- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.2.16-5.2.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军在攻打德里莱人的卫城受挫后判定其不可攻破,遂纵火焚烧沿街民房作为掩护艰难撤出。次日,面对陡峭险阻的下坡路,希腊人设下虚假伏兵震慑追兵,全员安全返回营地。
καὶ οἱ μὲν πελτασταὶ καὶ οἱ ψιλοὶ ἐσδραμόντες ἥρπαζον ὅ τι ἕκαστος ἐδύνατο· ὁ δὲ Ξενοφῶν στὰς κατὰ τὰς πύλας ὁπόσους ἐδύνατο κατεκώλυε τῶν ὁπλιτῶν ἔξω· πολέμιοι γὰρ ἄλλοι ἐφαίνοντο ἐπʼ ἄκροις τισὶν ἰσχυροῖς.
轻盾兵与轻装步兵冲入城内,各自抢掠所能拿走的东西;但色诺芬守在城门处,尽可能把重装步兵阻拦在外面,因为在某些险要的高地上出现了其他的敌军。
οὐ πολλοῦ δὲ χρόνου μεταξὺ γενομένου κραυγή τε ἐγένετο ἔνδον καὶ ἔφευγον οἱ μὲν καὶ ἔχοντες ἃ ἔλαβον, τάχα δέ τις καὶ τετρωμένος· καὶ πολὺς ἦν ὠθισμὸς ἀμφὶ τὰ θύρετρα. καὶ ἐρωτώμενοι οἱ ἐκπίπτοντες ἔλεγον ὅτι ἄκρα τέ ἐστιν ἔνδον καὶ οἱ πολέμιοι πολλοί, οἳ παίουσιν ἐκδεδραμηκότες τοὺς ἔνδον ἀνθρώπους.
不久之后,城内传出叫喊声,有人逃了出来,有的甚至手里还拿着抢来的财物,不时还有人负了伤;城门周围出现了一片混乱拥挤的踩踏。有人询问逃出者,他们回答说城内有一座卫城,敌军人数众多,已经冲杀出来正在砍杀里面的人。
ἐνταῦθα ἀνειπεῖν ἐκέλευσε Τολμίδην τὸν κήρυκα ἰέναι εἴσω τὸν βουλόμενόν τι λαμβάνειν. καὶ ἵενται πολλοὶ εἴσω, καὶ νικῶσι τοὺς ἐκπίπτοντας οἱ εἰσωθούμενοι καὶ κατακλείουσι τοὺς πολεμίους πάλιν εἰς τὴν ἄκραν.
于是色诺芬命传令官托尔米德斯宣布:凡欲掠取财物者皆可进城。于是大批人马冲将进去,涌入者压倒了逃出者,把敌军再次封堵回卫城之内。
καὶ τὰ μὲν ἔξω τῆς ἄκρας πάντα διηρπάσθη, καὶ ἐξεκομίσαντο οἱ Ἕλληνες· οἱ δὲ ὁπλῖται ἔθεντο τὰ ὅπλα, οἱ μὲν περὶ τὰ σταυρώματα, οἱ δὲ κατὰ τὴν ὁδὸν τὴν ἐπὶ τὴν ἄκραν φέρουσαν.
卫城外的一切物资均被洗劫一空,希腊人将这些物资搬运了出去;重装步兵则放下武器原地待命,一部分驻守在栅栏周围,另一部分沿通往卫城的道路列阵。
ὁ δὲ Ξενοφῶν καὶ οἱ λοχαγοὶ ἐσκόπουν εἰ οἷόν τε εἴη τὴν ἄκραν λαβεῖν· ἦν γὰρ οὕτως σωτηρία ἀσφαλής, ἄλλως δὲ πάνυ χαλεπὸν ἐδόκει εἶναι ἀπελθεῖν· σκοπουμένοις δὲ αὐτοῖς ἔδοξε παντάπασιν ἀνάλωτον εἶναι τὸ χωρίον.
色诺芬与百夫长们探讨是否有可能攻下卫城;因为若能攻克,安全便有了保障,否则撤退将显得极为艰难。但经过仔细观察,他们认为此据点全然无法攻破。
ἐνταῦθα παρεσκευάζοντο τὴν ἄφοδον, καὶ τοὺς μὲν σταυροὺς ἕκαστοι τοὺς καθʼ αὑτοὺς διῄρουν, καὶ τοὺς ἀχρείους καὶ φορτία ἔχοντάς τε ἐξεπέμποντο καὶ τῶν ὁπλιτῶν τὸ πλῆθος, καταλιπόντες οἱ λοχαγοὶ οἷς ἕκαστος ἐπίστευεν.1
于是他们开始筹划撤退:众人各自拆除正对自己的木桩,并将失去战斗力者、背负重物者以及大部分重装步兵先行撤出,百夫长们只留下各自深信不疑的精锐士兵。
ἐπεὶ δὲ ἤρξαντο ἀποχωρεῖν, ἐπεξέθεον ἔνδοθεν πολλοὶ γέρρα καὶ λόγχας ἔχοντες καὶ κνημῖδας καὶ κράνη Παφλαγονικά, καὶ ἄλλοι ἐπὶ τὰς οἰκίας ἀνέβαινον τὰς ἔνθεν καὶ ἔνθεν τῆς εἰς τὴν ἄκραν φερούσης ὁδοῦ· ὥστε οὐδὲ διώκειν ἀσφαλὲς ἦν κατὰ τὰς πύλας τὰς εἰς τὴν ἄκραν φερούσας. καὶ γὰρ ξύλα μεγάλα ἐπερρίπτουν ἄνωθεν, ὥστε χαλεπὸν ἦν καὶ μένειν καὶ ἀπιέναι· καὶ ἡ νὺξ φοβερὰ ἦν ἡ ἐπιοῦσα.
当他们开始撤退时,许多手持柳条盾、长矛、护胫并佩戴帕夫拉戈尼亚式头盔的敌兵从城内冲出追击,另有人爬上通向卫城道路两侧的房顶;因此,在通往卫城的城门前甚至连追击应战都不安全。因为敌人从上方抛掷大根木料,使得驻守与撤离皆极困难,而即将来临的夜幕更令人惊恐不安。
μαχομένων δὲ αὐτῶν καὶ ἀπορουμένων θεῶν τις αὐτοῖς μηχανὴν σωτηρίας δίδωσιν. ἐξαπίνης γὰρ ἀνέλαμψεν οἰκία τῶν ἐν δεξιᾷ ὅτου δὴ ἐνάψαντος.2 ὡς δʼ αὕτη ξυνέπιπτεν, ἔφευγον οἱ ἀπὸ τῶν ἐν δεξιᾷ οἰκιῶν.
正当他们苦战且陷入绝境之时,某位神明赐予了他们脱险之法。右侧的一所房屋突然熊熊燃烧起来,不知是谁放了火;当该房屋坍塌时,右侧房顶上的敌兵纷纷逃窜。
ὡς δὲ ἔμαθεν ὁ Ξενοφῶν τοῦτο παρὰ τῆς τύχης, ἐνάπτειν ἐκέλευε καὶ τὰς ἐν ἀριστερᾷ οἰκίας, αἳ ξύλιναι ἦσαν, ὥστε καὶ ταχὺ ἐκαίοντο.
色诺芬从机运中学到了这一点,命令将左侧的房屋也点燃,这些房屋都是木造的,因此迅速被大火吞没。
ἔφευγον οὖν καὶ οἱ ἀπὸ τούτων τῶν οἰκιῶν. οἱ δὲ κατὰ στόμα δὴ ἔτι μόνοι ἐλύπουν καὶ δῆλοι ἦσαν ὅτι ἐπικείσονται ἐν τῇ ἐξόδῳ τε καὶ καταβάσει. ἐνταῦθα παραγγέλλει φέρειν ξύλα ὅσοι ἐτύγχανον ἔξω ὄντες τῶν βελῶν εἰς τὸ μέσον ἑαυτῶν καὶ τῶν πολεμίων. ἐπεὶ δὲ ἱκανὰ ἤδη ἦν, ἐνῆψαν· ἐνῆπτον δὲ καὶ τὰς παρʼ αὐτὸ τὸ χαράκωμα οἰκίας, ὅπως οἱ πολέμιοι ἀμφὶ ταῦτα ἔχοιεν.
于是这些房顶上的敌兵也逃跑了。只有正面的敌人仍不断骚扰,且显然会在希腊人退出和下坡时紧逼袭击。于是色诺芬下令,凡处于敌方矢石射程之外的人,把木料搬到己方与敌军之间的空地上。待木料堆积充足,他们便纵火点燃;他们同时还点燃紧贴栅栏的房屋,使敌人的注意力被这些大火牵制。
οὕτω μόλις ἀπῆλθον ἀπὸ τοῦ χωρίου, πῦρ ἐν μέσῳ ἑαυτῶν καὶ τῶν πολεμίων ποιησάμενοι. καὶ κατεκαύθη πᾶσα ἡ πόλις καὶ αἱ οἰκίαι καὶ αἱ τύρσεις καὶ τὰ σταυρώματα καὶ τἆλλα πάντα πλὴν τῆς ἄκρας.
希腊人就这样在自己与敌人之间筑起一道火线,方才艰难地撤出了该据点。整座城镇——房屋、塔楼、木桩以及除卫城外的一切——皆化为灰烬。
τῇ δὲ ὑστεραίᾳ ἀπῇσαν οἱ Ἕλληνες ἔχοντες τὰ ἐπιτήδεια. ἐπεὶ δὲ τὴν κατάβασιν ἐφοβοῦντο τὴν εἰς Τραπεζοῦντα (πρανὴς γὰρ ἦν καὶ στενή), ψευδενέδραν ἐποιήσαντο·
次日,希腊人携带着粮饷撤离。由于通往特拉佩祖斯的下坡路陡峭且狭窄,他们对此深怀忧惧,便设下了一场虚假的伏击:
καὶ ἀνὴρ Μυσὸς καὶ τοὔνομα τοῦτο ἔχων τῶν Κρητῶν λαβὼν δέκα ἔμενεν ἐν λασίῳ χωρίῳ καὶ προσεποιεῖτο τοὺς πολεμίους πειρᾶσθαι λανθάνειν· αἱ δὲ πέλται αὐτῶν ἄλλοτε καὶ ἄλλοτε διεφαίνοντο χαλκαῖ οὖσαι.
一名名叫米索斯的密细亚人率领十名克里特兵留在一处林木茂密之地,假装企图避开敌人的视线;但他们的青铜小盾却不时闪烁发光。
οἱ μὲν οὖν πολέμιοι ταῦτα διορῶντες ἐφοβοῦντο ὡς ἐνέδραν οὖσαν· ἡ δὲ στρατιὰ ἐν τούτῳ κατέβαινεν. ἐπεὶ δὲ ἐδόκει ἤδη ἱκανὸν ὑπεληλυθέναι, τῷ Μυσῷ ἐσήμηνε φεύγειν ἀνὰ κράτος· καὶ ὃς ἐξαναστὰς φεύγει καὶ οἱ σὺν αὐτῷ.
敌人窥见此景,以为设下了埋伏而心存畏惧;希腊大军便趁机沿坡下撤。待大军看似已经走出足够远时,信号便发给米索斯,令其全速逃离;他一跃而起,与同伴一同狂奔。
καὶ οἱ μὲν ἄλλοι Κρῆτες (ἁλίσκεσθαι γὰρ ἔφασαν τῷ δρόμῳ),3 ἐκπεσόντες ἐκ τῆς ὁδοῦ εἰς ὕλην κατὰ τὰς νάπας καλινδούμενοι ἐσώθησαν, ὁ Μυσὸς δὲ κατὰ τὴν ὁδὸν φεύγων ἐβόα βοηθεῖν· καὶ ἐβοήθησαν αὐτῷ, καὶ ἀνέλαβον τετρωμένον. καὶ αὐτοὶ ἐπὶ πόδα ἀνεχώρουν4 βαλλόμενοι οἱ βοηθήσαντες καὶ ἀντιτοξεύοντές τινες τῶν Κρητῶν. οὕτως ἀφίκοντο ἐπὶ τὸ στρατόπεδον πάντες σῷοι ὄντες.
其余人即克里特兵(自称若是徒步赛跑必定被捕)便离开道路,滚入深谷的树林中得以保全性命;而米索斯沿着道路奔逃,大声呼救;希腊战士前往救援,救下了负伤的他。救援部队冒着矢石面朝敌人一步步后退,部分克里特弓箭手则放箭还击。希腊人就这样全员安然无恙地返回了营地。
- 5.2.21καταλιπόντες οἱ λοχαγοὶ οἷς ἕκαστος ἐπίστευεν
关系代词 οἷς 因动词 ἐπίστευεν 支配与格而作与格,其先行词(τούτους)被省略。主格分词短语 καταλιπόντες οἱ λοχαγοὶ 与主动词 ἐξεπέμποντο 搭配,表示百夫长们在遣散大部队的同时只留下心腹精锐的伴随状况。
- 5.2.24ὅτου δὴ ἐνάψαντος
属格独立结构。ὅτου 为不定代词 ὅστις 的属格单数形式(相当于 οὗτινος),与助词 δή 连用,表示“不知是谁点燃了火”。
- 5.2.31ἁλίσκεσθαι γὰρ ἔφασαν τῷ δρόμῳ
间接引语结构。现在时不定词 ἁλίσκεσθαι 由 ἔφασαν 引出,其逻辑主语与主句主语一致而被省略。τῷ δρόμῳ 为方式或手段的与格(“在奔跑中/赛跑中”)。
- 5.2.32ἐπὶ πόδα ἀνεχώρουν
军事上的惯用语,意为“面对敌人一步一步后退”,即在不背对敌人的情况下徐徐退却。
