- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.3.1-4.3.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军抵达肯特里特斯河,但受阻于对岸敌军与后方卡尔杜基人的夹击,加之水深流急渡河无门而陷入困顿。色诺芬梦见脚镣脱落重燃希望,随后两名青年带来了可能找到渡口的探查报告。
ταύτην δʼ αὖ τὴν ἡμέραν ηὐλίσθησαν ἐν ταῖς κώμαις ταῖς ὑπὲρ τοῦ πεδίου παρὰ τὸν Κεντρίτην ποταμόν, εὖρος ὡς δίπλεθρον, ὃς ὁρίζει τὴν Ἀρμενίαν καὶ τὴν τῶν Καρδούχων χώραν. καὶ οἱ Ἕλληνες ἐνταῦθα ἀνέπνευσαν ἄσμενοι ἰδόντες πεδίον· ἀπεῖχε δὲ τῶν ὀρέων ὁ ποταμὸς ἓξ ἢ ἑπτὰ στάδια τῶν Καρδούχων.
这一天,他们又在平原上方、靠近肯特里特斯河的村庄里宿营;该河宽约两百尺,是亚美尼亚与卡尔杜基人土地的界河。希腊人在那里见到平原,欣喜地松了一口气;那条河距离卡尔杜基人的山脉有六七斯塔迪昂之遥。
τότε μὲν οὖν ηὐλίσθησαν μάλα ἡδέως καὶ τἀπιτήδεια ἔχοντες καὶ πολλὰ τῶν παρεληλυθότων πόνων μνημονεύοντες. ἑπτὰ γὰρ ἡμέρας ὅσασπερ ἐπορεύθησαν διὰ τῶν Καρδούχων πάσας μαχόμενοι διετέλεσαν, καὶ ἔπαθον κακὰ ὅσα οὐδὲ τὰ σύμπαντα ὑπὸ βασιλέως καὶ Τισσαφέρνους. ὡς οὖν ἀπηλλαγμένοι τούτων ἡδέως ἐκοιμήθησαν.
当时,他们由于有给养且回想起过去的诸多苦难,宿营得非常舒心。因为在穿过卡尔杜基人土地的整整七天里,他们自始至终都在战斗,所遭受的灾祸比在大王和提萨斐尼手下所受的全部苦难还要多。因此,他们宛如摆脱了这些苦难一般,安然入睡。
ἅμα δὲ τῇ ἡμέρᾳ ὁρῶσιν ἱππέας που πέραν τοῦ ποταμοῦ ἐξωπλισμένους ὡς κωλύσοντας διαβαίνειν, πεζοὺς δʼ ἐπὶ ταῖς ὄχθαις παρατεταγμένους ἄνω τῶν ἱππέων ὡς κωλύσοντας εἰς τὴν Ἀρμενίαν ἐκβαίνειν.
但拂晓时分,他们看到河对岸某处有全副武装的骑兵,似乎要阻止他们渡河;在骑兵上方的河岸上,又有列阵的步兵,似乎要阻止他们登上亚美尼亚。
ἦσαν δʼ οὗτοι Ὀρόντα καὶ Ἀρτούχα Ἀρμένιοι καὶ Μάρδοι καὶ Χαλδαῖοι μισθοφόροι. ἐλέγοντο δὲ οἱ Χαλδαῖοι ἐλεύθεροί τε καὶ ἄλκιμοι εἶναι· ὅπλα δʼ εἶχον γέρρα μακρὰ καὶ λόγχας.
这些人属于奥隆塔斯和阿尔图卡斯麾下的亚美尼亚人、马尔迪人以及加勒底雇佣兵。据说加勒底人是自由民且英勇善战;他们的武器是长柳条盾和长矛。
αἱ δὲ ὄχθαι αὗται ἐφʼ ὧν παρατεταγμένοι οὗτοι ἦσαν τρία ἢ τέτταρα πλέθρα ἀπὸ τοῦ ποταμοῦ ἀπεῖχον· ὁδὸς δὲ μία ὁρωμένη ἦν ἄγουσα ἄνω ὥσπερ χειροποίητος· ταύτῃ ἐπειρῶντο διαβαίνειν οἱ Ἕλληνες.
敌军列阵的这些河岸距离河面有三四百尺;有一条清晰可见的道路向上延伸,仿佛是人工修筑的;希腊人试图从此处渡河。
ἐπεὶ δὲ πειρωμένοις1 τό τε ὕδωρ ὑπὲρ τῶν μαστῶν ἐφαίνετο, καὶ τραχὺς ἦν ὁ ποταμὸς μεγάλοις λίθοις καὶ ὀλισθηροῖς, καὶ οὔτʼ ἐν τῷ ὕδατι τὰ ὅπλα ἦν ἔχειν· εἰ δὲ μή,2 ἥρπαζεν ὁ ποταμός· ἐπί τε τῆς κεφαλῆς τὰ ὅπλα εἴ τις φέροι, γυμνοὶ ἐγίγνοντο πρὸς τὰ τοξεύματα καὶ τἆλλα βέλη, ἀνεχώρησαν καὶ αὐτοῦ ἐστρατοπεδεύσαντο παρὰ τὸν ποταμόν.
然而,当他们尝试渡河时,水深似乎没过了胸口,河底布满湿滑的大石而难以行走,而且在水中无法携带武器——否则河水就会将人冲走;若是将武器顶在头上,他们面对箭矢和其他投射武器时又会毫无遮蔽。于是他们退了回来,就地在河边扎营。
ἔνθα δὲ αὐτοὶ τὴν πρόσθεν νύκτα ἦσαν ἐπὶ τοῦ ὄρους ἑώρων τοὺς Καρδούχους πολλοὺς συνειλεγμένους ἐν τοῖς ὅπλοις. ἐνταῦθα δὴ πολλὴ ἀθυμία ἦν τοῖς Ἕλλησιν, ὁρῶσι μὲν τοῦ ποταμοῦ τὴν δυσπορίαν, ὁρῶσι δὲ τοὺς διαβαίνειν κωλύσοντας, ὁρῶσι δὲ τοῖς διαβαίνουσιν ἐπικεισομένους τοὺς Καρδούχους ὄπισθεν.
而在他们前一天夜里停留的山上,他们看到许多卡尔杜基人全副武装地集结起来。此时希腊人心中大为沮丧,因为他们既看到了渡河的艰难,又看到了阻止渡河的敌人,还看到了卡尔杜基人将要从后方袭击渡河者。
ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ νύκτα ἔμειναν ἐν πολλῇ ἀπορίᾳ ὄντες. Ξενοφῶν δὲ ὄναρ εἶδεν· ἔδοξεν ἐν πέδαις δεδέσθαι, αὗται δὲ αὐτῷ αὐτόμαται περιρρυῆναι, ὥστε λυθῆναι καὶ διαβαίνειν ὁπόσον ἐβούλετο. ἐπεὶ δὲ ὄρθρος ἦν, ἔρχεται πρὸς τὸν Χειρίσοφον καὶ λέγει ὅτι ἐλπίδας ἔχει καλῶς ἔσεσθαι, καὶ διηγεῖται αὐτῷ τὸ ὄναρ.
于是,他们这一天一夜都在极度的困境中度过。然而色诺芬做了一个梦:他梦见自己被脚镣束缚,但脚镣自行脱落,以至于他重获自由,可以随心所欲地跨步前行。破晓时分,他来到海里斯福斯那里,告诉他自己抱有事情会顺利解决的希望,并向他讲述了这个梦。
ὁ δὲ ἥδετό τε καὶ ὡς τάχιστα ἕως ὑπέφαινεν ἐθύοντο πάντες παρόντες οἱ στρατηγοί· καὶ τὰ ἱερὰ καλὰ ἦν εὐθὺς ἐπὶ τοῦ πρώτου. καὶ ἀπιόντες ἀπὸ τῶν ἱερῶν οἱ στρατηγοὶ καὶ λοχαγοὶ παρήγγελλον τῇ στρατιᾷ ἀριστοποιεῖσθαι.
海里斯福斯大喜,天色刚露微明,全体在场的将军便一同献祭;祭品在初次献祭时便立即呈现吉兆。将军和连队长们离开祭祀地后,向部队传令用早饭。
καὶ ἀριστῶντι τῷ Ξενοφῶντι προσέτρεχον δύο νεανίσκω· ᾔδεσαν γὰρ πάντες ὅτι ἐξείη αὐτῷ καὶ ἀριστῶντι καὶ δειπνοῦντι προσελθεῖν καὶ εἰ καθεύδοι ἐπεγείραντα3 εἰπεῖν, εἴ τίς τι ἔχοι τῶν πρὸς τὸν πόλεμον.
正当色诺芬在用早饭时,两个年轻男子奔跑了过来;因为所有人都知道,无论他是在用早饭还是用晚饭,甚至在他睡觉时将他唤醒,只要有人有关于战事的事情,都可以前来向他禀告。
καὶ τότε ἔλεγον ὅτι τυγχάνοιεν φρύγανα συλλέγοντες ὡς ἐπὶ πῦρ, κἄπειτα κατίδοιεν ἐν τῷ πέραν ἐν πέτραις καθηκούσαις ἐπʼ αὐτὸν τὸν ποταμὸν γέροντά τε καὶ γυναῖκα καὶ παιδίσκας ὥσπερ μαρσίπους ἱματίων κατατιθεμένους ἐν πέτρᾳ ἀντρώδει.
此时他们报告说,他们当时碰巧正在捡拾柴火以供生火,随后看到在对岸一直延伸到河边的岩石间,有一位老人、一个妇人和几名女仆,正把看似装衣服的袋子藏进一个洞穴般的岩石中。
- 4.3.6πειρωμένοις
表判断者的与格(判断者与格/关涉与格),修饰从句动词 ἐφαίνετο,表示主体视角的感受,即“对尝试渡河的他们而言(水深显得没过了胸部)”。
- 4.3.6εἰ δὲ μή
惯用省略条件短语,意为“否则/若是如此”。承接前文的否定分句(οὔτʼ ἐν τῷ ὕδατι τὰ ὅπλα ἦν ἔχειν),省略了动词部分,假设与前述否定相反的情况(即“若在水中携带武器”)。
- 4.3.10ἐπεγείραντα
不定词 εἰπεῖν 的宾格逻辑主语分词。在非人称动词 ἐξείη 统摄的结构中,前面的与格代词 αὐτῷ 指色诺芬并作 προσελθεῖν 的补语,而此处逻辑主语对应下文条件句(εἴ τίς τι ἔχοι)中泛指的任何人,故采用宾格分词 ἐπεγείραντα。
