- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.4.20-5.4.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬针对前一日的失利鼓舞士气,次日希腊军攻破敌对莫西诺伊基人的要塞与都城,将其国王连同木塔一并焚毁。随后行军穿过盟友领地时,希腊人目睹了当地人奇特的饮食风俗与生活习俗。
πρῶτον μὲν γὰρ ἐπίστασθε ὅτι οἱ μέλλοντες ἡμῖν ἡγεῖσθαι τῷ ὄντι πολέμιοί εἰσιν οἷσπερ καὶ ἡμᾶς ἀνάγκη·1 ἔπειτα δὲ καὶ τῶν Ἑλλήνων οἱ ἀμελήσαντες τῆς ξὺν ἡμῖν τάξεως καὶ ἱκανοὶ ἡγησάμενοι εἶναι ξὺν τοῖς βαρβάροις ταὐτὰ πράττειν ἅπερ σὺν ἡμῖν δίκην δεδώκασιν· ὥστε αὖθις ἧττον τῆς ἡμετέρας τάξεως ἀπολείψονται.
首先,你们知道,那些将为我们带路的人,实际上与我们不得不视为仇敌的人正是同样的仇敌;其次,那些无视我们整齐队列、自以为同异族人一道也能取得同我们在一起时相同战果的希腊人已经受到了惩罚;因此他们今后将更少离开我们的行列。
ἀλλʼ ὑμᾶς δεῖ παρασκευάζεσθαι ὅπως καὶ τοῖς φίλοις οὖσι τῶν βαρβάρων δόξητε κρείττους αὐτῶν εἶναι καὶ τοῖς πολεμίοις δηλώσητε ὅτι οὐχ ὁμοίοις ἀνδράσι μαχοῦνται νῦν τε καὶ ὅτε τοῖς ἀτάκτοις ἐμάχοντο.
相反,你们必须做好准备,以便在友好的异族人面前显出你们比他们更胜一筹,并向敌人表明,如今与他们交战的人绝不同于他们之前交战的那些乌合之众。
ταύτην μὲν οὖν τὴν ἡμέραν οὕτως ἔμειναν· τῇ δὲ ὑστεραίᾳ θύσαντες ἐπεὶ ἐκαλλιερήσαντο, ἀριστήσαντες, ὀρθίους τοὺς λόχους ποιησάμενοι, καὶ τοὺς βαρβάρους ἐπὶ τὸ εὐώνυμον κατὰ ταὐτὰ ταξάμενοι ἐπορεύοντο τοὺς τοξότας μεταξὺ τῶν λόχων ἔχοντες, ὑπολειπομένου δὲ μικρὸν τοῦ στόματος τῶν ὁπλιτῶν.2
于是那一天他们就这样停留下来;次日,他们献祭并获得吉兆,用过早饭后,将各连队编成纵队,将同盟的异族人以同样方式部署在左翼,弓箭手布置在各连队之间,重装步兵的前沿稍稍滞后,向前挺进。
ἦσαν γὰρ τῶν πολεμίων οἳ εὔζωνοι κατατρέχοντες τοῖς λίθοις ἔβαλλον. τούτους ἀνέστελλον οἱ τοξόται καὶ πελτασταί. οἱ δʼ ἄλλοι βάδην ἐπορεύοντο πρῶτον μὲν ἐπὶ τὸ χωρίον ἀφʼ οὗ τῇ προτεραίᾳ οἱ βάρβαροι ἐτρέφθησαν καὶ οἱ ξὺν αὐτοῖς· ἐνταῦθα γὰρ οἱ πολέμιοι ἦσαν ἀντιτεταγμένοι.
因为敌军中有些轻装步兵跑下山来投掷石块。弓箭手和轻盾兵遏制了他们。其余部队则缓步前进,首先扑向前一天异族人及其随行者被击退的那处据点;因为敌人当时正是在那里列队迎战。
τοὺς μὲν οὖν πελταστὰς ἐδέξαντο οἱ βάρβαροι καὶ ἐμάχοντο, ἐπειδὴ δὲ ἐγγὺς ἦσαν οἱ ὁπλῖται, ἐτρέποντο. καὶ οἱ μὲν πελτασταὶ εὐθὺς εἵποντο διώκοντες ἄνω πρὸς τὴν πόλιν, οἱ δὲ ὁπλῖται ἐν τάξει εἵποντο.
异族敌人确实迎击了轻盾兵并展开战斗;但当重装步兵逼近时,他们便溃败逃跑了。轻盾兵随即追击,向山上的城镇冲去,而重装步兵则保持队形跟进。
ἐπεὶ δὲ ἄνω ἦσαν πρὸς ταῖς Μητροπόλεως οἰκίαις, ἐνταῦθα οἱ πολέμιοι ὁμοῦ δὴ πάντες γενόμενοι ἐμάχοντο καὶ ἐξηκόντιζον τοῖς παλτοῖς, καὶ ἄλλα δόρατα ἔχοντες παχέα μακρά, ὅσα ἀνὴρ ἂν φέροι μόλις, τούτοις ἐπειρῶντο ἀμύνασθαι ἐκ χειρός.
当他们攻抵上方大都市的民居处时,敌人全都聚集在一处拼死抵抗,投掷标枪,并且他们还持有其他粗长的长矛,粗长到一人勉强方能扛起,他们试图以此进行近身格斗防卫。
ἐπεὶ δὲ οὐχ ὑφίεντο οἱ Ἕλληνες, ἀλλὰ ὁμόσε ἐχώρουν, ἔφευγον οἱ βάρβαροι καὶ ἐντεῦθεν, λιπόντες ἅπαντες τὸ χωρίον. ὁ δὲ βασιλεὺς αὐτῶν ὁ ἐν τῷ μόσσυνι τῷ ἐπʼ ἄκρου ᾠκοδομημένῳ, ὃν τρέφουσι πάντες κοινῇ αὐτοῦ μένοντα καὶ φυλάττουσιν, οὐκ ἤθελεν ἐξελθεῖν, οὐδὲ ὁ ἐν τῷ πρότερον αἱρεθέντι χωρίῳ, ἀλλʼ αὐτοῦ σὺν τοῖς μοσσύνοις κατεκαύθησαν.
由于希腊人毫不退让,而是贴身猛攻,异族人也从那里逃跑了,所有人全部弃守了这处据点。住在建于卫城之上的木塔中的国王——他留在塔中由众人共同供养和守卫——拒绝走出,先前被攻占的据点中的国王亦不肯出来,而是连同木塔一起在原地被活活烧死。
οἱ δὲ Ἕλληνες διαρπάζοντες τὰ χωρία ηὕρισκον θησαυροὺς ἐν ταῖς οἰκίαις ἄρτων νενημένων περυσινῶν, ὡς ἔφασαν οἱ Μοσσύνοικοι, τὸν δὲ νέον σῖτον ξὺν τῇ καλάμῃ ἀποκείμενον· ἦσαν δὲ ζειαὶ αἱ πλεῖσται.
希腊人在掠夺据点时,在民居中发现了储存的叠放整齐的面包,据莫西诺伊基人说是去年的,而新粮则连秸秆一起堆存;其中绝大部分是双粒小麦。
καὶ δελφίνων τεμάχη ἐν ἀμφορεῦσιν ηὑρίσκετο τεταριχευμένα καὶ στέαρ ἐν τεύχεσι τῶν δελφίνων, ᾧ ἐχρῶντο οἱ Μοσσύνοικοι καθάπερ οἱ Ἕλληνες τῷ ἐλαίῳ·
在双耳细颈瓶中还发现了腌制的海豚肉块,罐中装有海豚油脂,莫西诺伊基人使用它就像希腊人使用橄榄油一样。
κάρυα δὲ ἐπὶ τῶν ἀνώγεων ἦν πολλὰ τὰ πλατέα οὐκ ἔχοντα διαφυὴν οὐδεμίαν. τούτων καὶ πλείστῳ σίτῳ ἐχρῶντο ἕψοντες καὶ ἄρτους ὀπτῶντες. οἶνος δὲ ηὑρίσκετο ὃς ἄκρατος μὲν ὀξὺς ἐφαίνετο εἶναι ὑπὸ τῆς αὐστηρότητος, κερασθεὶς δὲ εὐώδης τε καὶ ἡδύς.
阁楼上还存有许多宽大且没有任何裂缝的板栗。他们将此作为主要口粮,煮食或烤成面包。此外还发现了葡萄酒,不加水稀释时因苦涩而显得酸口,兑水调和后却芬芳甜美。
οἱ μὲν δὴ Ἕλληνες ἀριστήσαντες ἐνταῦθα ἐπορεύοντο εἰς τὸ πρόσω, παραδόντες τὸ χωρίον τοῖς ξυμμαχήσασι τῶν Μοσσυνοίκων. ὁπόσα δὲ καὶ ἄλλα παρῇσαν χωρία τῶν ξὺν τοῖς πολεμίοις ὄντων, τὰ εὐπροσοδώτατα οἱ μὲν ἔλειπον, οἱ δὲ ἑκόντες προσεχώρουν.
希腊人在那里用过饭后继续向前进军,将这处据点移交给了结盟的莫西诺伊基人。至于他们途经的属于敌方的其余据点,最易攻入的被居民弃守,另一些则主动归降。
τὰ δὲ πλεῖστα τοιάδε ἦν τῶν χωρίων. ἀπεῖχον αἱ πόλεις ἀπʼ ἀλλήλων στάδια ὀγδοήκοντα, αἱ δὲ πλέον αἱ δὲ μεῖον· ἀναβοώντων δὲ ἀλλήλων ξυνήκουον εἰς τὴν ἑτέραν ἐκ τῆς ἑτέρας πόλεως· οὕτως ὑψηλή τε καὶ κοίλη ἡ χώρα ἦν.
大部分聚落的情况如下:城镇之间相距八十斯塔德,有的更多,有的更少;但当人们相互高呼时,从一座城到另一座城都能听见,这里的地形就是如此山高谷深。
ἐπεὶ δὲ πορευόμενοι ἐν τοῖς φίλοις ἦσαν, ἐπεδείκνυσαν αὐτοῖς παῖδας τῶν εὐδαιμόνων σιτευτούς, τεθραμμένους καρύοις ἑφθοῖς, ἁπαλοὺς καὶ λευκοὺς σφόδρα καὶ οὐ πολλοῦ δέοντας ἴσους τὸ μῆκος καὶ τὸ πλάτος εἶναι,3 ποικίλους δὲ τὰ νῶτα καὶ τὰ ἔμπροσθεν πάντα, ἐστιγμένους ἀνθέμια.
当行军进入友邦领地时,他们向希腊人展示了富人圈养肥育的孩子,这些孩子靠煮栗子喂养,极度柔嫩白皙,长宽几乎相等,后背与前胸全部刺着花草图案,斑驳斑斓。
ἐζήτουν δὲ καὶ ταῖς ἑταίραις ἃς ἦγον οἱ Ἕλληνες ἐμφανῶς ξυγγίγνεσθαι· νόμος γὰρ ἦν οὗτός σφισι. λευκοὶ δὲ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες.
他们还企图公然同希腊人所带的伴从女子交合,因为这是他们的风俗习惯。不论男女,所有人的皮肤都十分白皙。
τούτους ἔλεγον οἱ στρατευσάμενοι βαρβαρωτάτους διελθεῖν4 καὶ πλεῖστον τῶν Ἑλληνικῶν νόμων κεχωρισμένους. ἔν τε γὰρ ὄχλῳ ὄντες ἐποίουν ἅπερ ἂν ἄνθρωποι ἐν ἐρημίᾳ ποιήσειαν, μόνοι τε ὄντες ὅμοια ἔπραττον ἅπερ ἂν μετʼ ἄλλων ὄντες, διελέγοντό τε αὑτοῖς καὶ ἐγέλων ἐφʼ ἑαυτοῖς καὶ ὠρχοῦντο ἐφιστάμενοι ὅπου τύχοιεν, ὥσπερ ἄλλοις ἐπιδεικνύμενοι.
参加远征的将士们说,这是他们走过的部族中最野蛮、与希腊习俗相距最远的一族。因为他们在人群之中却做着人们独处时才会做的事,独处时却又表现得像与众人在一起,自言自语,独自发笑,且无论走到何处都停下脚步起舞,仿佛在向他人展示一般。
- 5.4.20οἷσπερ καὶ ἡμᾶς ἀνάγκη
关系代词 οἷσπερ 之后省略了 πολεμίους εἶναι,与 ἀνάγκη [ἐστί] 连用表示“对那些我们也不得不[视为仇敌]的人”。οἷσπερ 的先行词是省略的指示代词 τούτοις(受 πολέμιοι 支配的与格)。
- 5.4.22ὑπολειπομένου δὲ μικρὸν τοῦ στόματος τῶν ὁπλιτῶν
属格独立结构。τὸ στόμα 指军阵的“前沿”或“先头部队”。此处描述行军阵形,即重装步兵的前锋略微滞后于前卫的弓箭手和轻盾兵。
- 5.4.32οὐ πολλοῦ δέοντας ἴσους τὸ μῆκος καὶ τὸ πλάτος εἶναι
使用动词 δέω 分词的习语结构,字面意为“与……相比所差无几”,即“几乎……”。该分词修饰宾格 παῖδας,而 τὸ μῆκος καὶ τὸ πλάτος 则是表示范围或方面的关系宾格(“在长度和宽度上”)。
- 5.4.34τούτους ἔλεγον οἱ στρατευσάμενοι βαρβαρωτάτους διελθεῖν
主动词 ἔλεγον 所带的间接引语不定式结构(不定式的逻辑主语因与主句主语 οἱ στρατευσάμενοι 相同而省略)。动词 διελθεῖν(穿过、经过)及物地以 τούτους(这群人)为直接宾语,βαρβαρωτάτους 则作宾语的表语(“他们说这些人是他们所穿行经过的最野蛮的族群”)。
