- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.8.1-4.8.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军在马克罗涅斯人土地上通过一名懂其语言的军士化解敌意并缔结盟约,在对方引领下抵达科尔基斯边境的山前。面对据山布阵的敌军,色诺芬提议弃用大方阵而改设连队纵队以实施进攻。
ἐντεῦθεν δʼ ἐπορεύθησαν οἱ Ἕλληνες διὰ Μακρώνων σταθμοὺς τρεῖς παρασάγγας δέκα. τῇ πρώτῃ δὲ ἡμέρᾳ ἀφίκοντο ἐπὶ τὸν ποταμὸν ὃς ὥριζε τὴν τῶν Μακρώνων καὶ τὴν τῶν Σκυθηνῶν.
希腊人从那里出发,穿越马克罗涅斯人的土地,行军三站,计十帕拉桑。在第一天,他们抵达了一条将马克罗涅斯人与斯库提诺伊人的土地分开的河流。
εἶχον δʼ ὑπὲρ δεξιῶν χωρίον οἷον χαλεπώτατον καὶ ἐξ ἀριστερᾶς ἄλλον ποταμόν, εἰς ὃν ἐνέβαλλεν ὁ ὁρίζων, διʼ οὗ ἔδει διαβῆναι. ἦν δὲ οὗτος δασὺς δένδρεσι παχέσι μὲν οὔ, πυκνοῖς δέ. ταῦτʼ ἐπεὶ προσῆλθον οἱ Ἕλληνες ἔκοπτον, σπεύδοντες ἐκ τοῦ χωρίου ὡς τάχιστα ἐξελθεῖν.
在他们右侧是极其险阻的地形,左侧则是另一条河,作为界河的那条河正流入其中,而他们必须渡过这条河。河岸长满了树木,树干虽不算粗,但生得十分稠密。希腊人一靠近便砍伐树木,急于尽快离开这个地方。
οἱ δὲ Μάκρωνες ἔχοντες γέρρα καὶ λόγχας καὶ τριχίνους χιτῶνας κατʼ ἀντιπέραν τῆς διαβάσεως παρατεταγμένοι ἦσαν καὶ ἀλλήλοις διεκελεύοντο καὶ λίθους εἰς τὸν ποταμὸν ἔρριπτον· ἐξικνοῦντο γὰρ οὒ οὐδʼ ἔβλαπτον οὐδέν.
马克罗涅斯人携带柳条盾和枪矛,身着毛织束身衣,在渡口对面排开阵势,彼此呼喊打气,并把石头掷入河中;因为石头根本打不到希腊人,未造成任何伤害。
ἔνθα δὴ προσέρχεται Ξενοφῶντι τῶν πελταστῶν ἀνὴρ Ἀθήνησι φάσκων δεδουλευκέναι, λέγων ὅτι γιγνώσκοι τὴν φωνὴν τῶν ἀνθρώπων. καὶ οἶμαι, ἔφη, ἐμὴν ταύτην πατρίδα εἶναι· καὶ εἰ μή τι κωλύει, ἐθέλω αὐτοῖς διαλεχθῆναι.
这时,一名轻盾兵走到色诺芬面前,自称曾在雅典做过奴隶,说自己能听懂这些人的语言。“并且我想,”他说,“这里就是我的故土;如果没什么妨碍,我愿意同他们谈谈。”
ἀλλʼ οὐδὲν κωλύει, ἔφη, ἀλλὰ διαλέγου καὶ μάθε πρῶτον τίνες εἰσίν. οἱ δʼ εἶπον ἐρωτήσαντος ὅτι Μάκρωνες. ἐρώτα τοίνυν, ἔφη, αὐτοὺς τί ἀντιτετάχαται καὶ χρῄζουσιν ἡμῖν πολέμιοι εἶναι.
色诺芬说:“没有任何妨碍,你去和他们交谈,先弄清楚他们是什么人。”那人询问之后,对方回答是马克罗涅斯人。色诺芬接着说:“那么问问他们,为何列阵与我们对峙,蓄意同我们作对。”
οἱ δʼ ἀπεκρίναντο ὅτι καὶ ὑμεῖς ἐπὶ τὴν ἡμετέραν χώραν ἔρχεσθε. λέγειν ἐκέλευον οἱ στρατηγοὶ ὅτι οὐ κακῶς γε ποιήσοντες, ἀλλὰ βασιλεῖ πολεμήσαντες ἀπερχόμεθα εἰς τὴν Ἑλλάδα, καὶ ἐπὶ θάλατταν βουλόμεθα ἀφικέσθαι.
对方回答说:“因为你们也侵入了我们的国土。”将领们命他回答:“我们绝无伤害之意,只是在向大王作战之后返回希腊,并渴望到达大海。”
ἠρώτων ἐκεῖνοι εἰ δοῖεν ἂν τούτων τὰ πιστά. οἱ δʼ ἔφασαν καὶ δοῦναι καὶ λαβεῖν ἐθέλειν. ἐντεῦθεν διδόασιν οἱ Μάκρωνες βαρβαρικὴν λόγχην τοῖς Ἕλλησιν, οἱ δὲ Ἕλληνες ἐκείνοις Ἑλληνικήν· ταῦτα γὰρ ἔφασαν πιστὰ εἶναι· θεοὺς δʼ ἐπεμαρτύραντο ἀμφότεροι.
马克罗涅斯人询问,希腊人是否愿意为此提供担保。希腊人表示既愿意提供担保,也愿意接受担保。于是马克罗涅斯人将一杆蛮族长矛交给希腊人,希腊人也交给他们一杆希腊长矛;因为他们称这些就是信物;双方都呼唤神明作证。
μετὰ δὲ τὰ πιστὰ εὐθὺς οἱ Μάκρωνες τὰ δένδρα συνεξέκοπτον τήν τε ὁδὸν ὡδοποίουν ὡς διαβιβάσοντες ἐν μέσοις ἀναμεμιγμένοι τοῖς Ἕλλησι, καὶ ἀγορὰν οἵαν ἐδύναντο παρεῖχον, καὶ παρήγαγον ἐν τρισὶν ἡμέραις ἕως ἐπὶ τὰ Κόλχων ὅρια κατέστησαν τοὺς Ἕλληνας.
立下誓约后,马克罗涅斯人立即一同砍伐树木开辟道路,以便引他们渡河,并混在希腊人当中;他们还尽可能提供集市,在前引路三天,直到将希腊人领至科尔基斯人的边境。
ἐνταῦθα ἦν ὄρος μέγα, προσβατὸν δέ· καὶ ἐπὶ τούτου οἱ Κόλχοι παρατεταγμένοι ἦσαν. καὶ τὸ μὲν πρῶτον οἱ Ἕλληνες ἀντιπαρετάξαντο φάλαγγα, ὡς οὕτως ἄξοντες πρὸς τὸ ὄρος· ἔπειτα δὲ ἔδοξε τοῖς στρατηγοῖς βουλεύσασθαι συλλεγεῖσιν ὅπως ὡς κάλλιστα ἀγωνιοῦνται.
那里有一座大山,但尚可攀登;科尔基斯人正布阵在这座山上。起初,希腊人排成方阵与之相对,打算就这样向山上进军;但随后将领们决定集合起来商议如何才能取得最好的战斗效果。
ἔλεξεν οὖν Ξενοφῶν ὅτι δοκοίη παύσαντας τὴν φάλαγγα λόχους ὀρθίους ποιῆσαι· ἡ μὲν γὰρ φάλαγξ διασπασθήσεται εὐθύς· τῇ μὲν γὰρ ἄνοδον τῇ δὲ εὔοδον εὑρήσομεν τὸ ὄρος· καὶ εὐθὺς τοῦτο ἀθυμίαν ποιήσει ὅταν τεταγμένοι εἰς φάλαγγα ταύτην διεσπασμένην ὁρῶσιν.
色诺芬发言道,他认为应当取消方阵,改为组成纵队连队:“因为方阵势必立刻被扯散;我们会发现这山有的地方无法攀登,有的地方却容易通行;士兵们一旦排成方阵,见到方阵被撕裂,立刻就会丧失士气。
ἔπειτα ἢν μὲν ἐπὶ πολλῶν τεταγμένοι προσάγωμεν, περιττεύσουσιν ἡμῶν οἱ πολέμιοι καὶ τοῖς περιττοῖς χρήσονται ὅ τι ἂν βούλωνται· ἐὰν δὲ ἐπʼ ὀλίγων τεταγμένοι ὦμεν, οὐδὲν ἂν εἴη θαυμαστὸν εἰ διακοπείη ἡμῶν ἡ φάλαγξ ὑπὸ ἁθρόων καὶ βελῶν καὶ ἀνθρώπων πολλῶν ἐμπεσόντων· εἰ δέ πῃ τοῦτο ἔσται, τῇ ὅλῃ φάλαγγι κακὸν ἔσται.
其次,如果我们排成纵深较深的阵列推进,敌军的阵线就会包抄我们,并能随心所欲地调动多余兵力;而如果我们排成单薄的阵列,面对敌军大队兵力与密集箭矢的冲击,我们的方阵被突破就不足为奇了;一旦某处发生这种情况,就会殃及整个方阵。
ἀλλά μοι δοκεῖ ὀρθίους τοὺς λόχους ποιησαμένους τοσοῦτον χωρίον κατασχεῖν διαλιπόντας τοῖς λόχοις ὅσον ἔξω τοὺς ἐσχάτους λόχους γενέσθαι1 τῶν πολεμίων κεράτων· καὶ οὕτως ἐσόμεθα τῆς τε τῶν πολεμίων φάλαγγος ἔξω, καὶ ὀρθίους ἄγοντες οἱ κράτιστοι ἡμῶν πρῶτοι προσίασιν, ᾗ τε ἂν εὔοδον ᾖ, ταύτῃ ἕκαστος ἄξει.
但我认为,最好是将各连编成纵队,并在各连之间留出间隔,占据足够的宽度,使最外侧的连队能够包抄敌人的两翼;这样我们不仅能延伸到敌军方阵之外,而且以纵队推进时,我们最精锐的勇士会率先冲锋,各连长也能沿着易于攀登的路线前进。
καὶ εἴς τε τὸ διαλεῖπον οὐ ῥᾴδιον ἔσται τοῖς πολεμίοις εἰσελθεῖν ἔνθεν καὶ ἔνθεν λόχων ὄντων, διακόψαι τε οὐ ῥᾴδιον ἔσται λόχον ὄρθιον προσιόντα. ἄν τέ τις πιέζηται τῶν λόχων, ὁ πλησίον βοηθήσει. ἤν τε εἷς πῃ δυνηθῇ τῶν λόχων ἐπὶ τὸ ἄκρον ἀναβῆναι, οὐδεὶς μηκέτι μείνῃ2 τῶν πολεμίων.
此外,两旁都有连队掩护,敌人不易钻入空隙,突破行进中的纵队也绝非易事。若有哪个连队陷入苦战,邻近的连队便会增援。只要各连队中有一支能够登上山顶,敌军就绝不会再有一人坚守阵地。”
ταῦτα ἔδοξε, καὶ ἐποίουν ὀρθίους τοὺς λόχους. Ξενοφῶν δὲ ἀπιὼν ἐπὶ τὸ εὐώνυμον ἀπὸ τοῦ δεξιοῦ ἔλεγε τοῖς στρατιώταις· ἄνδρες, οὗτοί εἰσιν οὓς ὁρᾶτε μόνοι ἔτι ἡμῖν ἐμποδὼν τὸ μὴ ἤδη εἶναι3 ἔνθα πάλαι σπεύδομεν· τούτους, ἤν πως δυνώμεθα, καὶ ὠμοὺς δεῖ καταφαγεῖν.
这一主张获得通过,他们便将各连编成纵队。色诺芬从右翼走向左翼,对士兵们说道:“勇士们,你们所看到的这些人,是阻挡我们立刻抵达向往已久之地的最后障碍;如果可能的话,我们甚至应当生吞活剥了他们。”
- 4.8.12ὅσον ἔξω τοὺς ἐσχάτους λόχους γενέσθαι
相关词 ὅσον 引导带有宾格不定式的程度/结果从句(τοὺς ἐσχάτους λόχους... γενέσθαι),呼应先行词 τοσοῦτον χωρίον,表示“占据足够的空间以至于最外侧的连队能够延伸到……之外”。
- 4.8.13οὐδεὶς μηκέτι μείνῃ
双重否定词 οὐ μή 连用不定过去时虚拟式(此处为 μείνῃ),构成对未来的强烈否定与断言(emphatic future negation),表示“绝无一人会继续坚守”。
- 4.8.14ἐμποδὼν τὸ μὴ ἤδη εἶναι
此处 τὸ μή + 不定式 εἶναι 用作表示阻碍的副词 ἐμποδών 的补足语。在表示阻碍、妨碍的词语之后,带有 μή 的不定式常带有名义上的冗余否定(redundant negative),用以强化阻碍的结果(即阻碍使之不能立即达到),而非表达双重否定。
