← 色诺芬

长征记

§4.3.24-4.3.34

色诺芬掩护后卫并完成全军渡河

在卡尔杜基人的逼近下,色诺芬整顿后卫阻敌,利用伪攻与严整纪律掩护余部顺利完成渡河。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.24

Ξενοφῶν δʼ ἐπεὶ τὰ πέραν ἑώρα καλῶς γιγνόμενα, ἀπεχώρει τὴν ταχίστην πρὸς τὸ διαβαῖνον στράτευμα· καὶ γὰρ οἱ Καρδοῦχοι φανεροὶ ἤδη ἦσαν εἰς τὸ πεδίον καταβαίνοντες ὡς ἐπιθησόμενοι τοῖς τελευταίοις.

色诺芬看到对岸的情况进展顺利,便全速折返回正在渡河的军队处;因为卡尔杜基人已明显在下到平原,仿佛要袭击最后的队伍。

§4.3.25

καὶ Χειρίσοφος μὲν τὰ ἄνω κατεῖχε, Λύκιος δὲ σὺν ὀλίγοις ἐπιχειρήσας ἐπιδιῶξαι ἔλαβε τῶν σκευοφόρων τὰ ὑπολειπόμενα καὶ μετὰ τούτων ἐσθῆτά τε καλὴν καὶ ἐκπώματα.

海里斯福斯控制了高地,吕基乌斯带着少数人尝试追击,缴获了敌军掉队的辎重,连同一些精美的衣服和酒杯。

§4.3.26

καὶ τὰ σκευοφόρα τῶν Ἑλλήνων καὶ ὁ ὄχλος ἀκμὴν διέβαινε, Ξενοφῶν δὲ στρέψας πρὸς τοὺς Καρδούχους ἀντία τὰ ὅπλα ἔθετο, καὶ παρήγγειλε τοῖς λοχαγοῖς κατʼ ἐνωμοτίας ποιήσασθαι ἕκαστον τὸν ἑαυτοῦ λόχον, παρʼ ἀσπίδα παραγαγόντας τὴν ἐνωμοτίαν ἐπὶ φάλαγγος·1 καὶ τοὺς μὲν λοχαγοὺς καὶ τοὺς ἐνωμοτάρχους πρὸς τῶν Καρδούχων ἰέναι, οὐραγοὺς δὲ καταστήσασθαι πρὸς τοῦ ποταμοῦ.

希腊人的辎重和随军人员正值渡河之际,色诺芬转过身面向卡尔杜基人布阵相向,并命令连队长们各自将所属连队按埃诺莫提亚编制列队,将埃诺莫提亚向左翼展开成战线;命令连队长和埃诺莫提亚长迎向卡尔杜基人推进,而将队尾官布置在靠河一侧。

§4.3.27

οἱ δὲ Καρδοῦχοι ὡς ἑώρων τοὺς ὀπισθοφύλακας τοῦ ὄχλου ψιλουμένους καὶ ὀλίγους ἤδη φαινομένους, θᾶττον δὴ ἐπῇσαν ᾠδάς τινας ᾄδοντες. ὁ δὲ Χειρίσοφος, ἐπεὶ τὰ παρʼ αὐτῷ ἀσφαλῶς εἶχε, πέμπει παρὰ Ξενοφῶντα τοὺς πελταστὰς καὶ σφενδονήτας καὶ τοξότας καὶ κελεύει ποιεῖν ὅ τι ἂν παραγγέλλῃ.

卡尔杜基人见后卫部队脱离了随军人群,且显得人数稀少,便唱着某些歌谣更加迅速地推进。而海里斯福斯见自己这边局势已然安全,便将轻盾兵、投石兵和弓箭手派到色诺芬处,吩咐他们听从色诺芬的号令行事。

§4.3.28

ἰδὼν δʼ αὐτοὺς διαβαίνοντας Ξενοφῶν πέμψας ἄγγελον κελεύει αὐτοῦ μεῖναι ἐπὶ τοῦ ποταμοῦ μὴ διαβάντας· ὅταν δʼ ἄρξωνται αὐτοὶ διαβαίνειν, ἐναντίους ἔνθεν καὶ ἔνθεν σφῶν ἐμβαίνειν ὡς διαβησομένους, διηγκυλωμένους τοὺς ἀκοντιστὰς καὶ ἐπιβεβλημένους τοὺς τοξότας·2 μὴ πρόσω δὲ τοῦ ποταμοῦ προβαίνειν.

色诺芬见他们渡河而来,便派出一名信使,命他们在河边原地留守,不要渡完全程;一旦己方开始渡河,他们便要在己方左右两侧迎向敌人入水,装作要渡河的样子,标枪手扣好皮条,弓箭手搭箭上弦;但不要向河深处推进得太远。

§4.3.29

τοῖς δὲ παρʼ ἑαυτῷ παρήγγειλεν, ἐπειδὰν σφενδόνη ἐξικνῆται καὶ ἀσπὶς ψοφῇ, παιανίσαντας θεῖν εἰς τοὺς πολεμίους, ἐπειδὰν δʼ ἀναστρέψωσιν οἱ πολέμιοι καὶ ἐκ τοῦ ποταμοῦ ὁ σαλπικτὴς σημήνῃ τὸ πολεμικόν, ἀναστρέψαντας ἐπὶ δόρυ3 ἡγεῖσθαι μὲν τοὺς οὐραγούς, θεῖν δὲ πάντας καὶ διαβαίνειν ὅτι τάχιστα ᾗ ἕκαστος τὴν τάξιν εἶχεν, ὡς μὴ ἐμποδίζειν ἀλλήλους· ὅτι οὗτος ἄριστος ἔσοιτο ὃς ἂν πρῶτος ἐν τῷ πέραν γένηται.

他对身边的部队传令道:一旦敌人的投石能够打到己方且盾牌发出撞击声,便唱起凯歌向敌人冲锋;而一旦敌人溃逃且河中的号手吹响战斗号音,便向右手边转身,由队尾官领头,所有人各就原位以最快速度奔跑渡河,以免彼此阻碍;并称凡最先抵达对岸者便是最勇武之人。

§4.3.30

οἱ δὲ Καρδοῦχοι ὁρῶντες ὀλίγους ἤδη τοὺς λοιπούς (πολλοὶ γὰρ καὶ τῶν μένειν τεταγμένων ᾤχοντο ἐπιμελόμενοι οἱ μὲν ὑποζυγίων, οἱ δὲ σκευῶν, οἱ δʼ ἑταιρῶν), ἐνταῦθα δὴ ἐπέκειντο θρασέως καὶ ἤρχοντο σφενδονᾶν καὶ τοξεύειν.

卡尔杜基人见所剩人数已少(因为许多受命留守的士兵也走开了,有的照管驮畜,有的照看财物,有的照看随军游女),此时便大胆进逼,开始投石放箭。

§4.3.31

οἱ δὲ Ἕλληνες παιανίσαντες ὥρμησαν δρόμῳ ἐπʼ αὐτούς· οἱ δὲ οὐκ ἐδέξαντο· καὶ γὰρ ἦσαν ὡπλισμένοι ὡς μὲν ἐν τοῖς ὄρεσιν ἱκανῶς πρὸς τὸ ἐπιδραμεῖν καὶ φεύγειν, πρὸς δὲ τὸ εἰς χεῖρας δέχεσθαι οὐχ ἱκανῶς.

希腊人唱起凯歌,跑步向他们冲去;敌人却没有迎战;因为他们的装备在山地冲锋和逃跑尚属充足,但要进行肉搏交锋却并不充分。

§4.3.32

ἐν τούτῳ σημαίνει ὁ σαλπικτής· καὶ οἱ μὲν πολέμιοι ἔφευγον πολὺ ἔτι θᾶττον, οἱ δὲ Ἕλληνες τἀναντία στρέψαντες ἔφευγον διὰ τοῦ ποταμοῦ ὅτι τάχιστα.

此时号手吹响了信号;敌人逃得更快了,而希腊人则转身以最快速度穿过河流退却。

§4.3.33

τῶν δὲ πολεμίων οἱ μέν τινες αἰσθόμενοι πάλιν ἔδραμον ἐπὶ τὸν ποταμὸν καὶ τοξεύοντες ὀλίγους ἔτρωσαν, οἱ δὲ πολλοὶ καὶ πέραν ὄντων τῶν Ἑλλήνων ἔτι φανεροὶ ἦσαν φεύγοντες.

部分敌人发觉后,又跑回河边放箭射伤了少数人,但大多数敌人即使在希腊人已经登上对岸时,仍能看到在继续溃逃。

§4.3.34

οἱ δὲ ὑπαντήσαντες ἀνδριζόμενοι καὶ προσωτέρω τοῦ καιροῦ προϊόντες ὕστερον τῶν μετὰ Ξενοφῶντος διέβησαν πάλιν· καὶ ἐτρώθησάν τινες καὶ τούτων.

而那些出迎支援的部队由于逞强且推进得超过了适当限度,比色诺芬的人更晚重新渡过河去;他们之中也有数人受了伤。

语法注3 条
  1. 4.3.26παρʼ ἀσπίδα παραγαγόντας τὴν ἐνωμοτίαν ἐπὶ φάλαγγος

    短语 παρʼ ἀσπίδα 为军事术语,字面意为“沿着盾牌的方向”,即“向左侧”。此处指将纵队的埃诺莫提亚分队向左翼平行展开,从而形成横向战线(ἐπὶ φάλαγγος)。宾格分词 παραγαγόντας 在语法上依语义(ad sensum)呼应不定式 ποιήσασθαι 的逻辑主语 ἕκαστον(连队长们)。

  2. 4.3.28διηγκυλωμένους τοὺς ἀκοντιστὰς καὶ ἐπιβεβλημένους τοὺς τοξότας

    完成态中/被动态分词 διηγκυλωμένους(扣好标枪皮条的)与 ἐπιβεβλημένους(搭箭上弦的)与其宾格名词(τοὺς ἀκοντιστὰς 与 τοὺς τοξότας)一致,作为间接引语中 ἐμβαίνειν 的伴随状态表语,表示进入准备投掷与放箭的战斗戒备姿态。

  3. 4.3.29ἀναστρέψαντας ἐπὶ δόρυ

    军事用语 ἐπὶ δόρυ 字面意为“朝向持矛之手”,即“向右手边/向右”(与表示向左的 παρʼ ἀσπίδα 相对)。与分词 ἀναστρέψαντας(转身)连用,指示原本面向敌人的重装步兵向右转身折返,在保持阵型的情况下退向河道渡河。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.3.24-4.3.34