← 色诺芬

长征记

§4.4.1-4.4.22

亚美尼亚的风雪行军与突袭蒂里巴佐斯军营

希腊军进入亚美尼亚,与副总督蒂里巴佐斯签订了互不侵犯条约,但行军途中遭遇大雪困阻。从俘虏口中得知蒂里巴佐斯的伏击计划后,希腊军先发制人突袭其营地,缴获战利品后安全返回。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.1

ἐπεὶ δὲ διέβησαν, συνταξάμενοι ἀμφὶ μέσον ἡμέρας ἐπορεύθησαν διὰ τῆς Ἀρμενίας πεδίον ἅπαν καὶ λείους γηλόφους οὐ μεῖον ἢ πέντε παρασάγγας· οὐ γὰρ ἦσαν ἐγγὺς τοῦ ποταμοῦ κῶμαι διὰ τοὺς πολέμους τοὺς πρὸς τοὺς Καρδούχους.

他们渡过河后,整好队形,在大约正午时分穿过亚美尼亚行军,所经皆为平原和平缓的丘陵,行进了不下五帕拉桑;因为由于与卡尔杜基人的战争,靠近河边并无村庄。

§4.4.2

εἰς δὲ ἣν ἀφίκοντο κώμην μεγάλη τε ἦν καὶ βασίλειον εἶχε τῷ σατράπῃ καὶ ἐπὶ ταῖς πλείσταις οἰκίαις τύρσεις ἐπῆσαν· ἐπιτήδεια δʼ ἦν δαψιλῆ.

他们抵达的那座村庄规模很大,并建有总督的宫殿,大多数房屋上都建有塔楼;物资极其充裕。

§4.4.3

ἐντεῦθεν δʼ ἐπορεύθησαν σταθμοὺς δύο παρασάγγας δέκα μέχρι ὑπερῆλθον τὰς πηγὰς τοῦ Τίγρητος ποταμοῦ. ἐντεῦθεν δʼ ἐπορεύθησαν σταθμοὺς τρεῖς παρασάγγας πεντεκαίδεκα ἐπὶ τὸν Τηλεβόαν ποταμόν. οὗτος δʼ ἦν καλὸς μέν, μέγας δʼ οὔ· κῶμαι δὲ πολλαὶ περὶ τὸν ποταμὸν ἦσαν.

从那里出发,他们行军两个驿站,十帕拉桑,直到越过底格里斯河的源头。又从那里行军三个驿站,十五帕拉桑,到达泰勒博阿斯河。这条河景色优美,但并不大;沿河有许多村庄。

§4.4.4

ὁ δὲ τόπος οὗτος Ἀρμενία ἐκαλεῖτο ἡ πρὸς ἑσπέραν. ὕπαρχος δʼ ἦν αὐτῆς Τιρίβαζος, ὁ καὶ βασιλεῖ φίλος γενόμενος, καὶ ὁπότε παρείη, οὐδεὶς ἄλλος βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν.

这个地区被称为西亚美尼亚。其副总督是蒂里巴佐斯,他也成了国王的朋友,每逢他在场时,没有别人协助国王登上马背。

§4.4.5

οὗτος προσήλασεν ἱππέας ἔχων, καὶ προπέμψας ἑρμηνέα εἶπεν ὅτι βούλοιτο διαλεχθῆναι τοῖς ἄρχουσι. τοῖς δὲ στρατηγοῖς ἔδοξεν ἀκοῦσαι· καὶ προσελθόντες εἰς ἐπήκοον ἠρώτων τί θέλει.

此人率领骑兵策马前来,并预先派出一名通译,说希望能与统领们会谈。将领们决定听听他的话;走近到听得见声音的距离后,他们询问他有何意图。

§4.4.6

ὁ δὲ εἶπεν ὅτι σπείσασθαι βούλοιτο ἐφʼ ᾧ μήτε αὐτὸς τοὺς Ἕλληνας ἀδικεῖν μήτε ἐκείνους καίειν τὰς οἰκίας1 λαμβάνειν τε τἀπιτήδεια ὅσων δέοιντο. ἔδοξε ταῦτα τοῖς στρατηγοῖς καὶ ἐσπείσαντο ἐπὶ τούτοις.

他说希望订立和约,条件是他自己不侵害希腊人,希腊人也不焚毁房屋,并只索取所需物资。将领们同意了这些条款,并以此订立了和约。

§4.4.7

ἐντεῦθεν δʼ ἐπορεύθησαν σταθμοὺς τρεῖς διὰ πεδίου παρασάγγας πεντεκαίδεκα· καὶ Τιρίβαζος παρηκολούθει ἔχων τὴν ἑαυτοῦ δύναμιν ἀπέχων ὡς δέκα σταδίους· καὶ ἀφίκοντο εἰς βασίλεια καὶ κώμας πέριξ πολλὰς πολλῶν τῶν ἐπιτηδείων μεστάς.

从那里出发,他们穿过平原行军三个驿站,十五帕拉桑;蒂里巴佐斯率领自己的军队尾随,相距约十斯塔德。他们抵达了一处宫殿以及周边许多充满丰饶物资的村庄。

§4.4.8

στρατοπεδευομένων δʼ αὐτῶν γίγνεται τῆς νυκτὸς χιὼν πολλή· καὶ ἕωθεν ἔδοξε διασκηνῆσαι τὰς τάξεις καὶ τοὺς στρατηγοὺς κατὰ τὰς κώμας· οὐ γὰρ ἑώρων πολέμιον οὐδένα καὶ ἀσφαλὲς ἐδόκει εἶναι διὰ τὸ πλῆθος τῆς χιόνος.

正当他们扎营时,夜里降下了大雪;拂晓时分,决定将各连队和将领们分散驻扎到各个村庄;因为他们未见任何敌人,且由于积雪深厚,似乎很安全。

§4.4.9

ἐνταῦθα εἶχον τὰ ἐπιτήδεια ὅσα ἐστὶν ἀγαθά, ἱερεῖα, σῖτον, οἴνους παλαιοὺς εὐώδεις, ἀσταφίδας, ὄσπρια παντοδαπά. τῶν δὲ ἀποσκεδαννυμένων τινὲς ἀπὸ τοῦ στρατοπέδου ἔλεγον ὅτι κατίδοιεν νύκτωρ πολλὰ πυρὰ φαίνοντα.

他们在那里拥有应有尽有的优良物资:供祭祀的牲畜、粮食、芳香的陈酒、葡萄干、各种豆类。但营地里分散出去的一些人声称,在夜间望见有许多营火在闪烁。

§4.4.10

ἐδόκει δὴ τοῖς στρατηγοῖς οὐκ ἀσφαλὲς εἶναι διασκηνοῦν, ἀλλὰ συναγαγεῖν τὸ στράτευμα πάλιν. ἐντεῦθεν συνῆλθον· καὶ γὰρ ἐδόκει διαιθριάζειν.

于是将领们认为分散宿营并不安全,而应当重新聚集军队。于是他们集合到了一起;因为天气似乎也在转晴。

§4.4.11

νυκτερευόντων δʼ αὐτῶν ἐνταῦθα ἐπιπίπτει χιὼν ἄπλετος, ὥστε ἀπέκρυψε καὶ τὰ ὅπλα καὶ τοὺς ἀνθρώπους κατακειμένους· καὶ τὰ ὑποζύγια συνεπόδισεν ἡ χιών· καὶ πολὺς ὄκνος ἦν ἀνίστασθαι· κατακειμένων γὰρ ἀλεεινὸν ἦν ἡ χιὼν ἐπιπεπτωκυῖα ὅτῳ μὴ παραρρυείη.2

当他们在那里露宿过夜时,落下了倾盆大雪,以致将武器以及卧倒的人们都完全掩盖;大雪也束缚了驮畜的脚步。人们极不愿意起身;因为对于卧倒的人来说,只要积雪未曾滑落,覆盖在身上的雪反而暖和。

§4.4.12

ἐπεὶ δὲ Ξενοφῶν ἐτόλμησε γυμνὸς ἀναστὰς σχίζειν ξύλα, τάχʼ ἀναστάς τις καὶ ἄλλος ἐκείνου ἀφελόμενος ἔσχιζεν. ἐκ δὲ τούτου καὶ ἄλλοι ἀναστάντες πῦρ ἔκαιον καὶ ἐχρίοντο· πολὺ γὰρ ἐνταῦθα ηὑρίσκετο χρῖμα, ᾧ ἐχρῶντο ἀντʼ ἐλαίου, σύειον καὶ σησάμινον καὶ ἀμυγδάλινον ἐκ τῶν πικρῶν καὶ τερμίνθινον. ἐκ δὲ τῶν αὐτῶν τούτων καὶ μύρον ηὑρίσκετο.

然而,当色诺芬鼓起勇气光着身子爬起来劈柴时,很快另一个人也爬了起来,从他手中夺过斧头劈起柴来。自此其他人也纷纷爬起,生火并涂油;因为那里找到了许多可用以代替橄榄油的涂抹油脂,有猪油、芝麻油、苦杏仁油和松脂油。也找到了出自这些同样原料的香膏。

§4.4.14

μετὰ ταῦτα ἐδόκει πάλιν διασκηνητέον εἶναι εἰς στέγας. ἔνθα δὴ οἱ στρατιῶται σὺν πολλῇ κραυγῇ καὶ ἡδονῇ ᾖσαν ἐπὶ τὰς στέγας καὶ τὰ ἐπιτήδεια· ὅσοι δὲ ὅτε τὸ πρότερον ἀπῇσαν τὰς οἰκίας ἐνέπρησαν ὑπὸ ἀτασθαλίας, δίκην ἐδίδοσαν κακῶς σκηνοῦντες.

此后,决定再次分散入房屋宿营。于是士兵们欢呼雀跃地奔向掩体和物资;但凡在先前离开时出于肆意妄为而焚烧了房屋的人,此时不得不受冻挨困,自食其果。

§4.4.15

ἐντεῦθεν ἔπεμψαν νυκτὸς Δημοκράτην Τημνίτην ἄνδρας δόντες ἐπὶ τὰ ὄρη ἔνθα ἔφασαν οἱ ἀποσκεδαννύμενοι καθορᾶν τὰ πυρά· οὗτος γὰρ ἐδόκει καὶ πρότερον πολλὰ ἤδη ἀληθεῦσαι τοιαῦτα, τὰ ὄντα τε ὡς ὄντα καὶ τὰ μὴ ὄντα ὡς οὐκ ὄντα.

随后,他们于夜间派出特姆诺斯人德谟克拉特斯,并配给他一些人手,前往分散出去的人声称看见火光的山区;因为此人在此之前就被公认为能在许多此类事情上如实查报,有则言有,无则言无。

§4.4.16

πορευθεὶς δὲ τὰ μὲν πυρὰ οὐκ ἔφη ἰδεῖν, ἄνδρα δὲ συλλαβὼν ἧκεν ἄγων ἔχοντα τόξον Περσικὸν καὶ φαρέτραν καὶ σάγαριν οἵανπερ καὶ αἱ Ἀμαζόνες ἔχουσιν.

他前往之后,称并未看见营火,但抓获并押回了一名男子,带有一把波斯式弓箭、箭筒以及一把类似亚马孙人所携带的战斧。

§4.4.17

ἐρωτώμενος δὲ ποδαπὸς εἴη Πέρσης μὲν ἔφη εἶναι, πορεύεσθαι δʼ ἀπὸ τοῦ Τιριβάζου στρατοπέδου, ὅπως ἐπιτήδεια λάβοι. οἱ δὲ ἠρώτων αὐτὸν τὸ στράτευμα ὁπόσον τε εἴη καὶ ἐπὶ τίνι συνειλεγμένον.

在被盘问来自何处时,此人称自己是波斯人,正从蒂里巴佐斯的营地出来索取物资。他们询问他那支军队有多少人,又是为了何种目的集结的。

§4.4.18

ὁ δὲ εἶπεν ὅτι Τιρίβαζος εἴη ἔχων τήν τε ἑαυτοῦ δύναμιν καὶ μισθοφόρους Χάλυβας καὶ Ταόχους· παρεσκευάσθαι δὲ αὐτὸν ἔφη ὡς ἐπὶ τῇ ὑπερβολῇ τοῦ ὄρους ἐν τοῖς στενοῖς ᾗπερ μοναχῇ εἴη πορεία, ἐνταῦθα ἐπιθησόμενον τοῖς Ἕλλησιν.3

他回答说,蒂里巴佐斯拥有自己的军队以及哈吕贝斯人和塔奥基人雇佣兵;并说他已做好准备,要在山隘狭窄处、即希腊人唯一的必经之路上对他们发起突袭。

§4.4.19

ἀκούσασι τοῖς στρατηγοῖς ταῦτα ἔδοξε τὸ στράτευμα συναγαγεῖν· καὶ εὐθὺς φύλακας καταλιπόντες καὶ στρατηγὸν ἐπὶ τοῖς μένουσι Σοφαίνετον Στυμφάλιον ἐπορεύοντο ἔχοντες ἡγεμόνα τὸν ἁλόντα ἄνθρωπον.

将领们听闻此事后,决定集结军队;随即留下守卫,并指定斯廷法罗斯人索派内托斯为留守指挥官,以被俘之人为向导出发进军。

§4.4.20

ἐπειδὴ δὲ ὑπερέβαλλον τὰ ὄρη, οἱ πελτασταὶ προϊόντες καὶ κατιδόντες τὸ στρατόπεδον οὐκ ἔμειναν τοὺς ὁπλίτας, ἀλλʼ ἀνακραγόντες ἔθεον ἐπὶ τὸ στρατόπεδον.

当他们越过群山时,走在前面的轻盾兵发现了敌方营地,不等重装步兵赶到,便呼喊着冲向营地。

§4.4.21

οἱ δὲ βάρβαροι ἀκούσαντες τὸν θόρυβον οὐχ ὑπέμειναν, ἀλλʼ ἔφευγον· ὅμως δὲ καὶ ἀπέθανόν τινες τῶν βαρβάρων καὶ ἵπποι ἥλωσαν εἰς εἴκοσι καὶ ἡ σκηνὴ ἡ Τιριβάζου ἑάλω καὶ ἐν αὐτῇ κλῖναι ἀργυρόποδες καὶ ἐκπώματα καὶ οἱ ἀρτοκόποι καὶ οἱ οἰνοχόοι φάσκοντες εἶναι.4

蛮族听到骚动声,没有坚守阵地,纷纷逃散;尽管如此,蛮族中仍有数人阵亡,约二十匹战马被俘,蒂里巴佐斯的帐篷被缴获,帐中留有银脚卧榻、酒杯,以及自称是面包师和斟酒侍从的人。

§4.4.22

ἐπειδὴ δὲ ἐπύθοντο ταῦτα οἱ τῶν ὁπλιτῶν στρατηγοί, ἐδόκει αὐτοῖς ἀπιέναι τὴν ταχίστην ἐπὶ τὸ στρατόπεδον, μή τις ἐπίθεσις γένοιτο τοῖς καταλελειμμένοις. καὶ εὐθὺς ἀνακαλεσάμενοι τῇ σάλπιγγι ἀπῇσαν, καὶ ἀφίκοντο αὐθημερὸν ἐπὶ τὸ στρατόπεδον.

重装步兵的将领们得知此事后,认为应当以最快速度返回营地,以免留守人员遭到袭击。他们随即鸣号收兵返回,并在同一天赶回了营地。

语法注4 条
  1. 4.4.6ἐφʼ ᾧ μήτε αὐτὸς τοὺς Ἕλληνας ἀδικεῖν μήτε ἐκείνους καίειν τὰς οἰκίας

    连词短语 ἐφʼ ᾧ 接不定式(ἀδικεῖν, καίειν, λαμβάνειν),表示协定的条款(“条件是……”)。否定词按惯例用 μή,分别以 αὐτός(蒂里巴佐斯自己,受主语同格吸引为主格)与 ἐκείνους(宾格,充当 καίειν 的逻辑主语)形成对比。

  2. 4.4.11κατακειμένων γὰρ ἀλεεινὸν ἦν ἡ χιὼν ἐπιπεπτωκυῖα ὅτῳ μὴ παραρρυείη

    κατακειμένων 为省略了泛指逻辑主语的属格独立结构(“当人们躺卧时”)。虽然分句的主语是阴性名词短语(ἡ χιὼν ἐπιπεπτωκυῖα),但谓语形容词 ἀλεεινόν 采用中性单数,表示一般性性质(“落下的雪是件暖和的事”)。关系从句 ὅτῳ μὴ παραρρυείη 中的希求法表示过去的一般条件(“对任何雪没有滑落的人而言”)。

  3. 4.4.18παρεσκευάσθαι δὲ αὐτὸν ἔφη ὡς ... ἐνταῦθα ἐπιθησόμενον τοῖς Ἕλλησιν

    在间接引语中,完成时中动不定式 παρεσκευάσθαι 后接 ὡς 加上与宾格主语 αὐτόν 一致的将来分词 ἐπιθησόμενον,用以表明蒂里巴佐斯的意图或计划(“他已经做好准备,意图发起袭击”)。

  4. 4.4.21οἱ ἀρτοκόποι καὶ οἱ οἰνοχόοι φάσκοντες εἶναι

    带有定冠词的名词短语 οἱ ἀρτοκόποι καὶ οἱ οἰνοχόοι 之后附带有修饰性的分词短语 φάσκοντες εἶναι(“自称是面包师和斟酒仆从的人”)。语序上未将 φάσκοντες 置于冠词后充当实体名词,而是将职衔置于前,随后以分词注明此系其自称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.4.1-4.4.22