- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.2.14-4.2.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊军攻占最后一座山丘,却得知留守后方的分队遭敌歼灭;色诺芬通过停战谈判收回阵亡者遗体。全军会合后,两位将领交替抢占高地互相掩护行军,并与装备精良强悍的卡杜基弓箭手交战。
ἔτι δʼ αὐτοῖς τρίτος μαστὸς λοιπὸς ἦν πολὺ ὀρθιώτατος ὁ ὑπὲρ τῆς ἐπὶ τῷ πυρὶ καταληφθείσης φυλακῆς τῆς νυκτὸς ὑπὸ τῶν ἐθελοντῶν.
他们前面还剩下第三座更为陡峭的丘陵,位于夜间由志愿军在火堆旁夺取的岗哨之上。
ἐπεὶ δʼ ἐγγὺς ἐγένοντο οἱ Ἕλληνες, λείπουσιν οἱ βάρβαροι ἀμαχητὶ τὸν μαστόν, ὥστε θαυμαστὸν πᾶσι γενέσθαι καὶ ὑπώπτευον δείσαντας αὐτοὺς μὴ κυκλωθέντες πολιορκοῖντο ἀπολιπεῖν. οἱ δʼ ἄρα ἀπὸ τοῦ ἄκρου καθορῶντες τὰ ὄπισθεν γιγνόμενα πάντες ἐπὶ τοὺς ὀπισθοφύλακας ἐχώρουν.
当希腊人逼近时,蛮族未作战斗便弃守了该丘陵,这让所有人大感惊奇;希腊人猜测他们是害怕被合围困守而弃丘撤退的。然而,实际上蛮族从峰顶俯瞰到后方发生的事情,全员向后卫部队扑去。
καὶ Ξενοφῶν μὲν σὺν τοῖς νεωτάτοις ἀνέβαινεν ἐπὶ τὸ ἄκρον, τοὺς δὲ ἄλλους ἐκέλευσεν ὑπάγειν, ὅπως οἱ τελευταῖοι λόχοι προσμείξειαν, καὶ προελθόντας κατὰ τὴν ὁδὸν ἐν τῷ ὁμαλῷ θέσθαι τὰ ὅπλα εἶπε.
于是,色诺芬率领最年轻的战士登上峰顶,命令其余的人徐徐前行,以便后尾连队跟上会合,并吩咐他们在沿路前行至平地后就地整队驻防。
καὶ ἐν τούτῳ τῷ χρόνῳ ἦλθεν Ἀρχαγόρας ὁ Ἀργεῖος πεφευγὼς καὶ λέγει ὡς ἀπεκόπησαν ἀπὸ τοῦ λόφου καὶ ὅτι τεθνᾶσι Κηφισόδωρος καὶ Ἀμφικράτης καὶ ἄλλοι ὅσοι μὴ ἁλόμενοι κατὰ τῆς πέτρας πρὸς τοὺς ὀπισθοφύλακας ἀφίκοντο.
此时,阿尔戈斯人阿尔卡戈拉斯逃了过来,报告说他们被从山丘上截断,凯菲索多洛斯和阿姆菲克拉泰斯皆已阵亡,除了跳下岩石到达后卫部队的人之外,其他人也都已战死。
ταῦτα δὲ διαπραξάμενοι οἱ βάρβαροι ἧκον ἐπʼ ἀντίπορον λόφον τῷ μαστῷ· καὶ ὁ Ξενοφῶν διελέγετο αὐτοῖς διʼ ἑρμηνέως περὶ σπονδῶν καὶ τοὺς νεκροὺς ἀπῄτει.
蛮族在完成了这些事后,来到了与该丘陵相对的一座山丘上;色诺芬通过翻译与他们谈判停战事宜,并索要战死者的遗体。
οἱ δὲ ἔφασαν ἀποδώσειν ἐφʼ ᾧ μὴ καίειν τὰς οἰκίας.1 συνωμολόγει ταῦτα ὁ Ξενοφῶν. ἐν ᾧ δὲ τὸ μὲν ἄλλο στράτευμα παρῄει, οἱ δὲ ταῦτα διελέγοντο, πάντες οἱ ἐκ τούτου τοῦ τόπου συνερρύησαν· ἐνταῦθα ἵσταντο οἱ πολέμιοι.
蛮族表示,以不焚烧他们的房屋为条件归还遗体。色诺芬同意了这一点。当其余部队正在通过、双方正在进行这项谈判时,该地区的所有敌人都汇聚了过来;敌军遂在此集结。
καὶ ἐπεὶ ἤρξαντο καταβαίνειν ἀπὸ τοῦ μαστοῦ πρὸς τοὺς ἄλλους ἔνθα τὰ ὅπλα ἔκειντο, ἵεντο δὴ οἱ πολέμιοι πολλῷ πλήθει καὶ θορύβῳ· καὶ ἐπεὶ ἐγένοντο ἐπὶ τῆς κορυφῆς τοῦ μαστοῦ ἀφʼ οὗ Ξενοφῶν κατέβαινεν, ἐκυλίνδουν πέτρους· καὶ ἑνὸς μὲν κατέαξαν τὸ σκέλος, Ξενοφῶντα δὲ ὁ ὑπασπιστὴς ἔχων τὴν ἀσπίδα ἀπέλιπεν·
当色诺芬等人开始从丘陵向下走到集结阵列的其余人那里时,敌人便以极多的人数和喧闹的喊杀声冲了下来;当他们到达色诺芬正在往下走的丘陵顶峰时,便滚下巨石;他们砸断了一名士兵的腿,而色诺芬的持盾侍从带着盾牌逃离抛弃了他。
Εὐρύλοχος δὲ Λουσιεὺς προσέδραμεν αὐτῷ ὁπλίτης, καὶ πρὸ ἀμφοῖν προβεβλημένος2 ἀπεχώρει, καὶ οἱ ἄλλοι πρὸς τοὺς συντεταγμένους ἀπῆλθον.
但卢西人欧律罗科斯作为一名重装步兵冲向他,举盾护住两人一同撤退,其余人也退回到了整装列队的部队之中。
ἐκ δὲ τούτου πᾶν ὁμοῦ ἐγένετο τὸ Ἑλληνικόν, καὶ ἐσκήνησαν αὐτοῦ ἐν πολλαῖς καὶ καλαῖς οἰκίαις καὶ ἐπιτηδείοις δαψιλέσι· καὶ γὰρ οἶνος πολὺς ἦν, ὥστε ἐν λάκκοις κονιατοῖς εἶχον.
自此希腊全军会合,他们在那里宿营,当地有许多漂亮的房屋和充足的给养;因为有极多的葡萄酒,以至于储存在涂抹了灰浆的蓄水池中。
Ξενοφῶν δὲ καὶ Χειρίσοφος διεπράξαντο ὥστε λαβόντες τοὺς νεκροὺς ἀπέδοσαν τὸν ἡγεμόνα· καὶ πάντα ἐποίησαν τοῖς ἀποθανοῦσιν ἐκ τῶν δυνατῶν ὥσπερ νομίζεται ἀνδράσιν ἀγαθοῖς.
色诺芬与海里斯福斯达成协议,领回战死者的遗体后归还了向导;他们依照对待勇士的传统习俗,尽力为死者料理了全部葬仪。
τῇ δὲ ὑστεραίᾳ ἄνευ ἡγεμόνος ἐπορεύοντο· μαχόμενοι δʼ οἱ πολέμιοι καὶ ὅπῃ εἴη στενὸν χωρίον προκαταλαμβάνοντες ἐκώλυον τὰς παρόδους.
次日,他们在没有向导的情况下行军;敌人一路迎战,凡有狭窄之处便预先占领,阻挡通行。
ὁπότε μὲν οὖν τοὺς πρώτους κωλύοιεν, Ξενοφῶν ὄπισθεν ἐκβαίνων πρὸς τὰ ὄρη ἔλυε τὴν ἀπόφραξιν τῆς ὁδοῦ τοῖς πρώτοις ἀνωτέρω πειρώμενος γίγνεσθαι τῶν κωλυόντων, ὁπότε δὲ τοῖς ὄπισθεν ἐπιθοῖντο, Χειρίσοφος ἐκβαίνων καὶ πειρώμενος ἀνωτέρω γίγνεσθαι τῶν κωλυόντων ἔλυε τὴν ἀπόφραξιν τῆς παρόδου τοῖς ὄπισθεν· καὶ ἀεὶ οὕτως ἐβοήθουν ἀλλήλοις καὶ ἰσχυρῶς ἀλλήλων ἐπεμέλοντο.
每当敌人阻挡前锋时,色诺芬便从后方登上山岭,力求高过阻挡之敌,从而为前锋解除了道路的封锁;而每当敌人袭击后方时,海里斯福斯便登上山地,力求高过阻挡之敌,从而为后方解除了通道的封锁;他们就这样始终互相支援,彼此深切关照。
ἦν δὲ καὶ ὁπότε αὐτοῖς τοῖς ἀναβᾶσι πολλὰ πράγματα παρεῖχον οἱ βάρβαροι πάλιν καταβαίνουσιν· ἐλαφροὶ γὰρ ἦσαν ὥστε καὶ ἐγγύθεν φεύγοντες ἀποφεύγειν· οὐδὲν γὰρ εἶχον ἄλλο ἢ τόξα καὶ σφενδόνας.
然而,当登上山岭的人再次下山时,蛮族有时也会给他们带来极大的麻烦;因为蛮族身轻如燕,即使近距离逃跑也能脱身,盖因他们除弓与投石器外别无长物。
ἄριστοι δὲ καὶ τοξόται ἦσαν· εἶχον δὲ τόξα ἐγγὺς τριπήχη, τὰ δὲ τοξεύματα πλέον ἢ διπήχη· εἷλκον δὲ τὰς νευρὰς ὁπότε τοξεύοιεν πρὸς τὸ κάτω τοῦ τόξου τῷ ἀριστερῷ ποδὶ προσβαίνοντες. τὰ δὲ τοξεύματα ἐχώρει διὰ τῶν ἀσπίδων καὶ διὰ τῶν θωράκων. ἐχρῶντο δὲ αὐτοῖς οἱ Ἕλληνες, ἐπεὶ λάβοιεν, ἀκοντίοις ἐναγκυλῶντες.3 ἐν τούτοις τοῖς χωρίοις οἱ Κρῆτες χρησιμώτατοι ἐγένοντο. ἦρχε δὲ αὐτῶν Στρατοκλῆς Κρής.
他们亦是极出色的射手;其弓长近三肘,箭长两肘有余;每当射箭时,他们便以左脚踏住弓的下端拉开弓弦。其箭矢贯穿盾牌与胸甲。希腊人一旦拾获这些箭,便套上皮条作为标枪使用。在这些地形中,克里特人发挥了极大作用,统领他们的是克里特人斯特拉托克勒斯。
- 4.2.19ἐφʼ ᾧ μὴ καίειν τὰς οἰκίας
介词短语 ἐφʼ ᾧ 接不定词,表示“以……为条件”(on condition that)。条件性不定词从句中规则地使用否定词 μή 而非 οὐ。
- 4.2.21πρὸ ἀμφοῖν προβεβλημένος
προβεβλημένος 是 προβάλλω 的中动态完成时分词,具有反身/自护的军事含义:“将(盾牌)推至身前防卫”。直接宾语(τὴν ἀσπίδα)承前省略。
- 4.2.28ἐχρῶντο δὲ αὐτοῖς οἱ Ἕλληνες, ἐπεὶ λάβοιεν, ἀκοντίοις ἐναγκυλῶντες
动词 χράομαι 支配与格宾语 αὐτοῖς,而第二个与格 ἀκοντίοις 起述语性与格作用(“将它们作为标枪使用”)。分词 ἐναγκυλῶντες 表手段或方式,意为“套上皮条(ἀγκύλη)”。
