← 色诺芬

长征记

§5.3.1-5.3.13

克拉苏斯清点人数与斯基卢斯的阿耳忒弥斯神庙

希腊军抵达克拉苏斯清点人数,并从变卖战俘所得中分配献给神明的什一税。色诺芬代管属于阿耳忒弥斯的款项,后来在流亡定居斯基卢斯期间购置地产建造神庙,确立了祭典与刻石铭规。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.1

ἐπεὶ δὲ οὔτε Χειρίσοφος ἧκεν οὔτε πλοῖα ἱκανὰ ἦν οὔτε τὰ ἐπιτήδεια ἦν λαμβάνειν ἔτι, ἐδόκει ἀπιτέον εἶναι. καὶ εἰς μὲν τὰ πλοῖα τούς τε ἀσθενοῦντας ἐνεβίβασαν καὶ τοὺς ὑπὲρ τετταράκοντα ἔτη καὶ παῖδας καὶ γυναῖκας καὶ τῶν σκευῶν ὅσα μὴ ἀνάγκη ἦν ἔχειν. καὶ Φιλήσιον καὶ Σοφαίνετον τοὺς πρεσβυτάτους τῶν στρατηγῶν εἰσβιβάσαντες τούτων ἐκέλευον ἐπιμελεῖσθαι· οἱ δὲ ἄλλοι ἐπορεύοντο· ἡ δὲ ὁδὸς ὡδοποιημένη ἦν.

由于海里索福斯未归,船只不足,且再也无法筹集粮饷,众人认为必须启程出发。于是他们将伤病者、年过四十者、妇孺以及非必需的辎重装上船只。他们让将领中最年长的斐勒西奥斯与索派内托斯登船,命其负责照料这些人;其余的人则徒步进军,而道路已经修筑完成。

§5.3.2

καὶ ἀφικνοῦνται πορευόμενοι εἰς Κερασοῦντα τριταῖοι1 πόλιν Ἑλληνίδα ἐπὶ θαλάττῃ Σινωπέων ἄποικον ἐν τῇ Κολχίδι χώρᾳ.

他们行军前进,在第三天抵达了克拉苏斯,这是一座位于海边、属于科尔喀斯境内的作为希诺佩人殖民地的希腊城邦。

§5.3.3

ἐνταῦθα ἔμειναν ἡμέρας δέκα· καὶ ἐξέτασις σὺν τοῖς ὅπλοις ἐγίγνετο καὶ ἀριθμός, καὶ ἐγένοντο ὀκτακισχίλιοι καὶ ἑξακόσιοι. οὗτοι ἐσώθησαν. οἱ δὲ ἄλλοι ἀπώλοντο ὑπό τε τῶν πολεμίων καὶ χιόνος καὶ εἴ τις νόσῳ.2

他们在该地停留了十天;全军佩带武器进行了检阅与清点,人数为八千六百人。这些便是幸存下来的人。其余的人则死于敌人、风雪,或死于疾病。

§5.3.4

ἐνταῦθα καὶ διαλαμβάνουσι τὸ ἀπὸ τῶν αἰχμαλώτων ἀργύριον γενόμενον. καὶ τὴν δεκάτην, ἣν τῷ Ἀπόλλωνι ἐξεῖλον καὶ τῇ Ἐφεσίᾳ Ἀρτέμιδι, διέλαβον οἱ στρατηγοὶ τὸ μέρος ἕκαστος3 φυλάττειν τοῖς θεοῖς· ἀντὶ δὲ Χειρισόφου Νέων ὁ Ἀσιναῖος ἔλαβε.

在那里,他们还分配了变卖战俘所得的钱财。将领们各自按份额分取了为阿波罗和以弗所的阿耳忒弥斯所拨出的什一税,以代神明保管;阿西奈人尼昂则代替海里索福斯领取了属于他的那一份。

§5.3.5

Ξενοφῶν οὖν τὸ μὲν τοῦ Ἀπόλλωνος ἀνάθημα ποιησάμενος ἀνατίθησιν εἰς τὸν ἐν Δελφοῖς τῶν Ἀθηναίων θησαυρὸν καὶ ἐπέγραψε τό τε αὑτοῦ ὄνομα καὶ τὸ Προξένου, ὃς σὺν Κλεάρχῳ ἀπέθανεν· ξένος γὰρ ἦν αὐτοῦ.

色诺芬于是用属于阿波罗的款项制作了奉献物,献于德尔斐的雅典人宝库中,并在上面刻上了他自己以及与克勒阿尔科斯一同罹难的普罗克塞诺斯的名字;因为普罗克塞诺斯曾是他的宾友。

§5.3.6

τὸ δὲ τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας, ὅτʼ ἀπῄει σὺν Ἀγησιλάῳ ἐκ τῆς Ἀσίας τὴν εἰς Βοιωτοὺς ὁδόν, καταλείπει παρὰ Μεγαβύζῳ τῷ τῆς Ἀρτέμιδος νεωκόρῳ, ὅτι αὐτὸς κινδυνεύσων ἐδόκει ἰέναι,4 καὶ ἐπέστειλεν, ἢν μὲν αὐτὸς σωθῇ, αὑτῷ ἀποδοῦναι· ἢν δέ τι πάθῃ, ἀναθεῖναι ποιησάμενον τῇ Ἀρτέμιδι ὅ τι οἴοιτο χαριεῖσθαι τῇ θεῷ.

至于以弗所阿耳忒弥斯的那一部分,当他随阿格西劳斯自亚洲启程前往维奥蒂亚时,将其留存在阿耳忒弥斯神庙司祭梅伽比佐斯处,因为他觉得自己此行身犯险境;他嘱咐道:若自己能幸存生还,便将钱财归还予他;若遭遇不测,则用此款制作一件他认为能取悦女神的祭品献给阿耳忒弥斯。

§5.3.7

ἐπειδὴ δʼ ἔφευγεν ὁ Ξενοφῶν, κατοικοῦντος ἤδη αὐτοῦ ἐν Σκιλλοῦντι ὑπὸ τῶν Λακεδαιμονίων οἰκισθέντος παρὰ τὴν Ὀλυμπίαν ἀφικνεῖται Μεγάβυζος εἰς Ὀλυμπίαν θεωρήσων καὶ ἀποδίδωσι τὴν παρακαταθήκην αὐτῷ. Ξενοφῶν δὲ λαβὼν χωρίον ὠνεῖται τῇ θεῷ ὅπου ἀνεῖλεν ὁ θεός.

后来色诺芬遭流放,斯巴达人将他安置在奥林匹亚附近的斯基卢斯定居。梅伽比佐斯前来奥林匹亚观摩竞技会,便将这笔寄存之款物归原主。色诺芬接下款项后,在神谕所示之地为女神购置了一处田产。

§5.3.8

ἔτυχε δὲ διαρρέων διὰ τοῦ χωρίου ποταμὸς Σελινοῦς. καὶ ἐν Ἐφέσῳ δὲ παρὰ τὸν τῆς Ἀρτέμιδος νεὼν Σελινοῦς ποταμὸς παραρρεῖ. καὶ ἰχθύες τε ἐν ἀμφοτέροις ἔνεισι καὶ κόγχαι· ἐν δὲ τῷ ἐν Σκιλλοῦντι χωρίῳ καὶ θῆραι πάντων ὁπόσα ἐστὶν ἀγρευόμενα θηρία.

恰有一条名为塞利努斯的河流穿过该地。在以弗所,亦有一条塞利努斯河流经阿耳忒弥斯神庙旁。两条河中皆有鱼蚌;而在斯基卢斯的田产中,更有可供猎取的一切飞禽走兽。

§5.3.9

ἐποίησε δὲ καὶ βωμὸν καὶ ναὸν ἀπὸ τοῦ ἱεροῦ ἀργυρίου, καὶ τὸ λοιπὸν δὲ ἀεὶ δεκατεύων τὰ ἐκ τοῦ ἀγροῦ ὡραῖα θυσίαν ἐποίει τῇ θεῷ, καὶ πάντες οἱ πολῖται καὶ οἱ πρόσχωροι ἄνδρες καὶ γυναῖκες μετεῖχον τῆς ἑορτῆς. παρεῖχε δὲ ἡ θεὸς τοῖς σκηνοῦσιν ἄλφιτα, ἄρτους, οἶνον, τραγήματα, καὶ τῶν θυομένων ἀπὸ τῆς ἱερᾶς νομῆς λάχος, καὶ τῶν θηρευομένων δέ.

他用这笔圣款建造了祭坛和神庙;此后每年皆将田地出产的当季收成抽取什一税献祭女神,全体公民以及邻近地区的男女皆前来参加祭典。女神为扎营住宿者提供大麦粉、面包、葡萄酒、干果点心,以及来自圣域牧场献祭牲畜的肉食分额,还有狩猎所得的猎物。

§5.3.10

καὶ γὰρ θήραν ἐποιοῦντο εἰς τὴν ἑορτὴν οἵ τε Ξενοφῶντος παῖδες καὶ οἱ τῶν ἄλλων πολιτῶν, οἱ δὲ βουλόμενοι καὶ ἄνδρες ξυνεθήρων· καὶ ἡλίσκετο τὰ μὲν ἐξ αὐτοῦ τοῦ ἱεροῦ χώρου, τὰ δὲ καὶ ἐκ τῆς Φολόης, σύες καὶ δορκάδες καὶ ἔλαφοι.

因为色诺芬的儿子们以及其他公民的子弟都为节日举行了狩猎,愿意参加的成年男子亦一同打猎;所捕获的猎物一部分出自圣地本身,一部分来自弗洛埃山,有野猪、瞪羚和鹿。

§5.3.11

ἔστι δὲ ἡ χώρα ᾗ ἐκ Λακεδαίμονος εἰς Ὀλυμπίαν πορεύονται ὡς εἴκοσι στάδιοι ἀπὸ τοῦ ἐν Ὀλυμπίᾳ Διὸς ἱεροῦ. ἔνι δʼ ἐν τῷ ἱερῷ χώρῳ καὶ λειμὼν καὶ ὄρη δένδρων μεστά, ἱκανὰ σῦς καὶ αἶγας καὶ βοῦς τρέφειν καὶ ἵππους, ὥστε καὶ τὰ τῶν εἰς τὴν ἑορτὴν ἰόντων ὑποζύγια εὐωχεῖσθαι.

该地位于从斯巴达前往奥林匹亚的道路旁,距奥林匹亚的宙斯神庙约二十斯塔德。在圣地之内有草甸和长满林木的山岭,足以牧养猪、羊、牛、马,甚至使前来赴会者的驮兽也能尽情饱食。

§5.3.12

περὶ δὲ αὐτὸν τὸν ναὸν ἄλσος ἡμέρων δένδρων ἐφυτεύθη ὅσα ἐστὶ τρωκτὰ ὡραῖα. ὁ δὲ ναὸς ὡς μικρὸς μεγάλῳ τῷ ἐν Ἐφέσῳ εἴκασται,5 καὶ τὸ ξόανον ἔοικεν ὡς κυπαρίττινον χρυσῷ ὄντι τῷ ἐν Ἐφέσῳ.

神庙周围种植了一片人工栽培的树林,生长着各种应季的可食果品。神庙仿照以弗所的大庙而建,如同小庙之类比于大庙;神像亦与以弗所的神像相仿,唯以柏木雕成,而以弗所的神像是纯金的。

§5.3.13

καὶ στήλη ἕστηκε παρὰ τὸν ναὸν γράμματα ἔχουσα· "ἱερὸς ὁ χῶρος τῆς Ἀρτέμιδος. τὸν ἔχοντα καὶ καρπούμενον τὴν μὲν δεκάτην καταθύειν6 ἑκάστου ἔτους. ἐκ δὲ τοῦ περιττοῦ τὸν ναὸν ἐπισκευάζειν. ἂν δὲ τις μὴ ποιῇ ταῦτα τῇ θεῷ μελήσει."

神庙旁立有一座刻有铭文的石碑: “此地为阿耳忒弥斯之圣域。占有并享用此地产出者,每年须献纳什一税以作祭献。自剩余之资中修缮神殿。若有人违背此令,女神自当过问。”

语法注6 条
  1. 5.3.2τριταῖοι

    形容词 τριταῖος 作表语性/副词性用法,表示时间“在第三天”,功能相当于副词短语 τῇ τρίτῃ ἡμέρᾳ。

  2. 5.3.3καὶ εἴ τις νόσῳ

    承接前文 ἀπώλοντο ὑπό τε τῶν πολεμίων καὶ χιόνος 的省略条件从句,省略了动词 ἀπώλετο(“如果有任何人因疾病[死亡]”)。句式从先前的介词短语(ὑπό+属格)转变为单用与格表示原因/手段(νόσῳ)。

  3. 5.3.4διέλαβον οἱ στρατηγοὶ τὸ μέρος ἕκαστος

    整体与部分的同位语结构(schema kath' holon kai meros)。单数主语 ἕκαστος(“各自”)作复数主语 οἱ στρατηγοί(“将领们”)的同位语,与宾语 τὸ μέρος 一起构成“将领们分取,各自得到其应得份额”的分配含义。

  4. 5.3.6ὅτι αὐτὸς κινδυνεύσων ἐδόκει ἰέναι

    动词 δοκέω 的人称构式(替代非人称的 ἐδόκει αὐτὸν ἰέναι),主格代词 αὐτός 强调主语自身(色诺芬)。表示将来的未来分词 κινδυνεύσων 修饰不定词 ἰέναι,表述“因其自身看似即将身犯险境”。

  5. 5.3.12ὡς μικρὸς μεγάλῳ τῷ ἐν Ἐφέσῳ εἴκασται

    将相对立的词(μικρός 与 μεγάλῳ)紧邻排列的凝练表达(juxtaposition)。意为“如同小[庙]仿照以弗所的大庙”,简明对比了新建神庙的小巧与其典范以弗所神殿的宏大。

  6. 5.3.13τὸν ἔχοντα καὶ καρπούμενον τὴν μὲν δεκάτην καταθύειν

    希腊铭文与神圣法令(leges sacrae)中的典型程式:对格主语(τὸν ἔχοντα καὶ καρπούμενον)搭配不定词(καταθύειν,以及后面的 ἐπισκευάζειν),具有祈使句或法令命令的规范强制力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.3.1-5.3.13