- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.4.1-5.4.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军因遭遇敌对的莫西诺伊基人阻拦,便与该族的宿敌结盟以协助攻取要塞;然而擅自跟进的部分希腊人与盟军遭遇惨败,色诺芬随即整肃士气勉励全军。
ἐκ Κερασοῦντος δὲ κατὰ θάλατταν μὲν ἐκομίζοντο οἵπερ καὶ πρόσθεν, οἱ δὲ ἄλλοι κατὰ γῆν ἐπορεύοντο.
从克拉苏斯出发,先前乘船的人仍由海路前进,其余的人则由陆路行军。
ἐπεὶ δὲ ἦσαν ἐπὶ τοῖς Μοσσυνοίκων ὁρίοις, πέμπουσιν εἰς αὐτοὺς Τιμησίθεον τὸν Τραπεζούντιον πρόξενον ὄντα τῶν Μοσσυνοίκων, ἐρωτῶντες πότερον ὡς διὰ φιλίας ἢ διὰ πολεμίας πορεύσονται τῆς χώρας. οἱ δὲ εἶπον ὅτι οὐ διήσοιεν·1 ἐπίστευον γὰρ τοῖς χωρίοις.
当他们到达莫西诺伊基人的边界时,派出了特拉佩祖斯人蒂梅西特奥斯去见他们,此人是莫西诺伊基人的客邦代表,询问他们是通过一片友好的土地还是敌对的土地穿行。但对方回答说绝不放行,因为他们依仗自己的堡垒要塞。
ἐντεῦθεν λέγει ὁ Τιμησίθεος ὅτι πολέμιοί εἰσιν αὐτοῖς οἱ ἐκ τοῦ ἐπέκεινα. καὶ ἐδόκει καλέσαι ἐκείνους, εἰ βούλοιντο ξυμμαχίαν ποιήσασθαι· καὶ πεμφθεὶς ὁ Τιμησίθεος ἧκεν ἄγων τοὺς ἄρχοντας.
于是蒂梅西特奥斯告诉希腊人,住在更远处的人是这批人的仇敌。众人商定邀请那些人,看看他们是否愿意结盟;蒂梅西特奥斯受命前往,带回了他们的首领。
ἐπεὶ δὲ ἀφίκοντο, συνῆλθον οἵ τε τῶν Μοσσυνοίκων ἄρχοντες καὶ οἱ στρατηγοὶ τῶν Ἑλλήνων· καὶ ἔλεξε Ξενοφῶν, ἡρμήνευε δὲ Τιμησίθεος· ὦ ἄνδρες Μοσσύνοικοι, ἡμεῖς βουλόμεθα διασωθῆναι πρὸς τὴν Ἑλλάδα πεζῇ· πλοῖα γὰρ οὐκ ἔχομεν· κωλύουσι δὲ οὗτοι ἡμᾶς οὓς ἀκούομεν ὑμῖν πολεμίους εἶναι.
他们到达之后,莫西诺伊基人的首领们与希腊将领们举行了会晤;色诺芬发言,由蒂梅西特奥斯翻译:“莫西诺伊基的诸位,我们希望徒步安全返回希腊,因为我们没有船只;但这些人阻拦了我们,而我们听说他们正是你们的敌人。
εἰ οὖν βούλεσθε, ἔξεστιν ὑμῖν ἡμᾶς λαβεῖν ξυμμάχους καὶ τιμωρήσασθαι εἴ τί ποτε ὑμᾶς οὗτοι ἠδίκησαν, καὶ τὸ λοιπὸν ὑμῶν ὑπηκόους εἶναι τούτους.
因此,如果你们愿意,你们尽可获得我们作为盟友,报复这些人昔日对你们所犯下的一切不义,并在此后让他们成为你们的属民。
εἰ δὲ ἡμᾶς ἀφήσετε, σκέψασθε πόθεν αὖθις ἂν τοσαύτην δύναμιν λάβοιτε ξύμμαχον.
但如果你们放我们离去,请考虑你们何处能再获得如此强大的力量作为盟友。”
πρὸς ταῦτα ἀπεκρίνατο ὁ ἄρχων τῶν Μοσσυνοίκων ὅτι καὶ βούλοιντο ταῦτα καὶ δέχοιντο τὴν ξυμμαχίαν.
对此,莫西诺伊基人的首领回答说,他们既有此意,也接受这一盟约。
ἄγετε δή, ἔφη ὁ Ξενοφῶν, τί ἡμῶν δεήσεσθε χρήσασθαι,2 ἂν ξύμμαχοι ὑμῶν γενώμεθα, καὶ ὑμεῖς τί οἷοί τε ἔσεσθε ἡμῖν ξυμπρᾶξαι περὶ τῆς διόδου;
“那么请讲,”色诺芬说,“如果我们成为你们的盟友,你们需要如何借重我们?而关于我们的通行,你们又能给予怎样的协助?”
οἱ δὲ εἶπον ὅτι ἱκανοί ἐσμεν εἰς τὴν χώραν εἰσβάλλειν ἐκ τοῦ ἐπὶ θάτερα τὴν τῶν ὑμῖν τε καὶ ἡμῖν πολεμίων, καὶ δεῦρο ὑμῖν πέμψαι ναῦς τε καὶ ἄνδρας οἵτινες ὑμῖν ξυμμαχοῦνταί τε καὶ τὴν ὁδὸν ἡγήσονται.
他们回答道:“我们能够从另一侧攻入那片同为您我之敌的领土,并向你们这里派遣船只与人员,同你们并肩作战并为你们引路。”
ἐπὶ τούτοις πιστὰ δόντες καὶ λαβόντες ᾤχοντο. καὶ ἧκον τῇ ὑστεραίᾳ ἄγοντες τριακόσια πλοῖα μονόξυλα καὶ ἐν ἑκάστῳ τρεῖς ἄνδρας, ὧν οἱ μὲν δύο ἐκβάντες εἰς τάξιν ἔθεντο τὰ ὅπλα, ὁ δὲ εἷς ἔμενε.
在此基础上,双方交换誓信后,他们便离去了。次日,他们带了三百只独木舟返回,每只船上载有三人,其中两人下船列队整备武装,另一人则留在船上。
καὶ οἱ μὲν λαβόντες τὰ πλοῖα ἀπέπλευσαν, οἱ δὲ μένοντες ἐξετάξαντο ὧδε. ἔστησαν ἀνὰ ἑκατὸν μάλιστα οἷον χοροὶ ἀντιστοιχοῦντες ἀλλήλοις, ἔχοντες γέρρα πάντες λευκῶν βοῶν δασέα, ᾐκασμένα κιττοῦ πετάλῳ, ἐν δὲ τῇ δεξιᾷ παλτὸν ὡς ἕξπηχυ, ἔμπροσθεν μὲν λόγχην ἔχον, ὄπισθεν δὲ τοῦ ξύλου σφαιροειδές.
掌船的人驾船离去,留下的人则按如下方式列队。他们大约百人一组站立,犹如彼此相对的合唱队,全员携带着蒙有白牛浓密皮毛的柳条盾,形状类似常春藤叶,右手执一根约六肘长的标枪,前端有枪尖,枪杆后端则有球状重锤。
χιτωνίσκους δὲ ἐνεδεδύκεσαν ὑπὲρ γονάτων, πάχος ὡς λινοῦ στρωματοδέσμου, ἐπὶ τῇ κεφαλῇ δὲ κράνη σκύτινα οἷάπερ τὰ Παφλαγονικά, κρωβύλον ἔχοντα κατὰ μέσον, ἐγγύτατα τιαροειδῆ· εἶχον δὲ καὶ σαγάρεις σιδηρᾶς.
他们穿着膝盖以上的短袍,厚度宛如粗麻布被套,头上戴着类似帕夫拉戈尼亚人的皮头盔,中央有束发般的发结,极似波斯头巾;他们还佩有铁战斧。
ἐντεῦθεν ἐξῆρχε μὲν αὐτῶν εἷς, οἱ δὲ ἄλλοι ἅπαντες ἐπορεύοντο ᾄδοντες ἐν ῥυθμῷ, καὶ διελθόντες διὰ τῶν τάξεων καὶ διὰ τῶν ὅπλων τῶν Ἑλλήνων ἐπορεύοντο εὐθὺς πρὸς τοὺς πολεμίους ἐπὶ χωρίον ὃ ἐδόκει ἐπιμαχώτατον εἶναι.
接着,他们中的一人起调领唱,其余所有人皆合着节拍歌唱前进;穿过希腊人的阵线与军营后,他们径直向敌军进发,直扑一处看似极易受攻的据点。
ᾠκεῖτο δὲ τοῦτο πρὸ τῆς πόλεως τῆς Μητροπόλεως καλουμένης αὐτοῖς καὶ ἐχούσης τὸ ἀκρότατον τῶν Μοσσυνοίκων. καὶ περὶ τούτου ὁ πόλεμος ἦν· οἱ γὰρ ἀεὶ τοῦτʼ ἔχοντες ἐδόκουν ἐγκρατεῖς εἶναι καὶ πάντων Μοσσυνοίκων, καὶ ἔφασαν τούτους οὐ δικαίως ἔχειν τοῦτο, ἀλλὰ κοινὸν ὂν καταλαβόντας πλεονεκτεῖν.3
这处据点位于被他们称为“大都市”的城邑之前,该城拥有莫西诺伊基人的最高卫城。战争正是围绕此地展开的;因为历来占有此处者便被视为掌握了全体莫西诺伊基人的统治权,而他们声称敌人是非法占据此地,强占了本属共有的地方以谋私利。
εἵποντο δʼ αὐτοῖς καὶ τῶν Ἑλλήνων τινές, οὐ ταχθέντες ὑπὸ τῶν στρατηγῶν, ἀλλὰ ἁρπαγῆς ἕνεκεν. οἱ δὲ πολέμιοι προσιόντων τέως μὲν ἡσύχαζον· ἐπεὶ δʼ ἐγγὺς ἐγένοντο τοῦ χωρίου, ἐκδραμόντες τρέπονται αὐτούς, καὶ ἀπέκτειναν συχνοὺς τῶν βαρβάρων καὶ τῶν ξυναναβάντων Ἑλλήνων τινάς, καὶ ἐδίωκον μέχρι οὗ εἶδον τοὺς Ἕλληνας βοηθοῦντας·
部分希腊人亦尾随他们前去,并非受将领指派,而是为了抢劫财物。当他们靠近时,敌人起初按兵不动;但当他们逼近要塞时,敌人猛冲而出将其击溃,斩杀了许多异族人以及一同上山的部分希腊人,并一路追击,直到望见希腊主力前来支援为止。
εἶτα δὲ ἀποτραπόμενοι ᾤχοντο, καὶ ἀποτεμόντες τὰς κεφαλὰς τῶν νεκρῶν ἐπεδείκνυσαν τοῖς Ἕλλησι καὶ τοῖς ἑαυτῶν πολεμίοις, καὶ ἅμα ἐχόρευον νόμῳ τινὶ ᾄδοντες.
随后敌军转身撤退,割下阵亡者的头颅,向希腊人及他们自己的仇敌炫耀展示,同时依照某种曲调边唱边跳。
οἱ δὲ Ἕλληνες μάλα ἤχθοντο ὅτι τούς τε πολεμίους ἐπεποιήκεσαν θρασυτέρους καὶ ὅτι οἱ ἐξελθόντες Ἕλληνες σὺν αὐτοῖς ἐπεφεύγεσαν μάλα ὄντες συχνοί· ὃ οὔπω πρόσθεν ἐπεποιήκεσαν ἐν τῇ στρατείᾳ.
希腊人深感懊恼,因为他们不仅助长了敌人的气焰,而且同他们一道出击的希腊人人数颇众却落荒而逃——这是全军在远征中前所未有的事。
Ξενοφῶν δὲ ξυγκαλέσας τοὺς Ἕλληνας εἶπεν· ἄνδρες στρατιῶται, μηδὲν ἀθυμήσητε ἕνεκα τῶν γεγενημένων· ἴστε γὰρ ὅτι καὶ ἀγαθὸν οὐ μεῖον τοῦ κακοῦ γεγένηται.
色诺芬于是召集希腊人说道:“士兵们,切莫因发生之事而气馁;因为你们应当知晓,随此祸患而来的益处绝不亚于坏处。”
- 5.4.2ὅτι οὐ διήσοιεν
间接引语中的将来时希求语气。因主句动词 εἶπον 为过去时,直接引语中表示拒绝意图的将来时直陈语气(οὐ διήσομεν)在从句中按次要时态序列转变为希求语气。
- 5.4.9τί ἡμῶν δεήσεσθε χρήσασθαι
复合句法结构。人称属格 ἡμῶν 作动词 δεήσεσθε(“要求、需要”)的宾语,不定式 χρήσασθαι 则作为说明性不定式补充说明所需运用的具体内容。中性代词 τί 作状语性/内宾宾格,意为“在何种方面”或“如何”。
- 5.4.15κοινὸν ὂν καταλαβόντας πλεονεκτεῖν
κοινὸν ὂν 是回指前文 τοῦτο 并作 καταλαβόντας 宾语的中性单数宾格让步分词(“尽管其属于共有”)。宾格复数分词 καταλαβόντας 在语义上呼应间接引语的主语 τούτους,并作为不定式 πλεονεκτεῖν(“谋求私利、占便宜”)的逻辑主语。
