- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.6.14-4.6.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色诺芬与切伊里索福斯借各自城邦的“盗窃”传统相互打趣,随后定下奇袭之策;自愿出征的部队在夜间抢占高地,配合次日全军夹击溃散敌军,顺利下抵平原村庄。
ἀτὰρ τί ἐγὼ περὶ κλοπῆς συμβάλλομαι; ὑμᾶς γὰρ ἔγωγε, ὦ Χειρίσοφε, ἀκούω τοὺς Λακεδαιμονίους ὅσοι ἐστὲ τῶν ὁμοίων εὐθὺς ἐκ παίδων κλέπτειν μελετᾶν, καὶ οὐκ αἰσχρὸν εἶναι ἀλλὰ καλὸν κλέπτειν ὅσα μὴ κωλύει νόμος.
“不过,我为何要就偷窃提出建议呢?切伊里索福斯啊,我听说你们拉刻代蒙人中凡属‘同等者’阶层的人,从孩提时代起就练习偷窃,只要法律不禁止,偷窃就不是可耻的,反而是光彩的。
ὅπως δὲ ὡς κράτιστα κλέπτητε καὶ πειρᾶσθε λανθάνειν, νόμιμον ἄρα ὑμῖν ἐστιν, ἐὰν ληφθῆτε κλέπτοντες, μαστιγοῦσθαι. νῦν οὖν μάλα σοι καιρός ἐστιν ἐπιδείξασθαι τὴν παιδείαν, καὶ φυλάξασθαι μὴ ληφθῶμεν κλέπτοντες τοῦ ὄρους,1 ὡς μὴ πληγὰς λάβωμεν.
为了让你们尽可能巧妙地偷窃并努力不被发觉,按照你们的习俗,如果偷窃时被抓获就要受鞭笞。因此,现在正是你展现教养、当心别让我们在偷窃山岭时被擒的大好时机,免得挨揍。”
ἀλλὰ μέντοι, ἔφη ὁ Χειρίσοφος, κἀγὼ ὑμᾶς τοὺς Ἀθηναίους ἀκούω δεινοὺς εἶναι κλέπτειν τὰ δημόσια, καὶ μάλα ὄντος δεινοῦ κινδύνου τῷ κλέπτοντι, καὶ τοὺς κρατίστους μέντοι μάλιστα, εἴπερ ὑμῖν οἱ κράτιστοι ἄρχειν ἀξιοῦνται· ὥστε ὥρα καὶ σοὶ ἐπιδείκνυσθαι τὴν παιδείαν.
“然而,”切伊里索福斯说,“我也听说你们雅典人极擅长盗窃公款,尽管盗窃者冒着极大的危险,而且最优秀的人盗窃得最厉害,如果说在你们那里确实是最优秀者被认为配掌权的话;所以也是你展现教养的时候了。”
ἐγὼ μὲν τοίνυν, ἔφη ὁ Ξενοφῶν, ἕτοιμός εἰμι τοὺς ὀπισθοφύλακας ἔχων, ἐπειδὰν δειπνήσωμεν, ἰέναι καταληψόμενος τὸ ὄρος. ἔχω δὲ καὶ ἡγεμόνας· οἱ γὰρ γυμνῆτες τῶν ἑπομένων ἡμῖν κλωπῶν ἔλαβόν τινας ἐνεδρεύσαντες· τούτων καὶ πυνθάνομαι ὅτι οὐκ ἄβατόν ἐστι τὸ ὄρος, ἀλλὰ νέμεται αἰξὶ καὶ βουσίν· ὥστε ἐάνπερ ἅπαξ λάβωμέν τι τοῦ ὄρους, βατὰ καὶ τοῖς ὑποζυγίοις ἔσται.
色诺芬便说:“那么,我已准备就绪,只要我们用过晚餐,就率领后卫部队前往占领山岭。我也有向导;因为轻装部队设伏抓获了几个尾随我们的盗匪。我也从他们那里得知,这道山岭并非不可通行,而是有山羊和牛在此放牧;因此,我们一旦夺得山岭的某一部分,即便对驮畜而言也是可以通行的。
ἐλπίζω δὲ οὐδὲ τοὺς πολεμίους μενεῖν ἔτι, ἐπειδὰν ἴδωσιν ἡμᾶς ἐν τῷ ὁμοίῳ ἐπὶ τῶν ἄκρων· οὐδὲ γὰρ νῦν ἐθέλουσι καταβαίνειν εἰς τὸ ἴσον ἡμῖν.
而且我指望,一旦敌人看到我们在峰顶与他们处于对等地位,便不会再坚守;因为甚至在目前,他们也不肯下到与我们同等的平地上来。”
ὁ δὲ Χειρίσοφος εἶπε· καὶ τί δεῖ σὲ ἰέναι καὶ λιπεῖν τὴν ὀπισθοφυλακίαν; ἀλλὰ ἄλλους πέμψον, ἂν μή τινες ἐθέλοντες ἀγαθοὶ φαίνωνται.2
切伊里索福斯说:“但何必非要你亲自前去并离开后卫指挥之职呢?还是派遣别人去吧,除非有勇敢之人自愿站出来。”
ἐκ τούτου Ἀριστώνυμος Μεθυδριεὺς ἔρχεται ὁπλίτας ἔχων καὶ Ἀριστέας ὁ Χῖος γυμνῆτας καὶ Νικόμαχος Οἰταῖος γυμνῆτας· καὶ σύνθημα ἐποιήσαντο, ὁπότε ἔχοιεν τὰ ἄκρα, πυρὰ καίειν πολλά.
于是,迈图德里翁人阿里斯托纽摩斯率重装步兵出列,希俄斯人阿里斯忒阿斯率轻装步兵出列,俄塔人尼科马科斯率轻装步兵出列;他们约定了一个暗号,一旦占领峰顶,就点燃许多篝火。
ταῦτα συνθέμενοι ἠρίστων· ἐκ δὲ τοῦ ἀρίστου προήγαγεν ὁ Χειρίσοφος τὸ στράτευμα πᾶν ὡς δέκα σταδίους πρὸς τοὺς πολεμίους, ὅπως ὡς μάλιστα δοκοίη ταύτῃ προσάξειν.3
商定之后他们便进早饭;早饭过后,切伊里索福斯率全军向敌人方向推进了约十斯塔狄翁,以便最逼真地显示将从该处发起进攻。
ἐπειδὴ δὲ ἐδείπνησαν καὶ νὺξ ἐγένετο, οἱ μὲν ταχθέντες ᾤχοντο, καὶ καταλαμβάνουσι τὸ ὄρος, οἱ δὲ ἄλλοι αὐτοῦ ἀνεπαύοντο. οἱ δὲ πολέμιοι ἐπεὶ ᾔσθοντο τὸ ὄρος ἐχόμενον, ἐγρηγόρεσαν καὶ ἔκαιον πυρὰ πολλὰ διὰ νυκτός.
当他们吃过晚饭、夜幕降临之后,受命者出发并占领了山岭,其余的人则在原地休整。敌人察觉到山岭已被占领,便彻夜醒着,整夜点燃着许多火堆。
ἐπειδὴ δὲ ἡμέρα ἐγένετο Χειρίσοφος μὲν θυσάμενος ἦγε κατὰ τὴν ὁδόν, οἱ δὲ τὸ ὄρος καταλαβόντες κατὰ τὰ ἄκρα ἐπῇσαν.
天亮后,切伊里索福斯行祭礼后沿道路进军,而占领山岭的人则沿山脊推进。
τῶν δὲ πολεμίων τὸ μὲν πολὺ ἔμενεν ἐπὶ τῇ ὑπερβολῇ τοῦ ὄρους, μέρος δʼ αὐτῶν ἀπήντα τοῖς κατὰ τὰ ἄκρα. πρὶν δὲ ὁμοῦ εἶναι τοὺς πολλοὺς ἀλλήλοις,4 συμμιγνύασιν οἱ κατὰ τὰ ἄκρα, καὶ νικῶσιν οἱ Ἕλληνες καὶ διώκουσιν.
敌人的主力留在山隘上,但分出一部迎击沿山脊推进的部队。在双方主力接触之前,山脊上的队伍便已交手,希腊人获胜并展开追击。
ἐν τούτῳ δὲ καὶ οἱ ἐκ τοῦ πεδίου οἱ μὲν πελτασταὶ τῶν Ἑλλήνων δρόμῳ ἔθεον πρὸς τοὺς παρατεταγμένους, Χειρίσοφος δὲ βάδην ταχὺ ἐφείπετο σὺν τοῖς ὁπλίταις.
与此同时,平原上的希腊盾兵向列阵的敌人冲锋奔跑,切伊里索福斯率重装步兵快步紧随其后。
οἱ δὲ πολέμιοι οἱ ἐπὶ τῇ ὁδῷ ἐπειδὴ τὸ ἄνω ἑώρων ἡττώμενον, φεύγουσι· καὶ ἀπέθανον μὲν οὐ πολλοὶ αὐτῶν, γέρρα δὲ πάμπολλα ἐλήφθη· ἃ οἱ Ἕλληνες ταῖς μαχαίραις κόπτοντες ἀχρεῖα ἐποίουν.
大道上的敌人一见上方的人溃败,便四散奔逃;他们阵亡的人并不多,但希腊人缴获了大量的柳条盾,并用短剑将它们劈碎使之作废。
ὡς δʼ ἀνέβησαν, θύσαντες καὶ τρόπαιον στησάμενοι κατέβησαν εἰς τὸ πεδίον, καὶ εἰς κώμας πολλῶν καὶ ἀγαθῶν γεμούσας ἦλθον.
希腊人登上山岭后,举行了祭祀,树立了战胜纪念碑,随后下到平原,来到充满许多优良物资的村庄。
- 4.6.15κλέπτοντες τοῦ ὄρους
τοῦ ὄρους 为部分属格,作分词 κλέπτοντες 的宾语(意为“偷取山岭的一部分”)。这里呼应前文关于斯巴达偷窃训练的玩笑,形象地指在暗中抢占山岭的一部分。
- 4.6.19ἂν μή τινες ἐθέλοντες ἀγαθοὶ φαίνωνται
ἐθέλοντες 为修饰条件句主语 τινες ἀγαθοί 的表语性分词,意为“除非有勇敢之人自愿站出来”。切伊里索福斯制止后卫指挥官色诺芬亲自离队脱离职守,敦促他招募别动队的自愿者。
- 4.6.21ὅπως ὡς μάλιστα δοκοίη ταύτῃ προσάξειν
目的从句,因主句为历史时态(προήγαγεν)而将原本的虚拟式转为希求式 δοκοίη。此处为切伊里索福斯作主语的人称构式(“以便使他看起来最像是要从此处进攻”),指通过正面佯动吸引敌人注意,掩护别动队夜间抢占高地。
- 4.6.24πρὶν δὲ ὁμοῦ εἶναι τοὺς πολλοὺς ἀλλήλοις
时间从句结构,因主句为肯定句,故 πρίν 接带宾格主语(τοὺς πολλούς)的不定式(εἶναι),意为“在双方主力接触之前”。这表明山脊上别动队的迅速获胜直接瓦解了主隘口敌军的士气。
