- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.8.15-4.8.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军采用纵队阵型轻松击溃科尔基斯军,随后在粮产丰富的村庄因误食毒蜜引发全军中毒,康复后抵达黑海沿岸的希腊殖民城邦特拉佩祖斯,并举行了献祭与体育竞技会。
ἐπεὶ δʼ ἐν ταῖς χώραις ἕκαστοι ἐγένοντο καὶ τοὺς λόχους ὀρθίους ἐποιήσαντο, ἐγένοντο μὲν λόχοι τῶν ὁπλιτῶν ἀμφὶ τοὺς ὀγδοήκοντα, ὁ δὲ λόχος ἕκαστος σχεδὸν εἰς τοὺς ἑκατόν· τοὺς δὲ πελταστὰς καὶ τοὺς τοξότας τριχῇ ἐποιήσαντο, τοὺς μὲν τοῦ εὐωνύμου ἔξω, τοὺς δὲ τοῦ δεξιοῦ, τοὺς δὲ κατὰ μέσον, σχεδὸν ἑξακοσίους ἑκάστους.
当各自就位并把各连编成纵队后,重装步兵的连队约有八十个,每个连几乎都有一百人;至于轻盾兵和弓箭手,他们分成三部,一部在左翼外侧,一部在右翼外侧,一部在中央,每部大约六百人。
ἐκ τούτου παρηγγύησαν οἱ στρατηγοὶ εὔχεσθαι· εὐξάμενοι δὲ καὶ παιανίσαντες ἐπορεύοντο. καὶ Χειρίσοφος μὲν καὶ Ξενοφῶν καὶ οἱ σὺν αὐτοῖς πελτασταὶ τῆς τῶν πολεμίων φάλαγγος ἔξω γενόμενοι ἐπορεύοντο·
于是将领们下令祈祷;祈祷并唱毕凯歌之后,部队便开始进军。海里斯索福斯与色诺芬以及随同他们的轻盾兵,向敌军方阵的外侧伸展推进。
οἱ δὲ πολέμιοι ὡς εἶδον αὐτούς, ἀντιπαραθέοντες οἱ μὲν ἐπὶ τὸ δεξιὸν οἱ δὲ ἐπὶ τὸ εὐώνυμον διεσπάσθησαν, καὶ πολὺ τῆς αὑτῶν φάλαγγος ἐν τῷ μέσῳ κενὸν ἐποίησαν.
敌军一见到他们,便迎着跑开应对,一部分奔向右翼,一部分奔向左翼,自身被拉扯散开,在自己方阵的中央留出了巨大的空隙。
οἱ δὲ κατὰ τὸ Ἀρκαδικὸν πελτασταί, ὧν ἦρχεν Αἰσχίνης ὁ Ἀκαρνάν, νομίσαντες φεύγειν ἀνακραγόντες ἔθεον· καὶ οὗτοι πρῶτοι ἐπὶ τὸ ὄρος ἀναβαίνουσι· συνεφείπετο δὲ αὐτοῖς καὶ τὸ Ἀρκαδικὸν ὁπλιτικόν, ὧν ἦρχε Κλεάνωρ ὁ Ὀρχομένιος.
阿卡迪亚部队所属的轻盾兵——由阿卡纳尼亚人埃斯基涅斯统率——以为敌人是在溃逃,便高呼着冲上前去;他们最先登上了山;由奥尔科墨诺斯人克勒阿诺尔统率的阿卡迪亚重装步兵也紧随其后。
οἱ δὲ πολέμιοι, ὡς ἤρξαντο θεῖν, οὐκέτι ἔστησαν, ἀλλὰ φυγῇ ἄλλος ἄλλῃ ἐτράπετο. οἱ δὲ Ἕλληνες ἀναβάντες ἐστρατοπεδεύοντο ἐν πολλαῖς κώμαις καὶ τἀπιτήδεια πολλὰ ἐχούσαις.
敌军见希腊人冲跑过来,便不再坚守,而是四散奔逃。登上山顶的希腊人在许多存粮丰富的村庄里扎下营盘。
καὶ τὰ μὲν ἄλλα οὐδὲν ὅ τι καὶ ἐθαύμασαν· τὰ δὲ σμήνη πολλὰ ἦν αὐτόθι, καὶ τῶν κηρίων ὅσοι ἔφαγον τῶν στρατιωτῶν1 πάντες ἄφρονές τε ἐγίγνοντο καὶ ἤμουν καὶ κάτω διεχώρει αὐτοῖς καὶ ὀρθὸς οὐδεὶς ἐδύνατο ἵστασθαι, ἀλλʼ οἱ μὲν ὀλίγον ἐδηδοκότες σφόδρα μεθύουσιν ἐῴκεσαν, οἱ δὲ πολὺ μαινομένοις, οἱ δὲ καὶ ἀποθνῄσκουσιν.
在其他方面并没有什么让他们特别惊异的;但那里的蜂巢极多,吃过蜂巢的士兵全都丧失了神智,上吐下泻,没有一个人能直立站稳;吃得少的人仿佛大醉,吃得多的人犹如发狂,甚至有些人就像濒死一般。
ἔκειντο δὲ οὕτω πολλοὶ ὥσπερ τροπῆς γεγενημένης,2 καὶ πολλὴ ἦν ἀθυμία. τῇ δʼ ὑστεραίᾳ ἀπέθανε μὲν οὐδείς, ἀμφὶ δὲ τὴν αὐτήν πως ὥραν ἀνεφρόνουν· τρίτῃ δὲ καὶ τετάρτῃ ἀνίσταντο ὥσπερ ἐκ φαρμακοποσίας.
许多人就这样倒卧在地,宛如经历了一场惨败,军中一片沮丧。然而次日并无一人死亡,大约在同一时刻他们便恢复了清醒;到了第三天和第四天,他们便如服药痊愈后一般站立起来。
ἐντεῦθεν δʼ ἐπορεύθησαν δύο σταθμοὺς παρασάγγας ἑπτά, καὶ ἦλθον ἐπὶ θάλατταν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα οἰκουμένην ἐν τῷ Εὐξείνῳ Πόντῳ, Σινωπέων ἀποικίαν, ἐν τῇ Κόλχων χώρᾳ. ἐνταῦθα ἔμειναν ἡμέρας ἀμφὶ τὰς τριάκοντα ἐν ταῖς τῶν Κόλχων κώμαις· κἀντεῦθεν ὁρμώμενοι ἐλῄζοντο τὴν Κολχίδα. ἀγορὰν δὲ παρεῖχον τῷ στρατοπέδῳ Τραπεζούντιοι, καὶ ἐδέξαντό τε τοὺς Ἕλληνας καὶ ξένια ἔδοσαν βοῦς καὶ ἄλφιτα καὶ οἶνον.
他们从那里出发,行军两站,计七帕拉桑,抵达了大海边位于黑海沿岸、科尔基斯境内的希腊人定居城市特拉佩祖斯,这是锡诺珀人的殖民地。他们在此处科尔基斯人的各村落驻留了约三十天;以此为据点,他们劫掠了科尔基斯。特拉佩祖斯人为军队提供了集市,款待了希腊人,并赠送公牛、大麦粉和葡萄酒作为宾礼。
συνδιεπράττοντο δὲ καὶ ὑπὲρ τῶν πλησίον Κόλχων τῶν ἐν τῷ πεδίῳ μάλιστα οἰκούντων, καὶ ξένια καὶ παρʼ ἐκείνων ἦλθον βόες.
他们还代表邻近的科尔基斯人——尤其是主要居住在平原上的那些人——进行斡旋,从这些人那里也送来了公牛作为宾礼。
μετὰ δὲ τοῦτο τὴν θυσίαν ἣν ηὔξαντο παρεσκευάζοντο· ἦλθον δʼ αὐτοῖς ἱκανοὶ βόες ἀποθῦσαι τῷ Διὶ τῷ σωτῆρι καὶ τῷ Ἡρακλεῖ ἡγεμόσυνα3 καὶ τοῖς ἄλλοις θεοῖς ἃ ηὔξαντο. ἐποίησαν δὲ καὶ ἀγῶνα γυμνικὸν ἐν τῷ ὄρει ἔνθαπερ ἐσκήνουν. εἵλοντο δὲ Δρακόντιον Σπαρτιάτην, ὃς ἔφυγε παῖς ὢν οἴκοθεν, παῖδα ἄκων κατακανὼν ξυήλῃ πατάξας, δρόμου τʼ ἐπιμεληθῆναι καὶ τοῦ ἀγῶνος προστατῆσαι.
此后,希腊人筹备起他们曾经许愿的祭献;送来的公牛已足够向拯救者宙斯献祭,向赫拉克勒斯奉献作为向导的谢礼,并向其余诸神履行许诺。他们还在扎营的山上举办了竞技会。他们推选了斯巴达人德拉孔提奥斯来负责赛道并主持比赛,此人幼年时因失手用小刀刺死一名少年而流亡异乡。
ἐπειδὴ δὲ ἡ θυσία ἐγένετο, τὰ δέρματα παρέδοσαν τῷ Δρακοντίῳ, καὶ ἡγεῖσθαι ἐκέλευον ὅπου τὸν δρόμον πεποιηκὼς εἴη. ὁ δὲ δείξας οὗπερ ἑστηκότες ἐτύγχανον οὗτος ὁ λόφος, ἔφη, κάλλιστος τρέχειν ὅπου ἄν τις βούληται. πῶς οὖν, ἔφασαν, δυνήσονται παλαίειν ἐν σκληρῷ καὶ δασεῖ οὕτως; ὁ δʼ εἶπε· μᾶλλόν τι ἀνιάσεται ὁ καταπεσών.
当献祭完毕,众人把祭牲的兽皮交予德拉孔提奥斯,并命他领路前往他修造赛道之处。他指着他们恰好站立的地方说道:“这座小山对于随意奔跑是最好的了。”众人问道:“那么在如此坚硬又杂草丛生的地方,人们怎么能进行摔跤呢?”他回答说:“被摔倒的人无非是多受点苦头罢了。”
ἠγωνίζοντο δὲ παῖδες μὲν στάδιον τῶν αἰχμαλώτων οἱ πλεῖστοι, δόλιχον δὲ Κρῆτες πλείους ἢ ἑξήκοντα ἔθεον, πάλην δὲ καὶ πυγμὴν καὶ παγκράτιον ἕτεροι, καὶ καλὴ θέα ἐγένετο· πολλοὶ γὰρ κατέβησαν καὶ ἅτε θεωμένων τῶν ἑταίρων πολλὴ φιλονικία ἐγίγνετο.
少年们参加了短跑比赛,其中多数是战俘;长跑比赛有六十多名克里特人参加;另有人参加摔跤、拳击和全能格斗,场面极为壮观;因为参赛者众多,且有同伴在旁观看,竞争异常激烈。
ἔθεον δὲ καὶ ἵπποι καὶ ἔδει αὐτοὺς κατὰ τοῦ πρανοῦς ἐλάσαντας ἐν τῇ θαλάττῃ ἀποστρέψαντας πάλιν πρὸς τὸν βωμὸν ἄγειν. καὶ κάτω μὲν οἱ πολλοὶ ἐκαλινδοῦντο· ἄνω δὲ πρὸς τὸ ἰσχυρῶς ὄρθιον μόλις βάδην ἐπορεύοντο οἱ ἵπποι· ἔνθα πολλὴ κραυγὴ καὶ γέλως καὶ παρακέλευσις ἐγίγνετο.
还有赛马,骑手们必须策马冲下陡坡,在海水中折返,再驾马冲回祭坛。下坡时,大多数马匹都滚倒翻滚;而向上攀爬极其陡峭的山坡时,马匹几乎只能慢步前行;于是人群中爆发出阵阵呼喊、欢笑与喝彩助威之声。
- 4.8.20τῶν κηρίων ὅσοι ἔφαγον τῶν στρατιωτῶν
双重部分属格结构:前方的 τῶν κηρίων 作为部分属格修饰动词 ἔφαγον(“吃了蜂巢的一部分”),而后方的 τῶν στρατιωτῶν 则是修饰关系代词 ὅσοι 的部分属格(“士兵当中凡是……的人”)。包含先行词的整个关系从句充当后续主句的主语。
- 4.8.21ὥσπερ τροπῆς γεγενημένης
由 ὥσπερ 引导的独立属格结构,用作比喻或表象描述(“仿佛发生了一场溃败”),而非陈述实际发生的历史事实。
- 4.8.25ἡγεμόσυνα
中性复数宾格名词,在此表示为平安引路而献上的谢礼,作为内宾格或同格宾格,说明向赫拉克勒斯所许祭品的具体性质(“引路谢礼”)。
