← 色诺芬

长征记

§4.7.14-4.7.27

登上忒刻斯山顶与望见大海的欢呼

希腊军攻占陶科伊人的要塞后,穿越骁勇善战的哈吕伯斯人之地抵达居谟尼亚斯城,并获得了一名向导。按向导预言,全军在第五天登上忒刻斯山顶,士兵们终于看见大海并爆发出狂喜的欢呼,随后他们筑起石冢献祭,并赠礼送别了向导。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.14

ὁ δὲ αὐτὸν ἐπισπᾶται, καὶ ἀμφότεροι ᾤχοντο κατὰ τῶν πετρῶν φερόμενοι καὶ ἀπέθανον. ἐντεῦθεν ἄνθρωποι μὲν πάνυ ὀλίγοι ἐλήφθησαν, βόες δὲ καὶ ὄνοι πολλοὶ καὶ πρόβατα.

那人却将他也一起拉扯下去,两人双双坠下悬崖摔死。在这里只俘获了极少数的人,但获得了许多牛、驴和绵羊。

§4.7.15

ἐντεῦθεν ἐπορεύθησαν διὰ Χαλύβων σταθμοὺς ἑπτὰ παρασάγγας πεντήκοντα. οὗτοι ἦσαν ὧν διῆλθον ἀλκιμώτατοι,1 καὶ εἰς χεῖρας ᾖσαν. εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων σπάρτα πυκνὰ ἐστραμμένα.

他们从那里出发,穿越哈吕伯斯人的土地,行军七站,计五十帕拉桑。这些人是他们经过的所有民族中最勇武的,并且敢于进行白兵肉搏。他们身穿下垂到小腹的亚麻胸甲,没有皮甲裙片,而是垂着紧密搓捻的麻绳。

§4.7.16

εἶχον δὲ καὶ κνημῖδας καὶ κράνη καὶ παρὰ τὴν ζώνην μαχαίριον ὅσον ξυήλην Λακωνικήν, ᾧ ἔσφαττον ὧν κρατεῖν δύναιντο, καὶ ἀποτεμόντες ἂν τὰς κεφαλὰς ἔχοντες ἐπορεύοντο,2 καὶ ᾖδον καὶ ἐχόρευον ὁπότε οἱ πολέμιοι αὐτοὺς ὄψεσθαι ἔμελλον. εἶχον δὲ καὶ δόρυ ὡς πεντεκαίδεκα πήχεων μίαν λόγχην ἔχον.

他们还备有胫甲和头盔,腰带旁佩带一把大小如同拉哥尼亚短剑的小刀,他们用它屠宰能制服的人;砍下人头后,便带着头颅前行,每逢敌人可能看到他们时,便歌唱跳舞。他们还携带着一杆约十五肘长、只有单矛头的长枪。

§4.7.17

οὗτοι ἐνέμενον ἐν τοῖς πολίσμασιν· ἐπεὶ δὲ παρέλθοιεν οἱ Ἕλληνες, εἵποντο ἀεὶ μαχούμενοι. ᾤκουν δὲ ἐν τοῖς ὀχυροῖς, καὶ τὰ ἐπιτήδεια ἐν τούτοις ἀνακεκομισμένοι ἦσαν· ὥστε μηδὲν λαμβάνειν αὐτόθεν τοὺς Ἕλληνας, ἀλλὰ διετράφησαν τοῖς κτήνεσιν ἃ ἐκ τῶν Ταόχων ἔλαβον.

这些人坚守在城寨中;每当希腊人经过,他们就一路尾随持续作战。他们居住在要塞中,并把粮草全都运进其中储存;因此希腊人无法从那里获得任何粮食,只得依靠从陶科伊人那里缴获的牲畜维持生存。

§4.7.18

ἐκ τούτων οἱ Ἕλληνες ἀφίκοντο ἐπὶ Ἅρπασον ποταμόν, εὖρος τεττάρων πλέθρων. ἐντεῦθεν ἐπορεύθησαν διὰ Σκυθηνῶν σταθμοὺς τέτταρας παρασάγγας εἴκοσι διὰ πεδίου εἰς κώμας· ἐν αἷς ἔμειναν ἡμέρας τρεῖς καὶ ἐπεσιτίσαντο.

希腊人离开这些人后,抵达了宽达四普勒特隆的哈尔帕索斯河。从那里穿过斯库提诺伊人的土地,经由平原行军四站,计二十帕拉桑,来到一些村庄;他们在那里停留了三天,补给了粮草。

§4.7.19

ἐντεῦθεν διῆλθον σταθμοὺς τέτταρας παρασάγγας εἴκοσι πρὸς πόλιν μεγάλην καὶ εὐδαίμονα καὶ οἰκουμένην ἣ ἐκαλεῖτο Γυμνιάς. ἐκ ταύτης τῆς χώρας ὁ ἄρχων τοῖς Ἕλλησιν ἡγεμόνα πέμπει, ὅπως διὰ τῆς ἑαυτῶν πολεμίας χώρας ἄγοι αὐτούς.

从那里行军四站,计二十帕拉桑,到达一座名叫居谟尼亚斯的大型繁华且居民众多的城市。该地的统治者给希腊人派了一名向导,以便领他们穿过与其敌对的国家。

§4.7.20

ἐλθὼν δʼ ἐκεῖνος λέγει ὅτι ἄξει αὐτοὺς πέντε ἡμερῶν εἰς χωρίον ὅθεν ὄψονται θάλατταν· εἰ δὲ μή, τεθνάναι ἐπηγγείλατο.3 καὶ ἡγούμενος ἐπειδὴ ἐνέβαλλεν εἰς τὴν πολεμίαν, παρεκελεύετο αἴθειν καὶ φθείρειν τὴν χώραν· ᾧ καὶ δῆλον ἐγένετο ὅτι τούτου ἕνεκα ἔλθοι, οὐ τῆς τῶν Ἑλλήνων εὐνοίας.

那人来后说,他将在五天之内把他们带到一个可以望见大海的地方;如果办不到,甘愿受死。当他引路并踏入敌境时,便催促希腊人焚烧并破坏该国;由此也清楚地表明,他是为此目的而来,而非出于对希腊人的善意。

§4.7.21

καὶ ἀφικνοῦνται ἐπὶ τὸ ὄρος τῇ πέμπτῃ ἡμέρᾳ· ὄνομα δὲ τῷ ὄρει ἦν Θήχης. ἐπεὶ δὲ οἱ πρῶτοι ἐγένοντο ἐπὶ τοῦ ὄρους καὶ κατεῖδον τὴν θάλατταν, κραυγὴ πολλὴ ἐγένετο.

到了第五天,他们登上了一座山;这座山的名字叫忒刻斯。当前头的人到达山顶望见大海时,发出了巨大的呼喊声。

§4.7.22

ἀκούσας δὲ ὁ Ξενοφῶν καὶ οἱ ὀπισθοφύλακες ᾠήθησαν ἔμπροσθεν ἄλλους ἐπιτίθεσθαι πολεμίους· εἵποντο γὰρ ὄπισθεν ἐκ τῆς καιομένης χώρας, καὶ αὐτῶν οἱ ὀπισθοφύλακες ἀπέκτεινάν τέ τινας καὶ ἐζώγρησαν ἐνέδραν ποιησάμενοι, καὶ γέρρα ἔλαβον δασειῶν βοῶν ὠμοβόεια ἀμφὶ τὰ εἴκοσιν.

色诺芬和后卫部队听见后,以为前头又有其他敌人发起攻击;因为后面正有敌军从被烧毁的土地上尾随而来,后卫部队曾设下埋伏杀死了他们当中的几个人并活捉了数人,还缴获了大约二十面带毛生牛皮柳条盾。

§4.7.23

ἐπειδὴ δὲ βοὴ πλείων τε ἐγίγνετο καὶ ἐγγύτερον καὶ οἱ ἀεὶ ἐπιόντες ἔθεον δρόμῳ ἐπὶ τοὺς ἀεὶ βοῶντας καὶ πολλῷ μείζων ἐγίγνετο ἡ βοὴ ὅσῳ δὴ πλείους ἐγίγνοντο, ἐδόκει δὴ μεῖζόν τι εἶναι τῷ Ξενοφῶντι, καὶ ἀναβὰς ἐφʼ ἵππον καὶ Λύκιον καὶ τοὺς ἱππέας ἀναλαβὼν παρεβοήθει· καὶ τάχα δὴ ἀκούουσι βοώντων τῶν στρατιωτῶν θάλαττα θάλαττα καὶ παρεγγυώντων. ἔνθα δὴ ἔθεον πάντες καὶ οἱ ὀπισθοφύλακες, καὶ τὰ ὑποζύγια ἠλαύνετο καὶ οἱ ἵπποι.

然而呼喊声越来越大、越来越近,后来的队伍不断向一直呼喊的人飞奔而去,人数越多呼喊声就越大,在色诺芬看来事情显然非同小可,于是他翻身上马,带上吕基奥斯和骑兵赶去增援;很快,他们就听见士兵们高呼“大海!大海!”并相互传报。这时所有人都奔跑起来,包括后卫,驮畜和战马也都被驱赶着飞奔。

§4.7.25

ἐπεὶ δὲ ἀφίκοντο πάντες ἐπὶ τὸ ἄκρον, ἐνταῦθα δὴ περιέβαλλον ἀλλήλους καὶ στρατηγοὺς καὶ λοχαγοὺς δακρύοντες. καὶ ἐξαπίνης ὅτου δὴ παρεγγυήσαντος4 οἱ στρατιῶται φέρουσι λίθους καὶ ποιοῦσι κολωνὸν μέγαν.

当全军都到达山顶时,大家泪流满面,互相拥抱,也拥抱将领和连长们。忽然不知在谁的提议下,士兵们搬来石块,堆起了一座高大的石冢。

§4.7.26

ἐνταῦθα ἀνετίθεσαν δερμάτων πλῆθος ὠμοβοείων καὶ βακτηρίας καὶ τὰ αἰχμάλωτα γέρρα, καὶ ὁ ἡγεμὼν αὐτός τε κατέτεμνε τὰ γέρρα καὶ τοῖς ἄλλοις διεκελεύετο.

他们在那里献上了大量生牛皮、手杖以及俘获的柳条盾,向导自己把盾牌割碎,并催促其他人也这样做。

§4.7.27

μετὰ ταῦτα τὸν ἡγεμόνα οἱ Ἕλληνες ἀποπέμπουσι δῶρα δόντες ἀπὸ κοινοῦ ἵππον καὶ φιάλην ἀργυρᾶν καὶ σκευὴν Περσικὴν καὶ δαρεικοὺς δέκα· ᾔτει δὲ μάλιστα τοὺς δακτυλίους, καὶ ἔλαβε πολλοὺς παρὰ τῶν στρατιωτῶν. κώμην δὲ δείξας αὐτοῖς οὗ σκηνήσουσι καὶ τὴν ὁδὸν ἣν πορεύσονται εἰς Μάκρωνας, ἐπεὶ ἑσπέρα ἐγένετο, ᾤχετο τῆς νυκτὸς ἀπιών.

此后,希腊人从公款中拿出战马一匹、银碗一只、波斯礼服一套和十枚大流克金币作为礼物赠给向导,打发他回去;他特别想要戒指,士兵们便送了他许多。在给他们指明了可以宿营的村庄以及通往马克罗涅斯人土地的道路后,傍晚来临,他便趁着夜色离开了。

语法注4 条
  1. 4.7.15ὧν διῆλθον ἀλκιμώτατοι

    关系代词 ὧν 是由于吸引作用或包含先行词的部分属格(相当于 τούτων οὓς διῆλθον ἀλκιμώτατοι 的紧缩),作最高级形容词 ἀλκιμώτατοι 的整体部分属格,表示所穿越的所有民族中最勇武者。

  2. 4.7.16ἀποτεμόντες ἂν τὰς κεφαλὰς ἔχοντες ἐπορεύοντο

    小品词 ἄν 与未完成过去直陈式 ἐπορεύοντο 连用,构成过去重复/习惯句式(past iterative with ἄν),表示“他们过去常常割下头颅并携之行进”。

  3. 4.7.20εἰ δὲ μή, τεθνάναι ἐπηγγείλατο

    惯用省略条件分句 εἰ δὲ μή(“否则 / 若非如此”)后接完成时不定式 τεθνάναι(“处于死亡状态 / 受死”),作 ἐπηγγείλατο 的宾语,表示以死担保发誓。

  4. 4.7.25ὅτου δὴ παρεγγυήσαντος

    由不定代词 ὅτου(即 οὗτινος)加小品词 δή 构成的属格独立结构(genitive absolute),表示动作主体不确定,意为“不知是谁发了口令/提议”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.7.14-4.7.27