- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.5.1-5.5.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军穿过以打铁为业的哈吕伯人与蒂巴热尼人的土地,抵达锡诺普的殖民城邦科提奥拉并长久驻扎;锡诺普使节赫卡托纽摩斯就希腊军对该城的强制借宿与就地征粮提出交涉与威胁,色诺芬随后起身答辩。
διὰ ταύτης τῆς χώρας οἱ Ἕλληνες, διά τε τῆς πολεμίας καὶ τῆς φιλίας, ἐπορεύθησαν ὀκτὼ σταθμούς, καὶ ἀφικνοῦνται εἰς Χάλυβας. οὗτοι ὀλίγοι τε ἦσαν καὶ ὑπήκοοι τῶν Μοσσυνοίκων, καὶ ὁ βίος ἦν τοῖς πλείστοις αὐτῶν ἀπὸ σιδηρείας.
穿过这个地区,包括敌对和友好的地界,希腊人行军了八个驿程,抵达哈吕伯人的地界。这族人数量不多,是莫西诺伊基人的附庸,他们大多数人靠打铁为生。
ἐντεῦθεν ἀφικνοῦνται εἰς Τιβαρηνούς. ἡ δὲ τῶν Τιβαρηνῶν χώρα πολὺ ἦν πεδινωτέρα καὶ χωρία εἶχεν ἐπὶ θαλάττῃ ἧττον ἐρυμνά. καὶ οἱ στρατηγοὶ ἔχρῃζον πρὸς τὰ χωρία προσβάλλειν καὶ τὴν στρατιὰν ὀνηθῆναί τι, καὶ τὰ ξένια ἃ ἧκε παρὰ Τιβαρηνῶν οὐκ ἐδέχοντο, ἀλλʼ ἐπιμεῖναι κελεύσαντες ἔστε βουλεύσαιντο ἐθύοντο.
从那里他们来到蒂巴热尼人那里。蒂巴热尼人的土地要平坦得多,沿海的据点也不那么坚固。将领们渴望进攻这些据点,为军队捞取些好处,因此不肯接受蒂巴热尼人送来的款待礼物,而是吩咐他们等候,直到他们商议完毕,并为此献祭。
καὶ πολλὰ καταθυσάντων1 τέλος ἀπεδείξαντο οἱ μάντεις πάντες γνώμην ὅτι οὐδαμῇ προσίοιντο οἱ θεοὶ τὸν πόλεμον.2 ἐντεῦθεν δὴ τὰ ξένια ἐδέξαντο, καὶ ὡς διὰ φιλίας πορευόμενοι δύο ἡμέρας ἀφίκοντο εἰς Κοτύωρα πόλιν Ἑλληνίδα, Σινωπέων ἄποικον, οὖσαν δʼ ἐν τῇ Τιβαρηνῶν χώρᾳ.
在献祭了众多牺牲后,所有占卜官最终表明意见:神明决不允许开战。于是他们这才接受了礼物,如同穿越友好地区那样行军了两天,抵达科提奥拉,这是一座希腊人的城镇,是锡诺普人的殖民地,位于蒂巴热尼人的境内。
ἐνταῦθα ἔμειναν ἡμέρας τετταράκοντα πέντε. ἐν δὲ ταύταις πρῶτον μὲν τοῖς θεοῖς ἔθυσαν, καὶ πομπὰς ἐποίησαν κατὰ ἔθνος ἕκαστοι τῶν Ἑλλήνων καὶ ἀγῶνας γυμνικούς.
他们在此停留了四十五天。在此期间,他们首先向神明献祭,希腊人按各自部族举行了盛大的游行和体育竞技比赛。
τὰ δʼ ἐπιτήδειʼ ἐλάμβανον τὰ μὲν ἐκ τῆς Παφλαγονίας, τὰ δʼ ἐκ τῶν χωρίων τῶν Κοτυωριτῶν· οὐ γὰρ παρεῖχον ἀγοράν, οὐδʼ εἰς τὸ τεῖχος τοὺς ἀσθενοῦντας ἐδέχοντο.
至于给养,他们一部分从帕夫拉戈尼亚获取,一部分从科提奥拉人的聚落中取得;因为当地人不提供市场,也不允许病患进入城墙以内。
ἐν τούτῳ ἔρχονται ἐκ Σινώπης πρέσβεις, φοβούμενοι περὶ τῶν Κοτυωριτῶν τῆς τε πόλεως (ἦν γὰρ ἐκείνων καὶ φόρον ἐκείνοις ἔφερον) καὶ περὶ τῆς χώρας, ὅτι ἤκουον δῃουμένην. καὶ ἐλθόντες εἰς τὸ στρατόπεδον ἔλεγον· προηγόρει δὲ Ἑκατώνυμος δεινὸς νομιζόμενος εἶναι λέγειν·
在此期间,锡诺普派来了使节,他们为科提奥拉人既担忧其城镇(因为这属于他们,向他们缴纳贡赋),又担忧其领地,因为他们听闻领地正遭劫掠。使节们来到军营中发言,被公认为雄辩善言的赫卡托纽摩斯担任了代言人:
ἔπεμψεν ἡμᾶς, ὦ ἄνδρες στρατιῶται, ἡ τῶν Σινωπέων πόλις ἐπαινέσοντάς τε ὑμᾶς ὅτι νικᾶτε Ἕλληνες ὄντες βαρβάρους, ἔπειτα δὲ καὶ ξυνησθησομένους ὅτι διὰ πολλῶν τε καὶ δεινῶν, ὡς ἡμεῖς ἠκούσαμεν, πραγμάτων σεσωσμένοι πάρεστε.
“将士们,锡诺普城派我们来,首先是赞扬你们以希腊人之身战胜了异族人,其次也是祝贺你们,正如我们所听闻的那样,历经诸多险境,终得保全抵达于此。
ἀξιοῦμεν δὲ Ἕλληνες ὄντες καὶ αὐτοὶ ὑφʼ ὑμῶν ὄντων Ἑλλήνων ἀγαθὸν μέν τι πάσχειν, κακὸν δὲ μηδέν· οὐδὲ γὰρ ἡμεῖς ὑμᾶς οὐδὲν πώποτε ὑπήρξαμεν κακῶς ποιοῦντες.
我们认为,既然我们自己也是希腊人,就应当从同样身为希腊人的你们那里获得善待,而不应遭受任何侵害;因为我们从未首先做出任何加害你们的事。
Κοτυωρῖται δὲ οὗτοι εἰσὶ μὲν ἡμέτεροι ἄποικοι, καὶ τὴν χώραν ἡμεῖς αὐτοῖς ταύτην παραδεδώκαμεν βαρβάρους ἀφελόμενοι·3 διὸ καὶ δασμὸν ἡμῖν φέρουσιν οὗτοι τεταγμένον καὶ Κερασούντιοι καὶ Τραπεζούντιοι· ὥστε ὅ τι ἂν τούτους κακὸν ποιήσητε ἡ Σινωπέων πόλις νομίζει πάσχειν.
这些科提奥拉人是我们的殖民者,是我们从异族人手中夺来这片土地移交给他们的;因此他们同凯拉苏斯人和特拉佩祖斯人一样,向我们缴纳固定的贡赋;所以无论你们对他们施加何种侵害,锡诺普城都认为是在加诸自身。
νῦν δὲ ἀκούομεν ὑμᾶς εἴς τε τὴν πόλιν βίᾳ παρεληλυθότας ἐνίους σκηνοῦν ἐν ταῖς οἰκίαις καὶ ἐκ τῶν χωρίων βίᾳ λαμβάνειν ὧν ἂν δέησθε4 οὐ πείθοντας.
然而如今我们听说,你们中有些人强行闯入城镇寄宿民居,并且不经同意便从聚落中强行夺取你们所需要之物。
ταῦτʼ οὖν οὐκ ἀξιοῦμεν· εἰ δὲ ταῦτα ποιήσετε, ἀνάγκη ἡμῖν καὶ Κορύλαν καὶ Παφλαγόνας καὶ ἄλλον ὅντινα ἂν δυνώμεθα φίλον ποιεῖσθαι.
因此我们不能容忍这些行为;如果你们继续这样做,我们就不得不与科律拉斯、帕夫拉戈尼亚人以及我们所能联合的任何人结为朋友。”
πρὸς ταῦτα ἀναστὰς Ξενοφῶν ὑπὲρ τῶν στρατιωτῶν εἶπεν· ἡμεῖς δέ, ὦ ἄνδρες Σινωπεῖς, ἥκομεν ἀγαπῶντες ὅτι τὰ σώματα διεσωσάμεθα καὶ τὰ ὅπλα· οὐ γὰρ ἦν δυνατὸν ἅμα τε χρήματα ἄγειν καὶ φέρειν καὶ τοῖς πολεμίοις μάχεσθαι.
对此,色诺芬站起身来代表将士们发言道:“锡诺普的人们,我们能保全性命和武器来到这里,就已经心满意足了;因为一边掳掠财物、一边与敌人作战是不可能的。”
- 5.5.3καὶ πολλὰ καταθυσάντων
独立属格结构,其逻辑主语未明确写出,但可根据上文补出,指“将领们(οἱ στρατηγοί)”或主持献祭的人。
- 5.5.3ὅτι οὐδαμῇ προσίοιντο οἱ θεοὶ τὸν πόλεμον
间接引语从句中的祈愿语气,由过去时主动词(ἀπεδείξαντο)引导。προσίοιντο 是中动动词 προσίεμαι(接受、容许)的现在时祈愿语气第三人称复数,支配宾语 τὸν πόλεμον。
- 5.5.10βαρβάρους ἀφελόμενοι
表示剥夺的动词 ἀφαιρέομαι 所带的双重宾格,分别指被剥夺者(βαρβάρους)与被夺之物(承前句的 τὴν χώραν),意为“从异族人手中夺取这片土地”。
- 5.5.11ὧν ἂν δέησθε
先行词省略的关系从句(相当于 τούτων ὧν ἂν δέησθε)。关系代词 ὧν 的属格由从句中的动词 δέομαι(支配属格表示所需之物)决定,整个关系从句作主句动词 λαμβάνειν 的宾语。
