← 色诺芬

长征记

§4.5.1-4.5.12

暴风雪中的行军与极寒下的溃乱

希腊军越过伏击点并渡过幼发拉底河,但遭遇暴风雪和极寒,造成大量人员冻死和饥饿虚脱。先头的凯里索福斯进驻一处村庄,而落伍者则饱受雪盲和冻伤之苦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.1

τῇ δʼ ὑστεραίᾳ ἐδόκει πορευτέον εἶναι ὅπῃ δύναιντο τάχιστα πρὶν ἢ συλλεγῆναι τὸ στράτευμα πάλιν καὶ καταλαβεῖν τὰ στενά. συσκευασάμενοι δʼ εὐθὺς ἐπορεύοντο διὰ χιόνος πολλῆς ἡγεμόνας ἔχοντες πολλούς· καὶ αὐθημερὸν ὑπερβαλόντες τὸ ἄκρον ἐφʼ ᾧ ἔμελλεν ἐπιτίθεσθαι Τιρίβαζος κατεστρατοπεδεύσαντο.

次日,决定在敌军重新集结并占领隘路之前,尽可能快地进军。他们随即收拾行装,在许多向导的引领下穿过厚厚的积雪进军。就在当天,他们越过了蒂里巴佐斯原本企图发起进攻的山脊,并在那里扎营。

§4.5.2

ἐντεῦθεν δʼ ἐπορεύθησαν σταθμοὺς ἐρήμους τρεῖς παρασάγγας πεντεκαίδεκα ἐπὶ τὸν Εὐφράτην ποταμόν, καὶ διέβαινον αὐτὸν βρεχόμενοι πρὸς τὸν ὀμφαλόν.

从那里出发,他们穿越荒原行军三个驿站,十五帕拉桑,抵达幼发拉底河,水没至脐处渡过了河。

§4.5.3

ἐλέγοντο δʼ οὐδὲ πηγαὶ πρόσω εἶναι.1 ἐντεῦθεν ἐπορεύοντο διὰ χιόνος πολλῆς καὶ πεδίου σταθμοὺς τρεῖς παρασάγγας πεντεκαίδεκα. ὁ δὲ τρίτος ἐγένετο χαλεπὸς καὶ ἄνεμος βορρᾶς ἐναντίος ἔπνει παντάπασιν ἀποκαίων πάντα καὶ πηγνὺς τοὺς ἀνθρώπους.2

据说其源头也离此不远。从那里出发,他们穿过厚雪与平原行军三个驿站,十五帕拉桑。第三个驿站变得极其艰难,迎面吹来的北风肆虐,如烈火般灼烧万物,冻僵了士兵们。

§4.5.4

ἔνθα δὴ τῶν μάντεών τις εἶπε σφαγιάσασθαι τῷ ἀνέμῳ, καὶ σφαγιάζεται· καὶ πᾶσι δὴ περιφανῶς ἔδοξεν λῆξαι τὸ χαλεπὸν τοῦ πνεύματος. ἦν δὲ τῆς χιόνος τὸ βάθος ὀργυιά· ὥστε καὶ τῶν ὑποζυγίων καὶ τῶν ἀνδραπόδων πολλὰ ἀπώλετο καὶ τῶν στρατιωτῶν ὡς τριάκοντα.

这时,占卜官中有人提议向风献祭,祭礼便举行了;在所有人看来,风的猛烈势头显然平息了。积雪深达一英寻(约一点八米);以致许多驮畜和奴隶,以及大约三十名士兵都丧了命。

§4.5.5

διεγένοντο δὲ τὴν νύκτα πῦρ καίοντες· ξύλα δʼ ἦν ἐν τῷ σταθμῷ πολλά· οἱ δὲ ὀψὲ προσιόντες ξύλα οὐκ εἶχον. οἱ οὖν πάλαι ἥκοντες καὶ τὸ πῦρ καίοντες οὐ προσίεσαν3 πρὸς τὸ πῦρ τοὺς ὀψίζοντας, εἰ μὴ μεταδοῖεν αὐτοῖς πυροὺς ἢ ἄλλο εἴ τι ἔχοιεν βρωτόν.

他们靠生火度过了这一夜;驿站里有许多木柴,但来得晚的人却没有木柴。因此,那些早已抵达并烤着火的人不让迟到者靠近火堆,除非他们把小麦或任何其他可吃的东西分给他们。

§4.5.6

ἔνθα δὴ μετεδίδοσαν ἀλλήλοις ὧν εἶχον ἕκαστοι. ἔνθα δὲ τὸ πῦρ ἐκαίετο, διατηκομένης τῆς χιόνος βόθροι ἐγένοντο μεγάλοι ἔστε ἐπὶ τὸ δάπεδον· οὗ δὴ παρῆν μετρεῖν τὸ βάθος τῆς χιόνος.

于是,众人便彼此分享各自拥有的东西。在生火的地方,积雪消融直到地面,形成了巨大的深坑;在那些地方便可以测量积雪的深浅。

§4.5.7

ἐντεῦθεν δὲ τὴν ἐπιοῦσαν ἡμέραν ὅλην ἐπορεύοντο διὰ χιόνος, καὶ πολλοὶ τῶν ἀνθρώπων ἐβουλιμίασαν.4 Ξενοφῶν δʼ ὀπισθοφυλακῶν καὶ καταλαμβάνων τοὺς πίπτοντας τῶν ἀνθρώπων ἠγνόει ὅ τι τὸ πάθος εἴη.

从那里出发,他们在次日整天都在雪中行军,许多士兵患上了严重的饥饿虚脱症。色诺芬统领后卫,发现那些倒地的士兵,起初并不知道这是一种什么病症。

§4.5.8

ἐπειδὴ δὲ εἶπέ τις αὐτῷ τῶν ἐμπείρων ὅτι σαφῶς βουλιμιῶσι κἄν τι φάγωσιν ἀναστήσονται, περιιὼν περὶ τὰ ὑποζύγια, εἴ πού τι ὁρῴη βρωτόν, διεδίδου καὶ διέπεμπε διδόντας τοὺς δυναμένους περιτρέχειν τοῖς βουλιμιῶσιν.

直到有经验的人中有人告诉他,他们显然是患了饥饿虚脱,只要吃点东西就能站起来,他便在驮畜周围走动,只要在何处看见能吃的东西,便分发出去,并派跑得动的人去送给那些患虚脱症的人。

§4.5.9

ἐπειδὴ δέ τι ἐμφάγοιεν, ἀνίσταντο καὶ ἐπορεύοντο. πορευομένων δὲ Χειρίσοφος μὲν ἀμφὶ κνέφας πρὸς κώμην ἀφικνεῖται, καὶ ὑδροφορούσας ἐκ τῆς κώμης πρὸς τῇ κρήνῃ γυναῖκας καὶ κόρας καταλαμβάνει ἔμπροσθεν τοῦ ἐρύματος.

他们一吃下东西,就爬起来继续行军。行军途中,凯里索福斯在黄昏时分抵达了一座村庄,并在壁垒前的泉水边遇到了从村里出来汲水的妇女和姑娘们。

§4.5.10

αὗται ἠρώτων αὐτοὺς τίνες εἶεν. ὁ δʼ ἑρμηνεὺς εἶπε περσιστὶ ὅτι παρὰ βασιλέως πορεύονται πρὸς τὸν σατράπην. αἱ δὲ ἀπεκρίναντο ὅτι οὐκ ἐνταῦθα εἴη, ἀλλʼ ἀπέχει ὅσον παρασάγγην. οἱ δʼ, ἐπεὶ ὀψὲ ἦν, πρὸς τὸν κώμαρχον συνεισέρχονται εἰς τὸ ἔρυμα σὺν ταῖς ὑδροφόροις.

她们询问他们是什么人。通译用波斯语回答说,他们正从国王那里前往总督处。她们回答说总督不在这里,而是在相距约一帕拉桑之处。天色已晚,他们便跟随汲水的女子们一同进入壁垒,前往村长处。

§4.5.11

Χειρίσοφος μὲν οὖν καὶ ὅσοι ἐδυνήθησαν τοῦ στρατεύματος ἐνταῦθα ἐστρατοπεδεύσαντο, τῶν δʼ ἄλλων στρατιωτῶν οἱ μὴ δυνάμενοι διατελέσαι τὴν ὁδὸν ἐνυκτέρευσαν ἄσιτοι καὶ ἄνευ πυρός· καὶ ἐνταῦθά τινες ἀπώλοντο τῶν στρατιωτῶν.

于是,凯里索福斯以及军队中走得动的人都在那里扎下了营;而其他士兵中那些无法走完全程的人,在没有食物也没有火堆的情况下露宿过夜;在那里也死了一些士兵。

§4.5.12

ἐφείποντο δὲ τῶν πολεμίων συνειλεγμένοι τινὲς καὶ τὰ μὴ δυνάμενα τῶν ὑποζυγίων ἥρπαζον καὶ ἀλλήλοις ἐμάχοντο περὶ αὐτῶν. ἐλείποντο δὲ τῶν στρατιωτῶν οἵ τε διεφθαρμένοι ὑπὸ τῆς χιόνος τοὺς ὀφθαλμοὺς οἵ τε ὑπὸ τοῦ ψύχους τοὺς δακτύλους τῶν ποδῶν ἀποσεσηπότες.5

敌军中有一批集结起来的人尾随在后,抢夺那些动弹不得的驮畜,并为此互相争斗。落伍的士兵中,有因大雪而眼睛失明的,也有因严寒而脚趾烂掉的。

语法注5 条
  1. 4.5.3ἐλέγοντο δʼ οὐδὲ πηγαὶ πρόσω εἶναι

    属于“人称构式”(主格带不定式),而非无人称构式 λέγεται;主语 πηγαί 与动词 ἐλέγοντο 在数上一致。直译为“其源头也被说成并不遥远”。

  2. 4.5.3ἀποκαίων πάντα καὶ πηγνὺς τοὺς ἀνθρώπους

    动词 ἀποκαίω 本义为“完全烧尽”,此处为比喻用法,形容极度严寒如同烈火般灼焦冻伤万物。两个分词并列描绘了暴风雪的摧残效果。

  3. 4.5.5οὐ προσίεσαν

    动词 προσίημι(意为“让靠近、接纳”)的未完成过去时主动态第三人称复数。随后的条件从句 εἰ μὴ μεταδοῖεν 采用希求法,表示过去多次发生的常规/反复条件。

  4. 4.5.7ἐβουλιμίασαν

    动词 βουλιμιάω 指古代军事医学中描述的因在极寒下长途行军且缺乏补给而引起的严重饥饿性虚脱与休克昏厥(低血糖昏厥),而非现代精神医学意义上的贪食症。

  5. 4.5.12διεφθαρμένοι ... τοὺς ὀφθαλμοὺς οἵ τε ὑπὸ τοῦ ψύχους τοὺς δακτύλους τῶν ποδῶν ἀποσεσηπότες

    宾格 τοὺς ὀφθαλμούς 与 τοὺς δακτύλους 分别修饰被动态分词 διεφθαρμένοι 和不及物完成时分词 ἀποσεσηπότες,充当关系/范围宾格(表示身体受损的具体部位)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.5.1-4.5.12