- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.2.1-5.2.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对粮饷短缺,希腊军在特拉佩祖斯人引导下进军好战的德里莱人中心据点。前出的轻装部队受阻遇险后,色诺芬调集重装步兵渡沟,缜密部署火力支援与突击队形,通过全线强攻击溃守敌并攻入外郭。
ἐπεὶ δὲ τὰ ἐπιτήδεια οὐκέτι ἦν λαμβάνειν ὥστε ἀπαυθημερίζειν ἐπὶ τὸ στρατόπεδον,1 ἐκ τούτου λαβὼν Ξενοφῶν ἡγεμόνας τῶν Τραπεζουντίων ἐξάγει εἰς Δρίλας τὸ ἥμισυ τοῦ στρατεύματος, τὸ δὲ ἥμισυ κατέλιπε φυλάττειν τὸ στρατόπεδον· οἱ γὰρ Κόλχοι, ἅτε ἐκπεπτωκότες τῶν οἰκιῶν, πολλοὶ ἦσαν ἁθρόοι καὶ ὑπερεκάθηντο ἐπὶ τῶν ἄκρων.
由于无法再在当天返回营地的前提下获取粮饷,色诺芬便以特拉佩祖斯人为向导,率领半数军队出击德里莱人,留下另一半守卫营地;因为科尔基斯人被逐出家园后,大量集结,盘踞在上方的制高点上。
οἱ δὲ Τραπεζούντιοι ὁπόθεν μὲν τὰ ἐπιτήδεια ῥᾴδιον ἦν λαβεῖν οὐκ ἦγον· φίλοι γὰρ αὐτοῖς ἦσαν· εἰς δὲ τοὺς Δρίλας προθύμως ἦγον, ὑφʼ ὧν κακῶς ἔπασχον, εἰς χωρία τε ὀρεινὰ καὶ δύσβατα καὶ ἀνθρώπους πολεμικωτάτους τῶν ἐν τῷ Πόντῳ.
特拉佩祖斯人并不把他们引向容易获取粮饷的地方,因为那些人是特拉佩祖斯人的朋友;但他们极乐意把军队引向曾侵害他们的德里莱人那里,引向多山且险峻的地区,去面对黑海一带最强悍善战的人群。
ἐπεὶ δὲ ἦσαν ἐν τῇ ἄνω χώρᾳ οἱ Ἕλληνες, ὁποῖα τῶν χωρίων τοῖς Δρίλαις ἁλώσιμα εἶναι ἐδόκει ἐμπιμπράντες ἀπῇσαν· καὶ οὐδὲν ἦν λαμβάνειν εἰ μὴ ὗς ἢ βοῦς ἢ ἄλλο τι κτῆνος τὸ πῦρ διαπεφευγός. ἓν δὲ ἦν χωρίον μητρόπολις αὐτῶν· εἰς τοῦτο πάντες ξυνερρυήκεσαν. περὶ δὲ τοῦτο ἦν χαράδρα ἰσχυρῶς βαθεῖα, καὶ πρόσοδοι χαλεπαὶ πρὸς τὸ χωρίον.
当希腊人进入内陆高地时,德里莱人将凡是看来易于攻破的据点放火焚毁并撤退;除了逃出火海的猪、牛或其他牲畜外,希腊人一无所获。然而他们有一处据点是其中心首府,所有人都汇聚到了那里。这个据点四周有一道极深的沟壑,通往该据点的通道十分艰难。
οἱ δὲ πελτασταὶ προδραμόντες στάδια πέντε ἢ ἓξ τῶν ὁπλιτῶν, διαβάντες τὴν χαράδραν, ὁρῶντες πρόβατα πολλὰ καὶ ἄλλα χρήματα προσέβαλλον πρὸς τὸ χωρίον· ξυνείποντο δὲ καὶ δορυφόροι πολλοὶ οἱ ἐπὶ τὰ ἐπιτήδεια ἐξωρμημένοι· ὥστε ἐγένοντο οἱ διαβάντες πλείους ἢ δισχίλιοι ἄνθρωποι.
轻盾兵跑到重装步兵前方五六个斯塔迪昂处,渡过深沟,看到许多羊群和其他物资,便向该据点发起进攻;许多外出搜集粮饷的持矛兵也随之跟进,以致渡过深沟者达到了两千余人。
ἐπεὶ δὲ μαχόμενοι οὐκ ἐδύναντο λαβεῖν τὸ χωρίον (καὶ γὰρ τάφρος ἦν περὶ αὐτὸ εὐρεῖα ἀναβεβλημένη καὶ σκόλοπες ἐπὶ τῆς ἀναβολῆς καὶ τύρσεις πυκναὶ ξύλιναι πεποιημέναι), ἀπιέναι δὴ ἐπεχείρουν· οἱ δὲ ἐπέκειντο αὐτοῖς.
但激战之后,他们无法攻克该据点(因为其四周筑有一道宽大的壕沟与土垒,土垒上插着木桩,并建有密集的木塔),于是企图撤退;然而敌人紧追猛打。
ὡς δὲ οὐκ ἐδύναντο ἀποτρέχειν (ἦν γὰρ ἐφʼ ἑνὸς ἡ κατάβασις ἐκ τοῦ χωρίου εἰς τὴν χαράδραν), πέμπουσι πρὸς Ξενοφῶντα· ὁ δὲ ἡγεῖτο τοῖς ὁπλίταις.
由于他们无法脱身逃跑——因为从据点下到深沟的通道只能单列通过——他们便派人去见色诺芬;色诺芬正统领着重装步兵。
ὁ δὲ ἐλθὼν λέγει ὅτι ἔστι χωρίον χρημάτων πολλῶν μεστόν· τοῦτο οὔτε λαβεῖν δυνάμεθα· ἰσχυρὸν γάρ ἐστιν· οὔτε ἀπελθεῖν ῥᾴδιον· μάχονται γὰρ ἐπεξεληλυθότες καὶ ἡ ἄφοδος χαλεπή.
使者赶到后说道:“有一座聚满财富的据点,我们既无法攻克,因为它很坚固;也不易撤离,因为敌人已杀出并激战不休,且退路极其艰难。”
ἀκούσας ταῦτα ὁ Ξενοφῶν προσαγαγὼν πρὸς τὴν χαράδραν τοὺς μὲν ὁπλίτας θέσθαι ἐκέλευσε τὰ ὅπλα, αὐτὸς δὲ διαβὰς σὺν τοῖς λοχαγοῖς ἐσκοπεῖτο πότερον εἴη κρεῖττον ἀπαγαγεῖν καὶ τοὺς διαβεβηκότας ἢ καὶ τοὺς ὁπλίτας διαβιβάζειν, ὡς ἁλόντος ἂν τοῦ χωρίου.2
色诺芬听罢,率军进抵深沟前,命令重装步兵原地放下武器待命,自己则与百夫长们一同渡过去,权衡是撤回已经渡过去的部队,还是把重装步兵也调渡过去、以求一举攻克该据点。
ἐδόκει γὰρ τὸ μὲν ἀπαγαγεῖν οὐκ εἶναι ἄνευ πολλῶν νεκρῶν, ἑλεῖν δʼ ἂν ᾤοντο καὶ οἱ λοχαγοὶ τὸ χωρίον, καὶ ὁ Ξενοφῶν ξυνεχώρησε τοῖς ἱεροῖς πιστεύσας· οἱ γὰρ μάντεις ἀποδεδειγμένοι ἦσαν ὅτι μάχη μὲν ἔσται, τὸ δὲ τέλος καλὸν τῆς ἐξόδου.
因为在他看来,撤军势必造成惨重伤亡,而百夫长们也认为能够攻下该据点,色诺芬信从祭牲占卜的结果,遂同意攻打;因为占卜师已明确指出,虽然将有一场苦战,但这次出征的结局将是美好的。
καὶ τοὺς μὲν λοχαγοὺς ἔπεμπε διαβιβάσοντας τοὺς ὁπλίτας, αὐτὸς δʼ ἔμενεν ἀναχωρίσας ἅπαντας τοὺς πελταστάς, καὶ οὐδένα εἴα ἀκροβολίζεσθαι.
于是他派百夫长们回去率领重装步兵渡沟,自己则将所有轻盾兵撤后并留守阵地,不许任何人进行零星交火。
ἐπεὶ δʼ ἧκον οἱ ὁπλῖται, ἐκέλευσε τὸν λόχον ἕκαστον ποιῆσαι τῶν λοχαγῶν ὡς ἂν κράτιστα οἴηται ἀγωνιεῖσθαι· ἦσαν γὰρ οἱ λοχαγοὶ πλησίον ἀλλήλων οἳ πάντα τὸν χρόνον ἀλλήλοις περὶ ἀνδραγαθίας ἀντεποιοῦντο.
待重装步兵到达后,他命令各位百夫长按照自认为最能善战的方式排列各连;因为这些百夫长相互靠拢,平时在勇武上就一直暗中较劲。
καὶ οἱ μὲν ταῦτʼ ἐποίουν· ὁ δὲ τοῖς πελτασταῖς πᾶσι παρήγγειλε διηγκυλωμένους ἰέναι, ὡς, ὁπόταν σημήνῃ, ἀκοντίζειν, καὶ τοὺς τοξότας ἐπιβεβλῆσθαι ἐπὶ ταῖς νευραῖς, ὡς, ὁπόταν σημήνῃ, τοξεύειν δεῆσον,3 καὶ τοὺς γυμνῆτας λίθων ἔχειν μεστὰς τὰς διφθέρας· καὶ τοὺς ἐπιτηδείους ἔπεμψε τούτων ἐπιμεληθῆναι.
百夫长们依令行事;色诺芬则向所有轻盾兵下令,将手穿入投枪的皮绳(皮环)前进,以便号令一响就能掷出投枪;令弓箭手将箭搭在弦上,以便号令一响便须射击;令轻装投石兵的皮袋装满石块;并派遣适当的人员监督这些准备工作。
ἐπεὶ δὲ πάντα παρεσκεύαστο καὶ οἱ λοχαγοὶ καὶ οἱ ὑπολόχαγοι καὶ οἱ ἀξιοῦντες τούτων μὴ χείρους εἶναι πάντες παρατεταγμένοι ἦσαν, καὶ ἀλλήλους μὲν δὴ ξυνεώρων (μηνοειδὴς γὰρ διὰ τὸ χωρίον ἡ τάξις ἦν)· ἐπεὶ δʼ ἐπαιάνισαν4 καὶ ἡ σάλπιγξ ἐφθέγξατο, ἅμα τε τῷ Ἐνυαλίῳ ἠλέλιξαν καὶ ἔθεον δρόμῳ οἱ ὁπλῖται, καὶ τὰ βέλη ὁμοῦ ἐφέρετο, λόγχαι, τοξεύματα, σφενδόναι, πλεῖστοι δʼ ἐκ τῶν χειρῶν λίθοι, ἦσαν δὲ οἳ καὶ πῦρ προσέφερον.
当一切就绪,百夫长、副百夫长以及自认不逊于他们的人全都列队完毕,且彼此都能看见对方(由于地形原因,阵线呈半月形);当他们唱起祝捷之歌(佩安),军号吹响时,他们齐声向战神厄纽阿利奥斯发出呐喊,重装步兵快步冲锋,与此同时各种投射武器齐发——标枪、利箭、石弹,更有数不清的手掷石块,甚至有人投掷火把。
ὑπὸ δὲ τοῦ πλήθους τῶν βελῶν ἔλιπον οἱ πολέμιοι τά τε σταυρώματα καὶ τὰς τύρσεις· ὥστε Ἀγασίας Στυμφάλιος καταθέμενος τὰ ὅπλα ἐν χιτῶνι μόνον ἀνέβη, καὶ ἄλλος ἄλλον εἷλκε, καὶ ἄλλος ἀνεβεβήκει, καὶ ἡλώκει τὸ χωρίον, ὡς ἐδόκει.
在密集如雨的矢石攻击下,敌人弃守了栅栏与木塔;以致斯廷法罗斯人阿加西亚斯甚至卸下重甲,仅着内袍就攀登上去,众人有的拉拽同伴,有的已经登顶,该据点看来已被攻克。
- 5.2.1ὥστε ἀπαυθημερίζειν ἐπὶ τὸ στρατόπεδον
由 ὥστε 加不定词构成的结果/程度从句,意为“(在距离上足够近,)得以在当天返回营地”。动词 ἀπαυθημερίζω 指在当天返回。
- 5.2.8ὡς ἁλόντος ἂν τοῦ χωρίου
连词 ὡς 与带有 ἄν 的独立属格(ἁλόντος τοῦ χωρίου)结合,表达主语主观上的判断与预期(相当于潜在条件句的归结从句),意为“以为该据点有望被攻克”。
- 5.2.12ὡς, ὁπόταν σημήνῃ, τοξεύειν δεῆσον
由 ὡς 引导的无人称动词 δεῖ 的分词中性单数宾格 δεῆσον 构成绝对宾格(accusative absolute),表示预计的动机或前提(“认识到一旦号令响起就必须射击”),其间插入的 ὁπόταν σημήνῃ 是条件性质的时间从句。
- 5.2.13ἐπεὶ δὲ πάντα παρεσκεύαστο... ἐπεὶ δʼ ἐπαιάνισαν
长句中的复述再开结构(resumptive clause)。第13节开头由 ἐπεὶ δὲ 引导的时间从句因插入了对军官配置和半月形阵势的详细描绘而拉长,因而在第14节开头以 ἐπεὶ δʼ 再次复述连词,从而顺畅引入全句的主动词(ἠλέλιξαν、ἔθεον)。
