← 色诺芬

长征记

§5.1.1-5.1.17

经海路归国的愿望与特拉佩祖斯的筹船准备

在特拉佩祖斯,士兵们渴望乘船回国,契里斯索福斯被派往斯巴达舰队司令处调集船只。色诺芬就驻留期间的营地警戒、粮食筹措、就地征集船只以及修筑道路提出切实方案并加以实施。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.1

(译文中已并入上一段)
§5.1.2

ἐκ δὲ τούτου ξυνελθόντες ἐβουλεύοντο περὶ τῆς λοιπῆς πορείας· ἀνέστη δὲ πρῶτος Λέων Θούριος καὶ ἔλεξεν ὧδε. ἐγὼ μὲν τοίνυν, ἔφη, ὦ ἄνδρες, ἀπείρηκα ἤδη ξυσκευαζόμενος καὶ βαδίζων καὶ τρέχων καὶ τὰ ὅπλα φέρων καὶ ἐν τάξει ὢν καὶ φυλακὰς φυλάττων καὶ μαχόμενος, ἐπιθυμῶ δὲ ἤδη παυσάμενος τούτων τῶν πόνων, ἐπεὶ θάλατταν ἔχομεν, πλεῖν τὸ λοιπὸν καὶ ἐκταθεὶς ὥσπερ Ὀδυσσεὺς ἀφικέσθαι εἰς τὴν Ἑλλάδα.

此后,大家聚集在一起商议接下来的行程。首先,图里伊人莱翁站起来说:“士兵们,至于我自己,对于打包行装、行军、奔跑、携带武器、列队、站岗和作战,已经疲惫不堪了。既然我们已经见到了大海,我渴望现在就摆脱这些劳苦,在接下来的路程中乘船航行,像奥德修斯那样仰卧着抵达希腊。”

§5.1.3

ταῦτα ἀκούσαντες οἱ στρατιῶται ἀνεθορύβησαν ὡς εὖ λέγει· καὶ ἄλλος ταὔτʼ ἔλεγε, καὶ πάντες οἱ παριόντες. ἔπειτα δὲ Χειρίσοφος ἀνέστη καὶ εἶπεν ὧδε.

士兵们听了这番话,高声欢呼赞同,说他说得很好;其他人也说了同样的话,所有走上前发言的人都附和这一意见。随后,契里斯索福斯站起来说道:

§5.1.4

φίλος μοί ἐστιν, ὦ ἄνδρες, Ἀναξίβιος, ναυαρχῶν δὲ καὶ τυγχάνει. ἢν οὖν πέμψητέ με, οἴομαι ἂν ἐλθεῖν καὶ τριήρεις ἔχων καὶ πλοῖα τὰ ἡμᾶς ἄξοντα· ὑμεῖς δὲ εἴπερ πλεῖν βούλεσθε, περιμένετε ἔστʼ ἂν ἐγὼ ἔλθω· ἥξω δὲ ταχέως. ἀκούσαντες ταῦτα οἱ στρατιῶται ἥσθησάν τε καὶ ἐψηφίσαντο πλεῖν αὐτὸν ὡς τάχιστα.

“士兵们,阿那克西比奥斯是我的朋友,他恰好担任舰队司令。因此,如果你们派我去,我想我能带着三列桨座战船和运送我们的运输船回来。如果你们确实想乘船走,请在此等候,直到我回来;我很快就会回来。”士兵们听了这话十分高兴,表决通过让他尽快启程乘船去。

§5.1.5

μετὰ τοῦτον Ξενοφῶν ἀνέστη καὶ ἔλεξεν ὧδε. Χειρίσοφος μὲν δὴ ἐπὶ πλοῖα στέλλεται, ἡμεῖς δὲ ἀναμενοῦμεν. ὅσα μοι οὖν δοκεῖ καιρὸς εἶναι ποιεῖν ἐν τῇ μονῇ, ταῦτα ἐρῶ.

在他之后,色诺芬站起来说道:“契里斯索福斯出发去寻求船只,而我们将在此等待。因此,凡是我认为在我们停留期间适宜去做的诸事,我将一一说明。

§5.1.6

πρῶτον μὲν τὰ ἐπιτήδεια δεῖ πορίζεσθαι ἐκ τῆς πολεμίας· οὔτε γὰρ ἀγορὰ ἔστιν ἱκανὴ οὔτε ὅτου ὠνησόμεθα εὐπορία1 εἰ μὴ ὀλίγοις τισίν· ἡ δὲ χώρα πολεμία· κίνδυνος οὖν πολλοὺς ἀπόλλυσθαι, ἢν ἀμελῶς τε καὶ ἀφυλάκτως πορεύησθε ἐπὶ τὰ ἐπιτήδεια.

首先,必须从敌方领土获取粮饷;因为这里既没有充足的集市,除了少数人之外,大家也没有用来购买的财力;而且周围的地方都是敌对的。因此,如果你们粗心大意且毫无防备地去搜寻粮饷,许多人会有丧命的危险。

§5.1.7

ἀλλά μοι δοκεῖ σὺν προνομαῖς λαμβάνειν τὰ ἐπιτήδεια, ἄλλως δὲ μὴ πλανᾶσθαι, ὡς σῴζησθε, ἡμᾶς δὲ τούτων ἐπιμελεῖσθαι.

然而,我认为应当组织有掩护的采集队去获取粮饷,除此以外不要随意走动,以确保你们的安全,并且由我们指挥官来负责这些事务。”

§5.1.8

ἔδοξε ταῦτα. ἔτι τοίνυν ἀκούσατε καὶ τάδε. ἐπὶ λείαν γὰρ ὑμῶν ἐκπορεύσονταί τινες. οἴομαι οὖν βέλτιστον εἶναι ἡμῖν εἰπεῖν τὸν μέλλοντα ἐξιέναι, φράζειν δὲ καὶ ὅποι, ἵνα καὶ τὸ πλῆθος εἰδῶμεν τῶν ἐξιόντων καὶ τῶν μενόντων καὶ ξυμπαρασκευάζωμεν, ἐάν τι δέῃ, κἂν βοηθῆσαί τισι καιρὸς ᾖ, εἰδῶμεν ὅποι δεήσει βοηθεῖν, καὶ ἐάν τις τῶν ἀπειροτέρων ἐγχειρῇ ποι, ξυμβουλεύωμεν πειρώμενοι εἰδέναι τὴν δύναμιν ἐφʼ οὓς ἂν ἴωσιν.

众人通过了这项提议。 “那么,请再听听下面这些提议,”他继续说道。“因为你们中有些人会外出掠夺。因此,我认为打算外出的人最好向我们指挥官说明,并告知要去何处,以便我们掌握外出和留守的人数,并在有任何需要时协助筹备;倘若遇到需要增援任何人的时机,我们也知道该去何处援助;而且若是有缺乏经验者企图去何处行动,我们也可以在尽力了解他们要进攻的敌人的兵力之后,向他们提出建议。”

§5.1.9

ἔδοξε καὶ ταῦτα. ἐννοεῖτε δὴ καὶ τόδε, ἔφη. σχολὴ τοῖς πολεμίοις λῄζεσθαι, καὶ δικαίως ἡμῖν ἐπιβουλεύουσιν· ἔχομεν γὰρ τὰ ἐκείνων· ὑπερκάθηνται δὲ ἡμῶν. φυλακὰς δή μοι δοκεῖ δεῖν περὶ τὸ στρατόπεδον εἶναι· ἐὰν οὖν κατὰ μέρος φυλάττωμεν καὶ σκοπῶμεν, ἧττον ἂν δύναιντο ἡμᾶς θηρᾶν οἱ πολέμιοι. ἔτι τοίνυν τάδε ὁρᾶτε.

这项提议也获得通过。 “此外,也请考虑这一点,”他说。“敌人有闲暇进行劫掠,而且他们图谋我们也是有正当理由的;因为我们占有着他们的财产,并且他们驻扎在我们上方的制高点。因此,我认为必须在营地周围设立岗哨;如果我们轮流站岗放哨,敌人就更难捕猎我们了。再者,请考虑这一点:

§5.1.10

εἰ μὲν ἠπιστάμεθα σαφῶς ὅτι ἥξει πλοῖα Χειρίσοφος ἄγων ἱκανά, οὐδὲν ἂν ἔδει ὧν μέλλω λέγειν·2 νῦν δʼ ἐπεὶ τοῦτο ἄδηλον, δοκεῖ μοι πειρᾶσθαι πλοῖα συμπαρασκευάζειν καὶ αὐτόθεν. ἢν μὲν γὰρ ἔλθῃ, ὑπαρχόντων ἐνθάδε ἐν ἀφθονωτέροις πλευσόμεθα· ἢν δὲ μὴ ἄγῃ, τοῖς ἐνθάδε χρησόμεθα.

如果我们确切知道契里斯索福斯会带来充足的船只,我接下来要说的话就全无必要了;但眼下既然此事尚未确定,我认为应当设法从本地也筹集船只。因为如果他带着船来,加上本地现有的船只,我们就能乘坐更充裕的船只航行;如果他没有带来,我们也可以使用本地的船只。

§5.1.11

ὁρῶ δὲ ἐγὼ πλοῖα πολλάκις παραπλέοντα· εἰ οὖν αἰτησάμενοι παρὰ Τραπεζουντίων μακρὰ πλοῖα κατάγοιμεν καὶ φυλάττοιμεν αὐτά, τὰ πηδάλια παραλυόμενοι, ἕως ἂν ἱκανὰ τὰ ἄξοντα γένηται, ἴσως ἂν οὐκ ἀπορήσαιμεν κομιδῆς οἵας δεόμεθα. ἔδοξε καὶ ταῦτα.

我经常看到有船只从近海驶过。因此,如果我们向特拉佩祖斯人请求借用战船,将那些过往船只拦截靠岸并加以看管,拆除它们的舵,直到运送我们的船只足够为止,也许我们就不会缺乏所需的运力了。”这项提议也获得了通过。

§5.1.12

ἐννοήσατε δʼ, ἔφη, εἰ εἰκὸς καὶ τρέφειν ἀπὸ κοινοῦ οὓς ἂν καταγάγωμεν ὅσον ἂν χρόνον ἡμῶν ἕνεκεν μένωσι, καὶ ναῦλον ξυνθέσθαι, ὅπως ὠφελοῦντες καὶ ὠφελῶνται. ἔδοξε καὶ ταῦτα.

“此外,”他说,“也请考虑一下,对于我们拦截靠岸的人,在他们因我们而停留期间,是否也应当用公款供养,并商定船费,以便他们在协助我们的同时也获得收益。”这项提议也获得了通过。

§5.1.13

δοκεῖ τοίνυν μοι, ἔφη, ἢν ἄρα καὶ ταῦτα ἡμῖν μὴ ἐκπεραίνηται ὥστε ἀρκεῖν πλοῖα, τὰς ὁδοὺς ἃς δυσπόρους ἀκούομεν εἶναι ταῖς παρὰ θάλατταν οἰκούσαις πόλεσιν ἐντείλασθαι ὁδοποιεῖν· πείσονται γὰρ καὶ διὰ τὸ φοβεῖσθαι καὶ διὰ τὸ βούλεσθαι ἡμῶν ἀπαλλαγῆναι.

“我进一步认为,”他说,“倘若即便采取这些办法,船只仍不足以满足需要,我们就应当责令沿海居住的各城邦修筑我们听说难以通行的道路;因为他们出于恐惧,也出于希望摆脱我们的愿望,一定会服从命令的。”

§5.1.14

ἐνταῦθα δὲ ἀνέκραγον ὡς οὐ δέοι ὁδοιπορεῖν. ὁ δὲ ὡς ἔγνω τὴν ἀφροσύνην αὐτῶν, ἐπεψήφισε μὲν οὐδέν, τὰς δὲ πόλεις ἑκούσας ἔπεισεν ὁδοποιεῖν, λέγων ὅτι θᾶττον ἀπαλλάξονται, ἢν εὔποροι γένωνται αἱ ὁδοί.

听到这里,士兵们大声叫嚷说根本不需要陆路行军。色诺芬看出他们的盲目,便没有将任何动议付诸表决,而是劝说各城邦自愿修路,告诉他们如果道路顺畅,军队就会更快离开。

§5.1.15

ἔλαβον δὲ καὶ πεντηκόντορον παρὰ τῶν Τραπεζουντίων, ᾗ ἐπέστησαν Δέξιππον Λάκωνα περίοικον. οὗτος ἀμελήσας τοῦ ξυλλέγειν πλοῖα ἀποδρὰς ᾤχετο3 ἔξω τοῦ Πόντου, ἔχων τὴν ναῦν. οὗτος μὲν οὖν δίκαια ἔπαθεν ὕστερον· ἐν Θρᾴκῃ γὰρ παρὰ Σεύθῃ πολυπραγμονῶν τι ἀπέθανεν ὑπὸ Νικάνδρου τοῦ Λάκωνος.

他们还从特拉佩祖斯人那里得到了一艘五十桨战船,并任命斯巴达边民德克西普斯为指挥官。然而这个人玩忽职守,没有去搜集船只,反而带着这艘船逃离了黑海。不过,他后来得到了应有的惩罚:在色雷斯塞乌特斯处进行阴谋活动时,被斯巴达人尼坎德尔所杀。

§5.1.16

ἔλαβον δὲ καὶ τριακόντορον, ᾗ ἐπεστάθη Πολυκράτης Ἀθηναῖος, ὃς ὁπόσα λαμβάνοι πλοῖα κατῆγεν ἐπὶ τὸ στρατόπεδον. καὶ τὰ μὲν ἀγώγιμα εἴ τι ἦγον ἐξαιρούμενοι φύλακας καθίστασαν, ὅπως σῷα εἴη, τοῖς δὲ πλοίοις ἐχρήσαντο εἰς παραγωγήν.

他们还得到了一艘三十桨战船,由雅典人波利克拉特斯统领。他将捕获的船只全部押解回营地。如果船上载有货物,他们就将其卸下并派人看守以确保安全,而船只本身则用于运送军队。

§5.1.17

ἐν ᾧ δὲ ταῦτα ἦν ἐπὶ λείαν ἐξῇσαν οἱ Ἕλληνες, καὶ οἱ μὲν ἐλάμβανον οἱ δὲ καὶ οὔ. Κλεαίνετος δʼ ἐξαγαγὼν καὶ τὸν ἑαυτοῦ καὶ ἄλλον λόχον πρὸς χωρίον χαλεπὸν αὐτός τε ἀπέθανε καὶ ἄλλοι πολλοὶ τῶν σὺν αὐτῷ.

正当进行这些事情的时候,希腊人外出掠夺,有的人获得了战利品,有的人则空手而归。而克莱涅托斯率领自己的一连和另一连人进攻一处险要据点,他本人阵亡,随行的许多其他人也一同丧命。

语法注3 条
  1. 5.1.6οὔτε ὅτου ὠνησόμεθα εὐπορία

    关系代名词 ὅτου 用作表示价格或购买手段的属格,与将来时直陈式 ὠνησόμεθα 搭配,意为“用于购买的钱财/手段”。全句依存于 εὐπορία,构成“没有充裕的资金/物资来购买”之意。

  2. 5.1.10οὐδὲν ἂν ἔδει ὧν μέλλω λέγειν

    承接前文未完成过去时直陈式的与事实相反的条件从句(εἰ ἠπιστάμεθα)的归结从句。非人称动词 ἔδει 加上 ἄν 构成反事实虚拟,意为“本不需要……”。关系代名词 ὧν 则因先行词省略而被吸引为 ἔδει 所要求的属格。

  3. 5.1.15ἀποδρὰς ᾤχετο

    动词 οἴχομαι(离去)与副词性分词(此处为 ἀποδιδράσκω 的第二不定过去时分词 ἀποδράς)连用的固定习语,表示动作的迅速完成与脱离,意为“逃之夭夭”或“携船潜逃”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:5.1.1-5.1.17