶ ἐπιθυμεῖν τῆς ὑμετέρας πόλεως καὶ χωρίων τῶν ἐπιθαλαττίων), πειρασόμεθα ξυμπράττοντες αὐτῷ ὧν ἐπιθυμεῖ φίλοι γίγνεσθαι.
至于你威胁说,若你们认为适宜,便会联络科律拉斯和帕夫拉戈尼亚人作为盟友来对付我们;对此,如果有必要,我们即使同双方作战也在所不惜;因为我们先前已经同人数数倍于你们的敌人交过战了。但如果我们要把帕夫拉戈尼亚人化为朋友(我们听说他也正觊觎着你们的城邦以及沿海聚落),我们将通过在他所渴望之事上予以协助,尝试与他结为盟友。”
ἐκ τούτου μάλα μὲν δῆλοι ἦσαν οἱ ξυμπρέσβεις τῷ Ἑκατωνύμῳ χαλεπαίνοντες5 τοῖς εἰρημένοις, παρελθὼν δʼ αὐτῶν ἄλλος εἶπεν ὅτι οὐ πόλεμον ποιησόμενοι ἥκοιεν ἀλλὰ ἐπιδείξοντες ὅτι φίλοι εἰσί. καὶ ξενίοις, ἢν μὲν ἔλθητε πρὸς τὴν Σινωπέων πόλιν, ἐκεῖ δεξόμεθα, νῦν δὲ τοὺς ἐνθάδε κελεύσομεν διδόναι ἃ δύνανται· ὁρῶμεν γὰρ πάντα ἀληθῆ ὄντα ἃ λέγετε.
听完这番话,同行的使节们显然对赫卡托纽摩斯的言辞大为恼火;他们中的另一人走上前来说,他们来此绝非为了挑起战争,而是为了表明自己的友好之意。“而且,如果你们前往锡诺普城,我们将在那里以客礼款待你们;而现在我们将吩咐这里的人尽其所能提供礼物;因为我们看到你们所说的一切都是属实的。”
ἐκ τούτου ξένιά τε ἔπεμπον οἱ Κοτυωρῖται καὶ οἱ στρατηγοὶ τῶν Ἑλλήνων ἐξένιζον τοὺς τῶν Σινωπέων πρέσβεις, καὶ πρὸς ἀλλήλους πολλά τε καὶ φιλικὰ διελέγοντο τά τε ἄλλα καὶ περὶ τῆς λοιπῆς πορείας ἀνεπυνθάνοντο ὧν ἑκάτεροι ἐδέοντο.
在此之后,科提奥拉人送来了客礼,希腊将领们也款待了锡诺普的使节;双方进行了许多友好的交谈,并在其他事项之外,就各自关心的后续行程情况相互询问。
- 5.5.14ἐφʼ οὓς αὐτοὶ ἡγοῖντο
关系从句中表示过去反复或泛指条件的祈愿语气(过去泛指祈愿式),意为“凡是他们亲自引我们去攻击的(任何敌人)”。
- 5.5.20ὃ δὲ λέγεις βίᾳ παρελθόντας σκηνοῦν
由关系代词 ὃ 引导的从句置于句首,作限定或话题宾格(“至于你所说的……这一点”)。不定式短语 βίᾳ παρελθόντας σκηνοῦν 作 λέγεις 的宾语,宾格分词 παρελθόντας 与隐含的主语“我们”保持一致。
- 5.5.20ὅπως μὴ ἐπὶ τῷ ὑμετέρῳ ἁρμοστῇ ὦσιν οἱ κάμνοντες ἡμῶν, ἀλλʼ ἐφʼ ἡμῖν ᾖ κομίσασθαι ὅταν βουλώμεθα
介词 ἐπί 支配与格表示“受……支配”、“在……掌控之下”。后半句 ἐφʼ ἡμῖν ᾖ 是无人称句式(“在我们权力之内”),不定式 κομίσασθαι(“带走、撤出”)充当实际主语。
- 5.5.22ἃ δὲ ἠπείλησας ὡς
句首的关系代词 ἃ 用作话题或限定宾格(“至于你威胁说……”)。ὡς 从句解释威胁的具体内容,但后接 ἡμεῖς δέ 时句子结构发生转换,构成了破格句(anacoluthon)。
- 5.5.24μάλα μὲν δῆλοι ἦσαν οἱ ξυμπρέσβεις τῷ Ἑκατωνύμῳ χαλεπαίνοντες
表语形容词 δῆλος 搭配分词 χαλεπαίνοντες 构成的希腊语特有人称句式(“同行使节们显而易见地非常恼火”),在含义上等同于无人称形式 δῆλον ἦν ὅτι(“显然……”)。
