- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.3.12-4.3.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军根据年轻人报告的渡口信息举行奠酒并商定渡河方案。海里斯福斯率部渡河,色诺芬施行佯动吓退敌人,顺利完成渡河。
ἰδοῦσι δὲ σφίσι δόξαι1 ἀσφαλὲς εἶναι διαβῆναι· οὐδὲ γὰρ τοῖς πολεμίοις ἱππεῦσι προσβατὸν εἶναι κατὰ τοῦτο. ἐκδύντες δʼ ἔφασαν ἔχοντες τὰ ἐγχειρίδια γυμνοὶ ὡς νευσόμενοι διαβαίνειν· πορευόμενοι δὲ πρόσθεν διαβῆναι πρὶν βρέξαι τὰ αἰδοῖα· καὶ διαβάντες, λαβόντες τὰ ἱμάτια πάλιν ἥκειν. εὐθὺς οὖν Ξενοφῶν αὐτός τε ἔσπενδε καὶ τοῖς νεανίσκοις ἐγχεῖν ἐκέλευε καὶ εὔχεσθαι τοῖς φήνασι θεοῖς τά τε ὀνείρατα καὶ τὸν πόρον καὶ τὰ λοιπὰ ἀγαθὰ ἐπιτελέσαι. σπείσας δʼ εὐθὺς ἦγε τοὺς νεανίσκους παρὰ τὸν Χειρίσοφον, καὶ διηγοῦνται ταὐτά.
他们看后觉得在此处渡河是安全的;因为敌人的骑兵也无法接近这处地点。他们说,自己脱下衣服,手持短剑,赤身裸体如同准备泅渡一般下水;但走着走着,还没湿到私处就渡了过去;渡过去后,他们拿了衣服又折返回来。于是色诺芬立刻亲自奠酒,并吩咐给年轻人斟酒,命〔他们〕祈求昭示梦境和渡口的众神将余下的好事也一并成全。奠酒之后,他立刻领着年轻人去见海里斯福斯,他们又把同样的事情叙述了一遍。
ἀκούσας δὲ καὶ ὁ Χειρίσοφος σπονδὰς ἐποίει. σπείσαντες δὲ τοῖς μὲν ἄλλοις παρήγγελλον συσκευάζεσθαι, αὐτοὶ δὲ συγκαλέσαντες τοὺς στρατηγοὺς ἐβουλεύοντο ὅπως ἂν κάλλιστα διαβαῖεν καὶ τούς τε ἔμπροσθεν νικῷεν καὶ ὑπὸ τῶν ὄπισθεν μηδὲν πάσχοιεν κακόν.
海里斯福斯听后也行了奠酒礼。奠酒完毕,他们向其他人传令收拾行装,自己则召集诸位将军,商议如何才能最妥善地渡河,既能击败前方的敌人,又不致遭到后方敌人的伤害。
καὶ ἔδοξεν αὐτοῖς Χειρίσοφον μὲν ἡγεῖσθαι καὶ διαβαίνειν ἔχοντα τὸ ἥμισυ τοῦ στρατεύματος, τὸ δʼ ἥμισυ ἔτι ὑπομένειν σὺν Ξενοφῶντι, τὰ δὲ ὑποζύγια καὶ τὸν ὄχλον ἐν μέσῳ τούτων διαβαίνειν.
他们决议,由海里斯福斯率领全军的一半在前领军渡河,另一半由色诺芬率领暂且留守后方,驮畜和随军人群则在两军中间渡河。
ἐπεὶ δὲ ταῦτα καλῶς εἶχεν ἐπορεύοντο· ἡγοῦντο δʼ οἱ νεανίσκοι ἐν ἀριστερᾷ ἔχοντες τὸν ποταμόν· ὁδὸς δὲ ἦν ἐπὶ τὴν διάβασιν ὡς τέτταρες στάδιοι.
这些事项安排妥当后,他们便出发了;年轻人把河留在左侧引路,通往渡口的距离约为四斯塔迪昂。
πορευομένων δʼ αὐτῶν ἀντιπαρῇσαν αἱ τάξεις τῶν ἱππέων. ἐπειδὴ δὲ ἦσαν κατὰ τὴν διάβασιν καὶ τὰς ὄχθας τοῦ ποταμοῦ, ἔθεντο τὰ ὅπλα, καὶ αὐτὸς πρῶτος Χειρίσοφος στεφανωσάμενος καὶ ἀποδὺς ἐλάμβανε τὰ ὅπλα καὶ τοῖς ἄλλοις πᾶσι παρήγγελλε, καὶ τοὺς λοχαγοὺς ἐκέλευεν ἄγειν τοὺς λόχους ὀρθίους, τοὺς μὲν ἐν ἀριστερᾷ τοὺς δʼ ἐν δεξιᾷ ἑαυτοῦ. καὶ οἱ μὲν μάντεις ἐσφαγιάζοντο εἰς τὸν ποταμόν· οἱ δὲ πολέμιοι ἐτόξευον καὶ ἐσφενδόνων· ἀλλʼ οὔπω ἐξικνοῦντο· ἐπεὶ δὲ καλὰ ἦν τὰ σφάγια, ἐπαιάνιζον πάντες οἱ στρατιῶται καὶ ἀνηλάλαζον, συνωλόλυζον δὲ καὶ αἱ γυναῖκες ἅπασαι. πολλαὶ γὰρ ἦσαν ἑταῖραι ἐν τῷ στρατεύματι.
当他们行军时,敌军骑兵队在对岸平行行进。当他们到达渡口和河岸时,便放下了武器,海里斯福斯自己首先戴上花冠,脱去外衣,重新拿起武器,并向其他所有人下达同样的命令,命连队长们将各队排成纵队前进,有的位于他左侧,有的位于他右侧。占卜官们向河中宰杀祭牲;敌军则放箭投石;但箭石尚未能及。祭牲呈现吉兆后,全体士兵唱起凯歌齐发呐喊,随军妇女也都一同发出欢呼;因为军中有许多妓女。
καὶ Χειρίσοφος μὲν ἐνέβαινε καὶ οἱ σὺν ἐκείνῳ· ὁ δὲ Ξενοφῶν τῶν ὀπισθοφυλάκων λαβὼν τοὺς εὐζωνοτάτους ἔθει ἀνὰ κράτος πάλιν ἐπὶ τὸν πόρον τὸν κατὰ τὴν ἔκβασιν τὴν εἰς τὰ τῶν Ἀρμενίων ὄρη, προσποιούμενος ταύτῃ διαβὰς ἀποκλείσειν2 τοὺς παρὰ τὸν ποταμὸν ἱππέας.
海里斯福斯与随同他的人便踏入水中;色诺芬则带上后卫中最轻装敏捷的士兵,全速跑回通往亚美尼亚山地的出口对面的渡口,假装要从那里渡河以切断河畔骑兵的退路。
οἱ δὲ πολέμιοι ὁρῶντες μὲν τοὺς ἀμφὶ Χειρίσοφον εὐπετῶς τὸ ὕδωρ περῶντας, ὁρῶντες δὲ τοὺς ἀμφὶ Ξενοφῶντα θέοντας εἰς τοὔμπαλιν, δείσαντες μὴ ἀποληφθείησαν3 φεύγουσιν ἀνὰ κράτος ὡς πρὸς τὴν τοῦ ποταμοῦ ἄνω ἔκβασιν. ἐπεὶ δὲ κατὰ τὴν ὁδὸν ἐγένοντο, ἔτεινον ἄνω πρὸς τὸ ὄρος.
敌军见海里斯福斯一队人轻易地渡水,又见色诺芬一队人反向奔跑,惧怕退路被切断,便全速向着通往河岸上方的出口逃窜;当他们上了大路,便径直向上往山里奔去。
Λύκιος δʼ ὁ τὴν τάξιν ἔχων τῶν ἱππέων καὶ Αἰσχίνης ὁ τὴν τάξιν τῶν πελταστῶν τῶν ἀμφὶ Χειρίσοφον ἐπεὶ ἑώρων ἀνὰ κράτος φεύγοντας, εἵποντο· οἱ δὲ στρατιῶται ἐβόων μὴ ἀπολείπεσθαι, ἀλλὰ συνεκβαίνειν ἐπὶ τὸ ὄρος.
率领骑兵队的吕基乌斯和率领海里斯福斯麾下轻盾兵连队的埃斯基涅斯见敌军全速逃窜,便紧追不舍;士兵们也高呼不要落后,要一同登上山去。
Χειρίσοφος δʼ αὖ ἐπεὶ διέβη, τοὺς ἱππέας οὐκ ἐδίωκεν, εὐθὺς δὲ κατὰ τὰς προσηκούσας ὄχθας ἐπὶ τὸν ποταμὸν ἐξέβαινεν ἐπὶ τοὺς ἄνω πολεμίους. οἱ δὲ ἄνω, ὁρῶντες μὲν τοὺς ἑαυτῶν ἱππέας φεύγοντας, ὁρῶντες δʼ ὁπλίτας σφίσιν ἐπιόντας, ἐκλείπουσι τὰ ὑπὲρ τοῦ ποταμοῦ ἄκρα.
另一方面,海里斯福斯渡过河后,并未追击骑兵,而是立即沿着伸向河边的堤岸往上,向高处的敌人推进。高处的敌人见本方骑兵逃跑,又见重装步兵向自己逼近,便弃守了河流上方的制高点。
- 4.3.12ἰδοῦσι δὲ σφίσι δόξαι
不定词 δόξαι 承接前文结尾动词 ἔλεγον 所统领的间接引语。与格 ἰδοῦσι σφίσι 在无人称结构中充当判断主体的参照与格(“对他们而言,看后觉得”)。
- 4.3.20προσποιούμενος ταύτῃ διαβὰς ἀποκλείσειν
分词 προσποιούμενος(“假装”)支配将来时不定词 ἀποκλείσειν(“将要切断”)。不定过去时分词 διαβάς 在不定词短语内部表示先行动作(“在此处渡河之后”)。
- 4.3.21δείσαντες μὴ ἀποληφθείησαν
由表示恐惧的分词 δείσαντες(“害怕”)引出的 μή 惧怕从句。因处于过去时历史叙述语境,使用被动态祈愿法 ἀποληφθείησαν 替代连接法,表示担心的后果(“唯恐被截断退路”)。
