- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.6.1-4.6.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作为向导的村长因遭到凯里索福斯的殴打而夜间逃跑,但希腊军继续行军,并在通往平原的隘口遭遇阻截的敌军。将领们召开军事会议,商讨究竟是立即发起正面进攻,还是趁夜偷袭夺取空虚的山梁。
ἐπεὶ δʼ ἡμέρα ἦν ὀγδόη, τὸν μὲν ἡγεμόνα παραδίδωσι Χειρισόφῳ, τοὺς δὲ οἰκέτας καταλείπει τῷ κωμάρχῳ, πλὴν τοῦ υἱοῦ τοῦ ἄρτι ἡβάσκοντος· τοῦτον δὲ Πλεισθένει Ἀμφιπολίτῃ δίδωσι φυλάττειν, ὅπως εἰ καλῶς ἡγήσοιτο, ἔχων καὶ τοῦτον ἀπίοι. καὶ εἰς τὴν οἰκίαν αὐτοῦ εἰσεφόρησαν ὡς ἐδύναντο πλεῖστα, καὶ ἀναζεύξαντες ἐπορεύοντο.
到了第八天,色诺芬把向导交给了凯里索福斯,而把村长的家眷留还给村长,唯独留下了村长那个刚进入青春期的儿子;色诺芬将这个少年交给安菲波利斯人普莱斯忒涅斯看管,以便如果村长引路得当,也可以带着这个儿子离开。士兵们向村长家中运进了尽可能多的物资,然后拔营出发。
ἡγεῖτο δʼ αὐτοῖς ὁ κώμαρχος λελυμένος διὰ χιόνος· καὶ ἤδη τε ἦν ἐν τῷ τρίτῳ σταθμῷ, καὶ Χειρίσοφος αὐτῷ ἐχαλεπάνθη ὅτι οὐκ εἰς κώμας ἤγαγεν. ὁ δʼ ἔλεγεν ὅτι οὐκ εἶεν ἐν τῷ τόπῳ τούτῳ.
村长未受捆绑,在雪地中为他们引路;已经到了第三天的行程,凯里索福斯却因他没有把队伍引向村庄而对他动怒。村长则辩称该地区并无村落。
ὁ δὲ Χειρίσοφος αὐτὸν ἔπαισεν, ἔδησε δʼ οὔ. ἐκ δὲ τούτου ἐκεῖνος τῆς νυκτὸς ἀποδρὰς ᾤχετο καταλιπὼν τὸν υἱόν. τοῦτό γε δὴ Χειρισόφῳ καὶ Ξενοφῶντι μόνον διάφορον ἐν τῇ πορείᾳ ἐγένετο, ἡ τοῦ ἡγεμόνος κάκωσις καὶ ἀμέλεια. Πλεισθένης δὲ ἠράσθη τοῦ παιδὸς καὶ οἴκαδε κομίσας πιστοτάτῳ ἐχρῆτο.
凯里索福斯动手打了他,却没有将他捆绑。因此,那人在夜间撇下儿子逃跑了。对向导的虐待和疏忽,确实是行军途中在凯里索福斯与色诺芬之间产生的唯一一次不睦。普莱斯忒涅斯却喜爱这个少年,将他带回故乡,视其为最忠诚的人。
μετὰ τοῦτο ἐπορεύθησαν ἑπτὰ σταθμοὺς ἀνὰ πέντε παρασάγγας τῆς ἡμέρας παρὰ τὸν Φᾶσιν ποταμόν, εὖρος πλεθριαῖον.
此后,他们沿着宽一普勒特隆的法西斯河行进了七个驿程,每天五帕拉桑。
ἐντεῦθεν ἐπορεύθησαν σταθμοὺς δύο παρασάγγας δέκα· ἐπὶ δὲ τῇ εἰς τὸ πεδίον ὑπερβολῇ ἀπήντησαν αὐτοῖς Χάλυβες καὶ Τάοχοι καὶ Φασιανοί.
又从那里行进了两个驿程,共十帕拉桑;而在通往平原的山口,哈吕贝斯人、塔奥科伊人和法西亚诺伊人迎面拦截他们。
Χειρίσοφος δʼ ἐπεὶ κατεῖδε τοὺς πολεμίους ἐπὶ τῇ ὑπερβολῇ, ἐπαύσατο πορευόμενος, ἀπέχων εἰς τριάκοντα σταδίους, ἵνα μὴ κατὰ κέρας ἄγων πλησιάσῃ τοῖς πολεμίοις· παρήγγειλε δὲ καὶ τοῖς ἄλλοις παράγειν τοὺς λόχους, ὅπως ἐπὶ φάλαγγος γένοιτο τὸ στράτευμα.
凯里索福斯一望见山口有敌人,便在距离约三十斯塔狄翁处停止前进,以免以纵队前进逼近敌人;他并传令其余各军官向前调动连队,以便全军展开成横队方阵。
ἐπεὶ δὲ ἦλθον οἱ ὀπισθοφύλακες, συνεκάλεσε στρατηγοὺς καὶ λοχαγούς, καὶ ἔλεξεν ὧδε. οἱ μὲν πολέμιοι, ὡς ὁρᾶτε, κατέχουσι τὰς ὑπερβολὰς τοῦ ὄρους· ὥρα δὲ βουλεύεσθαι ὅπως ὡς κάλλιστα ἀγωνιούμεθα.
当后卫赶到时,他召集了将军和连长们,说道:‘正如诸位所见,敌人占据着山上的关隘;现在是商议我们如何以最佳方式应战的时候了。
ἐμοὶ μὲν οὖν δοκεῖ παραγγεῖλαι μὲν ἀριστοποιεῖσθαι τοῖς στρατιώταις, ἡμᾶς δὲ βουλεύεσθαι εἴτε τήμερον εἴτε αὔριον δοκεῖ ὑπερβάλλειν τὸ ὄρος.
依我之见,应当传令士兵吃早饭,而由我们商议究竟是今天还是明天翻越山岭。’
ἐμοὶ δέ γε, ἔφη ὁ Κλεάνωρ, δοκεῖ, ἐπὰν τάχιστα ἀριστήσωμεν, ἐξοπλισαμένους ὡς κράτιστα ἰέναι ἐπὶ τοὺς ἄνδρας. εἰ γὰρ διατρίψομεν τὴν τήμερον ἡμέραν, οἵ τε νῦν ἡμᾶς ὁρῶντες πολέμιοι θαρραλεώτεροι ἔσονται καὶ ἄλλους εἰκὸς τούτων θαρρούντων πλείους προσγενέσθαι.
克勒阿诺尔接着说:‘依我之见,一旦吃完早饭,就应尽可能全副武装直扑敌阵。因为如果我们虚度今日,不仅如今看着我们的敌人会更加大胆,而且随着他们胆量大增,很可能会有更多的人前来增援。’
μετὰ τοῦτον Ξενοφῶν εἶπεν· ἐγὼ δʼ οὕτω γιγνώσκω. εἰ μὲν ἀνάγκη ἐστὶ μάχεσθαι, τοῦτο δεῖ παρασκευάσασθαι, ὅπως ὡς κράτιστα μαχούμεθα· εἰ δὲ βουλόμεθα ὡς ῥᾷστα ὑπερβάλλειν, τοῦτό μοι δοκεῖ σκεπτέον εἶναι, ὅπως ὡς ἐλάχιστα μὲν τραύματα λάβωμεν, ὡς ἐλάχιστα δὲ σώματα ἀνδρῶν ἀποβάλωμεν.
在他之后色诺芬说:‘我的看法是这样:如果必须战斗,我们就必须做好充分准备,以最强有力的方式作战;但如果我们希望尽可能轻松地翻过山去,依我看就应当考虑如何受最少的伤,并尽可能少损失兵士的性命。
τὸ μὲν οὖν ὄρος ἐστὶ τὸ ὁρώμενον πλέον ἢ ἐφʼ ἑξήκοντα στάδια, ἄνδρες δʼ οὐδαμοῦ φυλάττοντες ἡμᾶς φανεροί εἰσιν ἀλλʼ ἢ1 κατʼ αὐτὴν τὴν ὁδόν· πολὺ οὖν κρεῖττον τοῦ ἐρήμου ὄρους καὶ κλέψαι τι πειρᾶσθαι λαθόντας καὶ ἁρπάσαι φθάσαντας, εἰ δυναίμεθα, μᾶλλον ἢ πρὸς ἰσχυρὰ χωρία καὶ ἀνθρώπους παρεσκευασμένους μάχεσθαι.
眼前所能见到的山岭延绵六十多斯塔狄翁,除道路本身之外,别处根本看不见防备我们的敌人。因此,设法在无人的山上暗中袭取一处,并在可能的情况下抢先占领,远胜于去冲击坚固的阵地和早有防备的敌人。
πολὺ γὰρ ῥᾷον ὄρθιον ἀμαχεὶ ἰέναι ἢ ὁμαλὲς ἔνθεν καὶ ἔνθεν πολεμίων ὄντων, καὶ νύκτωρ ἀμαχεὶ μᾶλλον ἂν τὰ πρὸ ποδῶν ὁρῴη τις ἢ μεθʼ ἡμέραν μαχόμενος, καὶ ἡ τραχεῖα τοῖς ποσὶν ἀμαχεὶ ἰοῦσιν εὐμενεστέρα ἢ ἡ ὁμαλὴ τὰς κεφαλὰς βαλλομένοις.
因为在没有交战的情况下沿陡坡攀登,远比在两侧皆有敌人的平地上行进容易;夜间不打仗时看清脚下的路,也比白天一边打仗一边看路容易得多;对于不打仗步行的双足而言,崎岖的山路远比头上遭受飞石击打的平坦大道温和。
καὶ κλέψαι δʼ οὐκ ἀδύνατόν μοι δοκεῖ εἶναι, ἐξὸν2 μὲν νυκτὸς ἰέναι, ὡς μὴ ὁρᾶσθαι, ἐξὸν δʼ ἀπελθεῖν τοσοῦτον ὡς μὴ αἴσθησιν παρέχειν. δοκοῦμεν δʼ ἄν μοι ταύτῃ προσποιούμενοι προσβάλλειν ἐρημοτέρῳ ἂν τῷ ὄρει χρῆσθαι·3 μένοιεν γὰρ ἂν αὐτοῦ μᾶλλον ἁθρόοι οἱ πολέμιοι.
况且我认为偷袭并非不可能,因为既然可以在夜间行动以免被看见,也可以迂回到足够远的地方以免被察觉。在我看来,如果我们假装在此处进攻,就能利用更为空虚的山岭;因为敌人将更倾向于集结在此处。’
- 4.6.11ἀλλʼ ἢ
紧接在否定副词 οὐδαμοῦ 之后,ἀλλʼ ἢ 是源自 ἄλλο ἤ 的固定搭配,用作表示排除的连词短语,意为“除……之外”。
- 4.6.13ἐξὸν
非人称动词 ἔξεστι(可能、可以)的中性单数现在分词构成的宾格绝对独立结构,在句中充当状语,表示原因或前提(“既然可以……”)。
- 4.6.13δοκοῦμεν δʼ ἄν μοι ... ἂν τῷ ὄρει χρῆσθαι
此处使用了人称结构(δοκοῦμεν)替代非人称句式(δοκεῖ μοι ἡμᾶς...),且小词 ἄν 在主导动词与不定式(χρῆσθαι)处重复出现,强化了推测与潜在的语气(“依我看,我们将能够利用……”)。
