← 色诺芬

长征记

§4.7.1-4.7.13

攻克陶科伊人要塞与居民投崖

希腊军为寻粮饷攻打陶科伊人据守的悬崖要塞,用计诱使守军滚尽巨石,在军官们奋勇争先中破寨而入,却目睹了当地居民纷纷投崖自尽的惨象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.1

ἐκ δὲ τούτων ἐπορεύθησαν εἰς Ταόχους σταθμοὺς πέντε παρασάγγας τριάκοντα· καὶ τὰ ἐπιτήδεια ἐπέλειπε· χωρία γὰρ ᾤκουν ἰσχυρὰ οἱ Τάοχοι, ἐν οἷς καὶ τὰ ἐπιτήδεια ἅπαντα εἶχον ἀνακεκομισμένοι.1

他们从那里出发,进入陶科伊人的土地前进了五天的行程,共三十帕拉桑;这时粮草匮乏了。因为陶科伊人居住在坚固的要塞中,并把所有粮食都运进要塞储存了起来。

§4.7.2

ἐπεὶ δʼ ἀφίκοντο πρὸς χωρίον ὃ πόλιν μὲν οὐκ εἶχεν οὐδʼ οἰκίας, συνεληλυθότες δʼ ἦσαν αὐτόσε καὶ ἄνδρες καὶ γυναῖκες καὶ κτήνη πολλά, Χειρίσοφος μὲν οὖν πρὸς τοῦτο προσέβαλλεν εὐθὺς ἥκων· ἐπειδὴ δὲ ἡ πρώτη τάξις ἀπέκαμνεν, ἄλλη προσῄει καὶ αὖθις ἄλλη· οὐ γὰρ ἦν ἁθρόοις περιστῆναι, ἀλλʼ ἀπότομον ἦν κύκλῳ.

当他们来到一个既无城镇也无房屋的要塞,但许多男女与牲畜聚集在那里时,切伊里索福斯一抵达便立即发起进攻。但每当第一队疲惫退下,另一队便上前,接着又是一队;因为周围尽是悬崖峭壁,无法合围。

§4.7.3

ἐπειδὴ δὲ Ξενοφῶν ἦλθε σὺν τοῖς ὀπισθοφύλαξι καὶ πελτασταῖς καὶ ὁπλίταις, ἐνταῦθα δὴ λέγει Χειρίσοφος· εἰς καλὸν ἥκετε· τὸ γὰρ χωρίον αἱρετέον· τῇ γὰρ στρατιᾷ οὐκ ἔστι τὰ ἐπιτήδεια, εἰ μὴ ληψόμεθα τὸ χωρίον.

当色诺芬率领后卫、盾兵和重装步兵赶到时,切伊里索福斯便说:“你们来得正是时候;这处要塞必须攻下,因为如果我们夺不下这要塞,全军便没有粮食。”

§4.7.4

ἐνταῦθα δὴ κοινῇ ἐβουλεύοντο· καὶ τοῦ Ξενοφῶντος ἐρωτῶντος τί τὸ κωλῦον εἴη εἰσελθεῖν, εἶπεν ὁ Χειρίσοφος· μία αὕτη πάροδός ἐστιν ἣν ὁρᾷς· ὅταν δέ τις ταύτῃ πειρᾶται παριέναι, κυλίνδουσι λίθους ὑπὲρ ταύτης τῆς ὑπερεχούσης πέτρας· ὃς δʼ ἂν καταληφθῇ, οὕτω διατίθεται. ἅμα δʼ ἔδειξε συντετριμμένους ἀνθρώπους καὶ σκέλη καὶ πλευράς.2

于是他们共同商议。色诺芬询问是什么阻碍了进入,切伊里索福斯说:“你看,只有这一条通道;每当有人试图从这里通过,他们便从这块突出的岩石上方滚落巨石;被砸中的人下场就是如此。”说着,他指了指那些腿骨和肋骨被砸碎的人。

§4.7.5

ἢν δὲ τοὺς λίθους ἀναλώσωσιν, ἔφη ὁ Ξενοφῶν, ἄλλο τι ἢ οὐδὲν κωλύει παριέναι;3 οὐ γὰρ δὴ ἐκ τοῦ ἐναντίου ὁρῶμεν εἰ μὴ ὀλίγους τούτους ἀνθρώπους, καὶ τούτων δύο ἢ τρεῖς ὡπλισμένους.

“如果他们把石头耗尽了,”色诺芬说,“难道还有什么能阻止我们通过吗?因为在对面,我们只看到这几个人,而且其中只有两三个人有武装。

§4.7.6

τὸ δὲ χωρίον, ὡς καὶ σὺ ὁρᾷς, σχεδὸν τρία ἡμίπλεθρά ἐστιν ὃ δεῖ βαλλομένους διελθεῖν· τούτου δὲ ὅσον πλέθρον δασὺ πίτυσι διαλειπούσαις μεγάλαις, ἀνθʼ ὧν ἑστηκότες ἄνδρες τί ἂν πάσχοιεν ἢ ὑπὸ τῶν φερομένων λίθων ἢ ὑπὸ τῶν κυλινδομένων; τὸ λοιπὸν οὖν γίγνεται ὡς ἡμίπλεθρον, ὃ δεῖ ὅταν λωφήσωσιν οἱ λίθοι παραδραμεῖν.

“如你所见,冒着石雨必须穿过的地段大约有一普勒特隆半;其中约一普勒特隆覆盖着大松树,树木间有些距离,人们站在树后,无论面对飞来的石头还是滚落的石头,能受到什么伤害呢?因此剩下的只有大约半普勒特隆,一旦飞石稍停,就必须跑过这段距离。”

§4.7.7

ἀλλὰ εὐθύς, ἔφη ὁ Χειρίσοφος, ἐπειδὰν ἀρξώμεθα εἰς τὸ δασὺ προσιέναι, φέρονται οἱ λίθοι πολλοί. αὐτὸ ἄν, ἔφη, τὸ δέον εἴη· θᾶττον γὰρ ἀναλώσουσι τοὺς λίθους. ἀλλὰ πορευώμεθα ἔνθεν ἡμῖν μικρόν τι παραδραμεῖν ἔσται, ἢν δυνώμεθα, καὶ ἀπελθεῖν ῥᾴδιον, ἢν βουλώμεθα.

“然而,”切伊里索福斯说,“我们一开始向树林走去,石头就会大量飞来。”〔色诺芬〕说:“这正中下怀;因为他们会更快耗尽石头。让我们走到这样一个地方:如果可能,我们只需快跑一小段距离;如果我们愿意,也容易撤退。”

§4.7.8

ἐντεῦθεν ἐπορεύοντο Χειρίσοφος καὶ Ξενοφῶν καὶ Καλλίμαχος Παρράσιος λοχαγός· τούτου γὰρ ἡ ἡγεμονία ἦν τῶν ὀπισθοφυλάκων λοχαγῶν ἐκείνῃ τῇ ἡμέρᾳ· οἱ δὲ ἄλλοι λοχαγοὶ ἔμενον ἐν τῷ ἀσφαλεῖ. μετὰ τοῦτο οὖν ἀπῆλθον ὑπὸ τὰ δένδρα ἄνθρωποι ὡς ἑβδομήκοντα, οὐχ ἁθρόοι ἀλλὰ καθʼ ἕνα, ἕκαστος φυλαττόμενος ὡς ἐδύνατο.

于是切伊里索福斯、色诺芬以及帕拉西亚人连长卡利马科斯一同上前;因为当天后卫连长的指挥权归他掌管;其他连长则留在安全地带。在此之后,约有七十人走到树下,不是聚集在一起,而是一个接一个,各自尽可能掩护自己。

§4.7.9

Ἀγασίας δὲ ὁ Στυμφάλιος καὶ Ἀριστώνυμος Μεθυδριεὺς καὶ οὗτοι τῶν ὀπισθοφυλάκων λοχαγοὶ ὄντες, καὶ ἄλλοι δέ, ἐφέστασαν ἔξω τῶν δένδρων· οὐ γὰρ ἦν ἀσφαλῶς ἐν τοῖς δένδροις ἑστάναι πλέον ἢ τὸν ἕνα λόχον.

斯廷法洛斯人阿加西亚斯和迈图德里翁人阿里斯托纽摩斯(他们也是后卫的连长)以及其他人,则立在树林外面;因为在树林中无法让超过一个连安全驻足。

§4.7.10

ἔνθα δὴ Καλλίμαχος μηχανᾶταί τι· προύτρεχεν ἀπὸ τοῦ δένδρου ὑφʼ ᾧ ἦν αὐτὸς δύο ἢ τρία βήματα· ἐπειδὴ δὲ οἱ λίθοι φέροιντο, ἀνέχαζεν εὐπετῶς· ἐφʼ ἑκάστης δὲ τῆς προδρομῆς πλέον ἢ δέκα ἅμαξαι πετρῶν ἀνηλίσκοντο.

这时卡利马科斯心生一计:他从自己藏身的树后向前奔跑两三步;一旦飞石袭来,便轻松退回;每一次前冲,就消耗了十多车巨石。

§4.7.11

ὁ δὲ Ἀγασίας ὡς ὁρᾷ τὸν Καλλίμαχον ἃ ἐποίει τὸ στράτευμα πᾶν θεώμενον, δείσας μὴ οὐ πρῶτος παραδράμῃ εἰς τὸ χωρίον,4 οὐδὲ τὸν Ἀριστώνυμον πλησίον ὄντα παρακαλέσας οὐδὲ Εὐρύλοχον τὸν Λουσιέα, ἑταίρους ὄντας, οὐδὲ ἄλλον οὐδένα χωρεῖ αὐτός, καὶ παρέρχεται πάντας.

阿加西亚斯看到全军都在注视着卡利马科斯的一举一动,唯恐自己不能第一个冲进要塞,既没有招呼身旁的阿里斯托纽摩斯,也没有招呼卢西人欧律洛科斯,尽管他们是他的同伴,也没有招呼其他任何人,便独自向前冲去,超过了所有人。

§4.7.12

ὁ δὲ Καλλίμαχος ὡς ὁρᾷ αὐτὸν παριόντα, ἐπιλαμβάνεται αὐτοῦ τῆς ἴτυος· ἐν δὲ τούτῳ παραθεῖ αὐτοὺς Ἀριστώνυμος Μεθυδριεύς, καὶ μετὰ τοῦτον Εὐρύλοχος Λουσιεύς· πάντες γὰρ οὗτοι ἀντεποιοῦντο ἀρετῆς5 καὶ διηγωνίζοντο πρὸς ἀλλήλους· καὶ οὕτως ἐρίζοντες αἱροῦσι τὸ χωρίον. ὡς γὰρ ἅπαξ εἰσέδραμον, οὐδεὶς πέτρος ἄνωθεν ἠνέχθη.

卡利马科斯见他超越,便抓住了他的盾牌边缘;就在这时,迈图德里翁人阿里斯托纽摩斯从他们身旁飞奔而过,紧接着是卢西人欧律洛科斯;因为这些人全都自诩勇敢并相互竞争;他们就这样争先恐后地夺取了要塞。因为他们一旦冲入,上面便不再有一块石头投下。

§4.7.13

ἐνταῦθα δὴ δεινὸν ἦν θέαμα. αἱ γὰρ γυναῖκες ῥίπτουσαι τὰ παιδία εἶτα ἑαυτὰς ἐπικατερρίπτουν, καὶ οἱ ἄνδρες ὡσαύτως. ἐνταῦθα δὴ καὶ Αἰνείας Στυμφάλιος λοχαγὸς ἰδών τινα θέοντα ὡς ῥίψοντα ἑαυτὸν στολὴν ἔχοντα καλὴν ἐπιλαμβάνεται ὡς κωλύσων·

就在这时,出现了一幕惨绝人寰的景象:妇女们把孩子扔下悬崖,随后自己也跳崖自尽,男人们也同样如此。当时,斯廷法洛斯人连长埃涅阿斯看见一个身穿华服的人跑去要跳崖,便上前抓住他想要阻止;

语法注5 条
  1. 4.7.1ἐν οἷς καὶ τὰ ἐπιτήδεια ἅπαντα εἶχον ἀνακεκομισμένοι

    动词 ἔχω 与完成时分词 ἀνακεκομισμένοι 构成的迂说法,表示把粮草运入后持续储存在其中的既成结果状态。

  2. 4.7.4συντετριμμένους ἀνθρώπους καὶ σκέλη καὶ πλευράς

    整体与部分的双宾格(或限格/指定宾格):σκέλη(腿)与 πλευράς(肋骨)指定了 συντετριμμένους ἀνθρώπους(被砸碎的人)的具体受伤部位。

  3. 4.7.5ἄλλο τι ἢ οὐδὲν κωλύει παριέναι

    修辞反问惯用短语 ἄλλο τι ἤ(“难道还有别的……而不是……吗?”)后接否定词 οὐδὲν,实际表示强烈的肯定结论,即“没有任何东西阻止我们通过”。

  4. 4.7.11δείσας μὴ οὐ πρῶτος παραδράμῃ εἰς τὸ χωρίον

    表恐惧动词(δείσας)后接 μὴ οὐ 与虚拟语气(παραδράμῃ)的句型,表示担心所期望的事情“不会发生”(“唯恐自己不能第一个冲入”)。

  5. 4.7.12πάντες γὰρ οὗτοι ἀντεποιοῦντο ἀρετῆς

    中动相动词 ἀντιποιέομαι(“自诩”、“声称拥有”、“争求”)支配表示追求目标的属格(ἀρετῆς),意为“这些人全都自诩勇武并争夺荣誉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.7.1-4.7.13