- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.5.25-4.5.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军队在亚美尼亚的地下村落中休整并享用大麦酒与丰富给养,色诺芬安抚并优待当地村长以换取协助,巡视了各宿营部队,并获悉了雪地行马的防护方法。
αἱ δʼ οἰκίαι ἦσαν κατάγειοι, τὸ μὲν στόμα ὥσπερ φρέατος, κάτω δʼ εὐρεῖαι·1 αἱ δὲ εἴσοδοι τοῖς μὲν ὑποζυγίοις ὀρυκταί, οἱ δὲ ἄνθρωποι κατέβαινον ἐπὶ κλίμακος. ἐν δὲ ταῖς οἰκίαις ἦσαν αἶγες, οἶες, βόες, ὄρνιθες, καὶ τὰ ἔκγονα τούτων· τὰ δὲ κτήνη πάντα χιλῷ ἔνδον ἐτρέφοντο.
那些房屋是建在地下的,入口如水井一般,下面却很宽敞;牲畜的入口是挖出来的通道,人则顺着梯子下去。房屋里有山羊、绵羊、牛、禽类以及它们的幼崽;所有牲畜都在屋内用干草喂养。
ἦσαν δὲ καὶ πυροὶ καὶ κριθαὶ καὶ ὄσπρια καὶ οἶνος κρίθινος ἐν κρατῆρσιν. ἐνῆσαν δὲ καὶ αὐταὶ αἱ κριθαὶ ἰσοχειλεῖς, καὶ κάλαμοι ἐνέκειντο, οἱ μὲν μείζους οἱ δὲ ἐλάττους, γόνατα οὐκ ἔχοντες· τούτους ἔδει ὁπότε τις διψῴη λαβόντα εἰς τὸ στόμα μύζειν.2 καὶ πάνυ ἄκρατος ἦν, εἰ μή τις ὕδωρ ἐπιχέοι· καὶ πάνυ ἡδὺ συμμαθόντι3 τὸ πῶμα ἦν.
屋内还有小麦、大麦、豆类以及盛在缸里的大麦酒。酒的表面一直平到缸沿都漂浮着大麦粒,里面插着苇秆,长短不一,且没有竹节;每逢有人口渴,就必须把苇秆含在嘴里吮吸。除非兑水,否则这酒极浓烈;对于喝惯了的人来说,这是非常甘美适口的饮品。
ὁ δὲ Ξενοφῶν τὸν ἄρχοντα τῆς κώμης ταύτης σύνδειπνον ἐποιήσατο καὶ θαρρεῖν αὐτὸν ἐκέλευε λέγων ὅτι οὔτε τῶν τέκνων στερήσοιτο τήν τε οἰκίαν αὐτοῦ ἀντεμπλήσαντες τῶν ἐπιτηδείων ἀπίασιν,4 ἢν ἀγαθόν τι τῷ στρατεύματι ἐξηγησάμενος φαίνηται ἔστʼ ἂν ἐν ἄλλῳ ἔθνει γένωνται.
色诺芬请该村的村长与自己共进晚餐,并安慰他放宽心,说绝不会剥夺他的子女,在离开前还会用生活物资填满他的房屋以作回报,只要他在军队抵达另一部族前表现出对军队有所指引。
ὁ δὲ ταῦτα ὑπισχνεῖτο, καὶ φιλοφρονούμενος οἶνον ἔφρασεν ἔνθα ἦν κατορωρυγμένος. ταύτην μὲν τὴν νύκτα διασκηνήσαντες οὕτως ἐκοιμήθησαν ἐν πᾶσιν ἀφθόνοις πάντες οἱ στρατιῶται, ἐν φυλακῇ ἔχοντες τὸν κώμαρχον καὶ τὰ τέκνα αὐτοῦ ὁμοῦ ἐν ὀφθαλμοῖς.
村长答应了这些,并出于友善指出了藏酒埋在何处。这一夜,所有士兵都这样分散宿营,在极其富足的给养中安寝,同时将村长及其子女看守在众人眼前。
τῇ δʼ ἐπιούσῃ ἡμέρᾳ Ξενοφῶν λαβὼν τὸν κώμαρχον πρὸς Χειρίσοφον ἐπορεύετο· ὅπου δὲ παρίοι κώμην, ἐτρέπετο πρὸς τοὺς ἐν ταῖς κώμαις καὶ κατελάμβανε πανταχοῦ εὐωχουμένους καὶ εὐθυμουμένους, καὶ οὐδαμόθεν ἀφίεσαν πρὶν παραθεῖναι αὐτοῖς ἄριστον· οὐκ ἦν δʼ ὅπου οὐ παρετίθεσαν ἐπὶ τὴν αὐτὴν τράπεζαν κρέα ἄρνεια, ἐρίφεια, χοίρεια, μόσχεια, ὀρνίθεια, σὺν πολλοῖς ἄρτοις τοῖς μὲν πυρίνοις τοῖς δὲ κριθίνοις.
次日,色诺芬带着村长走向凯里索福斯;每经过一个村庄,他便顺道探访村里的士兵,发现各处都在宴饮作乐,人们从哪一处也不放他们走,直到摆上午餐招待他们;没有哪一处不在同一张餐桌上摆上羔羊肉、山羊肉、猪肉、牛肉、禽肉,还伴有许多面包,有小麦制的,也有大麦制的。
ὁπότε δέ τις φιλοφρονούμενός τῳ βούλοιτο προπιεῖν, εἷλκεν ἐπὶ τὸν κρατῆρα, ἔνθεν ἐπικύψαντα ἔδει ῥοφοῦντα πίνειν ὥσπερ βοῦν. καὶ τῷ κωμάρχῳ ἐδίδοσαν λαμβάνειν ὅ τι βούλοιτο. ὁ δὲ ἄλλο μὲν οὐδὲν ἐδέχετο, ὅπου δέ τινα τῶν συγγενῶν ἴδοι, πρὸς ἑαυτὸν ἀεὶ ἐλάμβανεν.
每逢有人想向谁表达敬意劝酒,便把对方拉到大缸前,人必须从那里俯下身去,像牛饮一样大口啜饮。士兵们还让村长随意取走想要的东西;但他别的一概不收,只要看见自己的亲属,就总是带到自己身边。
ἐπεὶ δʼ ἦλθον πρὸς Χειρίσοφον, κατελάμβανον κἀκείνους σκηνοῦντας ἐστεφανωμένους τοῦ ξηροῦ χιλοῦ στεφάνοις, καὶ διακονοῦντας Ἀρμενίους παῖδας σὺν ταῖς βαρβαρικαῖς στολαῖς· τοῖς παισὶν ἐδείκνυσαν ὥσπερ ἐνεοῖς ὅ τι δέοι ποιεῖν.
当他们来到凯里索福斯那里时,发现那里的士兵也在营房里聚宴,头上戴着干草编成的花冠,身穿蛮族服饰的亚美尼亚少年在一旁伺候;士兵们向少年打着手势指示他们该做什么,就像对待哑巴一样。
ἐπεὶ δʼ ἀλλήλους ἐφιλοφρονήσαντο Χειρίσοφος καὶ Ξενοφῶν, κοινῇ δὴ ἀνηρώτων τὸν κώμαρχον διὰ τοῦ περσίζοντος ἑρμηνέως τίς εἴη ἡ χώρα. ὁ δʼ ἔλεγεν ὅτι Ἀρμενία. καὶ πάλιν ἠρώτων τίνι οἱ ἵπποι τρέφονται. ὁ δʼ ἔλεγεν ὅτι βασιλεῖ δασμός· τὴν δὲ πλησίον χώραν ἔφη εἶναι Χάλυβας, καὶ τὴν ὁδὸν ἔφραζεν ᾗ εἴη.
凯里索福斯和色诺芬互相寒暄之后,便通过讲波斯语的翻译共同询问村长这里是什么地方。村长回答说是亚美尼亚。他们又问这些马是为谁饲养的。村长回答说是给国王的贡品;他又说邻近的地区是哈吕贝斯人的土地,并指明了道路的走向。
καὶ αὐτὸν τότε μὲν ᾤχετο ἄγων ὁ Ξενοφῶν πρὸς τοὺς ἑαυτοῦ οἰκέτας, καὶ ἵππον ὃν εἰλήφει παλαίτερον δίδωσι τῷ κωμάρχῳ ἀναθρέψαντι καταθῦσαι,5 ὅτι ἤκουεν αὐτὸν ἱερὸν εἶναι τοῦ Ἡλίου, δεδιὼς μὴ ἀποθάνῃ· ἐκεκάκωτο γὰρ ὑπὸ τῆς πορείας· αὐτὸς δὲ τῶν πώλων λαμβάνει, καὶ τῶν ἄλλων στρατηγῶν καὶ λοχαγῶν ἔδωκεν ἑκάστῳ πῶλον.
当时色诺芬便把村长带回他自己的家人那里,把自己俘获的一匹较老的马送给村长,让他喂肥后献祭,因为色诺芬听说这马是献给太阳神的,担心它会死掉,因为它已被行军折磨得疲惫不堪。色诺芬自己留下了几匹幼马,并给其他每位将军和连长各分了一匹。
ἦσαν δʼ οἱ ταύτῃ ἵπποι μείονες μὲν τῶν Περσικῶν, θυμοειδέστεροι δὲ πολύ. ἐνταῦθα δὴ καὶ διδάσκει ὁ κώμαρχος περὶ τοὺς πόδας τῶν ἵππων καὶ τῶν ὑποζυγίων σακία περιειλεῖν, ὅταν διὰ τῆς χιόνος ἄγωσιν· ἄνευ γὰρ τῶν σακίων κατεδύοντο μέχρι τῆς γαστρός.
此地的马虽比波斯马略小,却远为刚烈剽悍。这时村长还教他们在雪地里牵马和牲畜行进时,将小袋子裹在它们的蹄脚上;因为若不裹上袋子,牲畜就会深陷雪中直至腹部。
- 4.5.25τὸ μὲν στόμα ὥσπερ φρέατος, κάτω δʼ εὐρεῖαι
τὸ στόμα 是主格,在此作为主语 αἱ οἰκίαι 的部分同位语(partitive apposition)。全句结构表示房屋整体建于地下,而其开口处(局部)则如同水井。
- 4.5.27τούτους ἔδει ὁπότε τις διψῴη λαβόντα εἰς τὸ στόμα μύζειν
非人称动词 ἔδει 所辖不定式 μύζειν 的逻辑主语通过宾格分词 λαβόντα 体现。此处省略了表示泛指某人的宾格代词 τινά,分词 λαβόντα 与之保持一致,呼应了从句中的泛指主语 τις。
- 4.5.27συμμαθόντι
动词 συνμανθάνω 的与格分词,用作名词化的关系与格(dative of reference),修饰谓语形容词 ἡδύ,意为“对习惯了(这种酒)的人而言”。
- 4.5.28οὔτε τῶν τέκνων στερήσοιτο τήν τε οἰκίαν αὐτοῦ ἀντεμπλήσαντες τῶν ἐπιτηδείων ἀπίασιν
间接引语中的语气交替:前半句在从属过去时引述动词下使用将来希求式 στερήσοιτο(直接引语中直陈式将来时的转化),而后半句则保留了表将来意义的直陈式现在时 ἀπίασιν,突出了希腊军承诺的确定性与生动性。
- 4.5.35ἀναθρέψαντι καταθῦσαι
不定式 καταθῦσαι 是表示目的的不定式,依附于 δίδωσι τῷ κωμάρχῳ(“送给村长去献祭”)。与格过去时分词 ἀναθρέψαντι 与 τῷ κωμάρχῳ 保持一致,表示在献祭前先将其饲养肥育的时间先后关系。
