- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.5.13-4.5.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在士兵因冻伤和雪盲而不断落伍之际,色诺芬率后卫吓退了尾随的敌军,与前方主力部队会合,并决定将各部部分散到各个村庄宿营。
ἦν δὲ τοῖς μὲν ὀφθαλμοῖς ἐπικούρημα τῆς χιόνος1 εἴ τις μέλαν τι ἔχων πρὸ τῶν ὀφθαλμῶν ἐπορεύετο, τῶν δὲ ποδῶν εἴ τις κινοῖτο καὶ μηδέποτε ἡσυχίαν ἔχοι καὶ εἰς τὴν νύκτα ὑπολύοιτο·
至于眼睛,防雪的办法是行军时在眼前举着某种黑色的东西;至于脚,办法是不停走动,绝不静止,并在夜间脱下鞋子。
ὅσοι δὲ ὑποδεδεμένοι ἐκοιμῶντο, εἰσεδύοντο εἰς τοὺς πόδας οἱ ἱμάντες καὶ τὰ ὑποδήματα περιεπήγνυντο· καὶ γὰρ ἦσαν, ἐπειδὴ ἐπέλιπε τὰ ἀρχαῖα ὑποδήματα, καρβάτιναι πεποιημέναι ἐκ τῶν νεοδάρτων βοῶν.
凡是穿着鞋睡觉的人,皮带便勒进脚里,鞋子也冻结在脚周围;因为原来的鞋子穿破了,他们穿着从新剥下的牛皮制成的简陋皮鞋。
διὰ τὰς τοιαύτας οὖν ἀνάγκας ὑπελείποντό τινες τῶν στρατιωτῶν· καὶ ἰδόντες μέλαν τι χωρίον διὰ τὸ ἐκλελοιπέναι αὐτόθι τὴν χιόνα εἴκαζον τετηκέναι· καὶ ἐτετήκει διὰ κρήνην τινὰ ἣ πλησίον ἦν ἀτμίζουσα ἐν νάπῃ. ἐνταῦθʼ ἐκτραπόμενοι ἐκάθηντο καὶ οὐκ ἔφασαν πορεύεσθαι.
由于这些无可奈何的困苦,一部分士兵落伍了;他们看见一片黑色的地面,因为那里的雪已经没了,便推测是雪融化了;雪确实融化了,是因为附近山谷里有一眼冒着热气的泉水。他们便拐向那里坐了下来,声称不前进了。
ὁ δὲ Ξενοφῶν ἔχων ὀπισθοφύλακας ὡς ᾔσθετο, ἐδεῖτο αὐτῶν πάσῃ τέχνῃ καὶ μηχανῇ μὴ ἀπολείπεσθαι, λέγων ὅτι ἕπονται πολλοὶ πολέμιοι συνειλεγμένοι, καὶ τελευτῶν ἐχαλέπαινεν. οἱ δὲ σφάττειν ἐκέλευον· οὐ γὰρ ἂν δύνασθαι πορευθῆναι.2
统领后卫的色诺芬察觉后,千方百计恳求他们不要掉队,告诉他们有大批敌军集结在后尾随,最后甚至动了怒。但他们却叫色诺芬杀了他们,因为他们无论如何也走不动了。
ἐνταῦθα ἔδοξε κράτιστον εἶναι τοὺς ἑπομένους πολεμίους φοβῆσαι, εἴ τις δύναιτο, μὴ ἐπίοιεν τοῖς κάμνουσι. καὶ ἦν μὲν σκότος ἤδη, οἱ δὲ προσῇσαν πολλῷ θορύβῳ ἀμφὶ ὧν εἶχον διαφερόμενοι.3
这时,看来最好的办法是尽可能吓唬尾随的敌军,使他们不至于扑向虚弱的士兵。天色已经全黑,敌军正为分赃而吵嚷喧嚣地逼近。
ἔνθα δὴ οἱ ὀπισθοφύλακες, ἅτε ὑγιαίνοντες, ἐξαναστάντες ἔδραμον εἰς τοὺς πολεμίους· οἱ δὲ κάμνοντες ἀνακραγόντες ὅσον ἐδύναντο μέγιστον τὰς ἀσπίδας πρὸς τὰ δόρατα ἔκρουσαν. οἱ δὲ πολέμιοι δείσαντες ἧκαν ἑαυτοὺς κατὰ τῆς χιόνος εἰς τὴν νάπην, καὶ οὐδεὶς ἔτι οὐδαμοῦ ἐφθέγξατο.
于是后卫士兵由于身体尚且完好,便一跃而起冲向敌军;而那些患病的士兵也竭尽全力大声呼喊,把盾牌往矛上敲击。敌军吓得纷纷顺着积雪跳进山谷,四周再也没有人发出任何声响。
καὶ Ξενοφῶν μὲν καὶ οἱ σὺν αὐτῷ εἰπόντες τοῖς ἀσθενοῦσιν ὅτι τῇ ὑστεραίᾳ ἥξουσί τινες ἐπʼ αὐτούς, πορευόμενοι πρὶν τέτταρα στάδια διελθεῖν ἐντυγχάνουσιν ἐν τῇ ὁδῷ ἀναπαυομένοις ἐπὶ τῆς χιόνος τοῖς στρατιώταις ἐγκεκαλυμμένοις, καὶ οὐδὲ φυλακὴ οὐδεμία καθειστήκει· καὶ ἀνίστασαν αὐτούς. οἱ δʼ ἔλεγον ὅτι οἱ ἔμπροσθεν οὐχ ὑποχωροῖεν.
色诺芬及其部下对病弱者说次日会有人来接他们,随后继续前进;但还未走完四斯塔德,就碰见一些士兵裹着身子在路上的雪地里歇息,而且连一个哨兵也没有安置;他们便把这些人叫起来。但这些人说,前面的人没有向前推进。
ὁ δὲ παριὼν καὶ παραπέμπων τῶν πελταστῶν τοὺς ἰσχυροτάτους ἐκέλευε σκέψασθαι τί εἴη τὸ κωλῦον. οἱ δὲ ἀπήγγελλον ὅτι ὅλον οὕτως ἀναπαύοιτο τὸ στράτευμα.
色诺芬走过去,派轻盾兵中最强壮的人上前,命他们查明阻碍前行的是什么。他们回报说,整支军队都是这样在歇息。
ἐνταῦθα καὶ οἱ περὶ Ξενοφῶντα ηὐλίσθησαν αὐτοῦ ἄνευ πυρὸς καὶ ἄδειπνοι, φυλακὰς οἵας ἐδύναντο καταστησάμενοι. ἐπεὶ δὲ πρὸς ἡμέραν ἦν, ὁ μὲν Ξενοφῶν πέμψας πρὸς τοὺς ἀσθενοῦντας τοὺς νεωτάτους ἀναστήσαντας ἐκέλευεν ἀναγκάζειν προϊέναι.
于是色诺芬及其部下也在那里露宿,没有火也没有晚餐,只设立了力所能及的哨戒。天快破晓时,色诺芬派最年轻的士兵前往病弱者处,命他们扶起病弱者并强行催促前进。
ἐν δὲ τούτῳ Χειρίσοφος πέμπει τῶν ἐκ τῆς κώμης σκεψομένους πῶς ἔχοιεν οἱ τελευταῖοι. οἱ δὲ ἄσμενοι ἰδόντες τοὺς μὲν ἀσθενοῦντας τούτοις παρέδοσαν κομίζειν ἐπὶ τὸ στρατόπεδον, αὐτοὶ δὲ ἐπορεύοντο, καὶ πρὶν εἴκοσι στάδια διεληλυθέναι ἦσαν πρὸς τῇ κώμῃ ἔνθα Χειρίσοφος ηὐλίζετο.
在此期间,凯里索福斯从村里派人前来查看队尾的情况。后卫士兵欣然见到他们,便将病弱者交给他们抬回营地,自己则继续行军,还没走过二十斯塔德,就到达了凯里索福斯宿营的村庄。
ἐπεὶ δὲ συνεγένοντο ἀλλήλοις, ἔδοξε κατὰ τὰς κώμας ἀσφαλὲς εἶναι τὰς τάξεις σκηνοῦν. καὶ Χειρίσοφος μὲν αὐτοῦ ἔμενεν, οἱ δὲ ἄλλοι διαλαχόντες ἃς ἑώρων κώμας ἐπορεύοντο ἕκαστοι τοὺς ἑαυτῶν ἔχοντες.
会合之后,众人认为将各连队分散到各村庄宿营是安全的。凯里索福斯留在了原地,其他人则抽签分配目力所及的村庄,各自带着自己的部队前往。
ἔνθα δὴ Πολυκράτης Ἀθηναῖος λοχαγὸς ἐκέλευσεν ἀφιέναι ἑαυτόν· καὶ λαβὼν τοὺς εὐζώνους, θέων ἐπὶ τὴν κώμην ἣν εἰλήχει Ξενοφῶν καταλαμβάνει πάντας ἔνδον τοὺς κωμήτας καὶ τὸν κώμαρχον, καὶ πώλους εἰς δασμὸν βασιλεῖ τρεφομένους ἑπτακαίδεκα, καὶ τὴν θυγατέρα τοῦ κωμάρχου ἐνάτην ἡμέραν γεγαμημένην·4 ὁ δʼ ἀνὴρ αὐτῆς λαγῶς ᾤχετο θηράσων καὶ οὐχ ἥλω ἐν τῇ κώμῃ.
这时,雅典人连长波吕克拉特斯请求派他前往;他带领精干士兵,奔向色诺芬抽签分得的村庄,将村里的村民和村长全部俘获,还捕获了十七匹作为贡品为国王饲养的幼马,以及村长出嫁刚九天的女儿;而她的丈夫出外捕野兔去了,并未在村里被俘。
- 4.5.13ἐπικούρημα τῆς χιόνος
τῆς χιόνος 是宾格性属格,依附于名词 ἐπικούρημα,表示所防范的危害来源(“抵御积雪伤害的防范手段”)。
- 4.5.16οὐ γὰρ ἂν δύνασθαι πορευθῆναι
间接引语中带有 ἄν 的不定式结构,转述了直接引语中的潜在希求语气(οὐκ ἂν δυναίμεθα,“因为我们绝不可能走得动了”)。
- 4.5.17ἀμφὶ ὧν εἶχον διαφερόμενοι
关系代词的引诱同化现象(attraction)。底层结构为 ἀμφὶ τούτων ἃ εἶχον,先行词 τούτων 被省略,关系代词 ἃ 受其影响同化为属格 ὧν(“为争夺所掠之物而争吵”)。
- 4.5.24ἐνάτην ἡμέραν γεγαμημένην
ἐνάτην ἡμέραν 是表示时间跨度或过去历时的时间副词性宾格(“已出嫁九天”)。
