← 色诺芬

长征记

§4.2.1-4.2.13

迂回奇袭敌哨与夺占狭道丘陵

希腊军的一支分队经由迂回路夜袭并击溃敌军前哨,次晨与主力部队协同突击击退狭道之敌;色诺芬为确保辎重队安全,依次攻占俯瞰道路的山丘并部署守备以保障行军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.1

καὶ ἦν μὲν δείλη, οἱ δʼ ἐκέλευον αὐτοὺς ἐμφαγόντας πορεύεσθαι. καὶ τὸν ἡγεμόνα δήσαντες παραδιδόασιν αὐτοῖς, καὶ συντίθενται τὴν μὲν νύκτα, ἢν λάβωσι τὸ ἄκρον, τὸ χωρίον φυλάττειν, ἅμα δὲ τῇ ἡμέρᾳ τῇ σάλπιγγι σημαίνειν· καὶ τοὺς μὲν ἄνω ὄντας ἰέναι ἐπὶ τοὺς κατέχοντας τὴν φανερὰν ἔκβασιν, αὐτοὶ δὲ συμβοηθήσειν1 ἐκβαίνοντες ὡς ἂν δύνωνται τάχιστα.

时已傍晚,将领们命令他们吃些东西后便出发。他们捆绑好向导并移交给他们,双方约定:若占领制高点,便在夜间据守该处,黎明时以号角为号;居高者向占领显露通道之敌发起攻击,而他们自己则尽速攀登接应支援。

§4.2.2

ταῦτα συνθέμενοι οἱ μὲν ἐπορεύοντο πλῆθος ὡς δισχίλιοι· καὶ ὕδωρ πολὺ ἦν ἐξ οὐρανοῦ· Ξενοφῶν δὲ ἔχων τοὺς ὀπισθοφύλακας ἡγεῖτο πρὸς τὴν φανερὰν ἔκβασιν, ὅπως ταύτῃ τῇ ὁδῷ οἱ πολέμιοι προσέχοιεν τὸν νοῦν καὶ ὡς μάλιστα λάθοιεν οἱ περιιόντες.

商定之后,这支约两千人的队伍便出发了;天降大雨。色诺芬则率领后卫部队向显露的通道前进,以便让敌人将注意力集中于此路,从而使迂回包抄者尽可能不被察觉。

§4.2.3

ἐπεὶ δὲ ἦσαν ἐπὶ χαράδρᾳ οἱ ὀπισθοφύλακες ἣν ἔδει διαβάντας πρὸς τὸ ὄρθιον ἐκβαίνειν, τηνικαῦτα ἐκύλινδον οἱ βάρβαροι ὁλοιτρόχους ἁμαξιαίους καὶ μείζους καὶ ἐλάττους, οἳ φερόμενοι πρὸς τὰς πέτρας παίοντες διεσφενδονῶντο· καὶ παντάπασιν οὐδὲ πελάσαι οἷόν τʼ ἦν τῇ εἰσόδῳ.

当后卫部队到达一处必须穿过才能向陡坡攀登的深沟时,蛮族便滚下大车般大小以及更大或更小的滚石,这些巨石撞击岩石,四散飞溅;人们甚至完全无法靠近入口。

§4.2.4

ἔνιοι δὲ τῶν λοχαγῶν, εἰ μὴ ταύτῃ δύναιντο, ἄλλῃ ἐπειρῶντο· καὶ ταῦτα ἐποίουν μέχρι σκότος ἐγένετο· ἐπεὶ δὲ ᾤοντο ἀφανεῖς εἶναι ἀπιόντες, τότε ἀπῆλθον ἐπὶ τὸ δεῖπνον· ἐτύγχανον δὲ καὶ ἀνάριστοι ὄντες αὐτῶν οἱ ὀπισθοφυλακήσαντες. οἱ μέντοι πολέμιοι οὐδὲν ἐπαύσαντο διʼ ὅλης τῆς νυκτὸς κυλίνδοντες τοὺς λίθους· τεκμαίρεσθαι δʼ ἦν τῷ ψόφῳ.

部分百夫长在此处无法通过,便在别处尝试;他们一直持续到天黑。当他们认为可以在不被发现的情况下撤退时,方才退回吃晚饭;后卫部队中的这些人甚至连早饭也未曾吃过。然而敌人整夜未曾停止滚落石块,这从声响中即可得知。

§4.2.5

οἱ δʼ ἔχοντες τὸν ἡγεμόνα κύκλῳ περιιόντες καταλαμβάνουσι τοὺς φύλακας ἀμφὶ πῦρ καθημένους· καὶ τοὺς μὲν κατακαίνοντες τοὺς δὲ καταδιώξαντες αὐτοὶ ἐνταῦθʼ ἔμενον ὡς τὸ ἄκρον κατέχοντες.

带领向导迂回前行的人则遇到了围火而坐的敌军岗哨;他们斩杀数人,击溃其余人,自己留驻该处,自以为已占领了制高点。

§4.2.6

οἱ δʼ οὐ κατεῖχον, ἀλλὰ μαστὸς ἦν ὑπὲρ αὐτῶν παρʼ ὃν ἦν ἡ στενὴ αὕτη ὁδὸς ἐφʼ ᾗ ἐκάθηντο οἱ φύλακες. ἔφοδος μέντοι αὐτόθεν ἐπὶ τοὺς πολεμίους ἦν οἳ ἐπὶ τῇ φανερᾷ ὁδῷ ἐκάθηντο.

但他们并未占领,因为在他们上方还有一座丘陵,岗哨原先所坐的狭道正是沿着此丘延伸的。不过,从此处确实有一条进攻坐守显露通道之敌的通路。

§4.2.7

καὶ τὴν μὲν νύκτα ἐνταῦθα διήγαγον· ἐπεὶ δʼ ἡμέρα ὑπέφαινεν, ἐπορεύοντο σιγῇ συντεταγμένοι ἐπὶ τοὺς πολεμίους· καὶ γὰρ ὁμίχλη ἐγένετο, ὥστʼ ἔλαθον ἐγγὺς προσελθόντες. ἐπεὶ δὲ εἶδον ἀλλήλους, ἥ τε σάλπιγξ ἐφθέγξατο καὶ ἀλαλάξαντες ἵεντο ἐπὶ τοὺς ἀνθρώπους· οἱ δὲ οὐκ ἐδέξαντο, ἀλλὰ λιπόντες τὴν ὁδὸν φεύγοντες ὀλίγοι ἀπέθνῃσκον· εὔζωνοι γὰρ ἦσαν.

于是他们在那里度过了这一夜;黎明渐露时,他们排成阵列,静悄悄地向敌人进军;当时大雾弥漫,因而他们逼近近前亦未被察觉。当彼此看清时,号角鸣响,他们发出战吼向敌军冲去;敌人未敢迎战,弃路溃逃,但因行动轻便,阵亡者甚少。

§4.2.8

οἱ δὲ ἀμφὶ Χειρίσοφον ἀκούσαντες τῆς σάλπιγγος εὐθὺς ἵεντο ἄνω κατὰ τὴν φανερὰν ὁδόν· ἄλλοι δὲ τῶν στρατηγῶν κατὰ ἀτριβεῖς ὁδοὺς ἐπορεύοντο ᾗ ἔτυχον ἕκαστοι ὄντες, καὶ ἀναβάντες ὡς ἐδύναντο ἀνίμων ἀλλήλους τοῖς δόρασι.

海里斯福斯一部闻听号角,立即沿着显露的通道向上冲击;其余将领则在各自所在之处经由未经践踏的路径攀登,他们竭力向上,用长矛互相拉拽协助。

§4.2.9

καὶ οὗτοι πρῶτοι συνέμειξαν τοῖς προκαταλαβοῦσι τὸ χωρίον. Ξενοφῶν δὲ ἔχων τῶν ὀπισθοφυλάκων τοὺς ἡμίσεις ἐπορεύετο ᾗπερ οἱ τὸν ἡγεμόνα ἔχοντες· εὐοδωτάτη γὰρ ἦν τοῖς ὑποζυγίοις· τοὺς δὲ ἡμίσεις ὄπισθεν τῶν ὑποζυγίων ἔταξε.

这些人最先与预先占领要地者会合。色诺芬则率领半数后卫部队循着带领向导的人所走之路径前行,因为此路对辎重牲畜而言最为平易;他将另一半后卫部队部署在辎重之后。

§4.2.10

πορευόμενοι δʼ ἐντυγχάνουσι λόφῳ ὑπὲρ τῆς ὁδοῦ κατειλημμένῳ ὑπὸ τῶν πολεμίων, οὓς ἢ ἀποκόψαι ἦν ἀνάγκη ἢ διεζεῦχθαι ἀπὸ τῶν ἄλλων Ἑλλήνων. καὶ αὐτοὶ μὲν ἂν ἐπορεύθησαν ᾗπερ οἱ ἄλλοι, τὰ δὲ ὑποζύγια οὐκ ἦν ἄλλῃ ἢ ταύτῃ ἐκβῆναι.

前行之中,他们遇到一座俯瞰道路且已被敌人占领的山丘,他们非击退此敌不可,否则便会与其余希腊人被隔绝。士兵自己本可走他人所走之路,但对辎重牲畜而言,除此以外别无攀登之路。

§4.2.11

ἔνθα δὴ παρακελευσάμενοι ἀλλήλοις προσβάλλουσι πρὸς τὸν λόφον ὀρθίοις τοῖς λόχοις,2 οὐ κύκλῳ ἀλλὰ καταλιπόντες ἄφοδον τοῖς πολεμίοις, εἰ βούλοιντο φεύγειν.

于是他们彼此勉励,以纵队向山丘发起冲击,并非四面包围,而是给敌人留出退路,任其溃逃。

§4.2.12

καὶ τέως μὲν αὐτοὺς ἀναβαίνοντας ὅπῃ ἐδύναντο ἕκαστος οἱ βάρβαροι ἐτόξευον καὶ ἔβαλλον, ἐγγὺς δʼ οὐ προσίεντο, ἀλλὰ φυγῇ λείπουσι τὸ χωρίον. καὶ τοῦτόν τε παρεληλύθεσαν οἱ Ἕλληνες καὶ ἕτερον ὁρῶσιν ἔμπροσθεν λόφον κατεχόμενον ἐπὶ τοῦτον αὖθις ἐδόκει πορεύεσθαι.

起初,当希腊人各自竭力攀登时,蛮族不断放箭投石,却不待近战,便弃地溃逃。希腊人通过了此山丘,又见前方另一座山丘被敌占据,遂决定再次向其进发。

§4.2.13

ἐννοήσας δʼ ὁ Ξενοφῶν μή, εἰ ἔρημον καταλίποι τὸν ἡλωκότα λόφον, πάλιν λαβόντες οἱ πολέμιοι ἐπιθοῖντο3 τοῖς ὑποζυγίοις παριοῦσιν (ἐπὶ πολὺ δʼ ἦν τὰ ὑποζύγια ἅτε διὰ στενῆς τῆς ὁδοῦ πορευόμενα), καταλείπει ἐπὶ τοῦ λόφου λοχαγοὺς Κηφισόδωρον Κηφισοφῶντος Ἀθηναῖον καὶ Ἀμφικράτην Ἀμφιδήμου Ἀθηναῖον καὶ Ἀρχαγόραν Ἀργεῖον φυγάδα, αὐτὸς δὲ σὺν τοῖς λοιποῖς ἐπορεύετο ἐπὶ τὸν δεύτερον λόφον, καὶ τῷ αὐτῷ τρόπῳ καὶ τοῦτον αἱροῦσιν.

然而色诺芬考虑到,若弃守已攻克之山丘,敌人一旦重占,便可能袭击正在通过的辎重牲畜(由于行经狭路,辎重队伍拖得很长),于是他在山丘上留下了几名百夫长:雅典人凯菲索丰之子凯菲索多洛斯、雅典人阿姆菲德摩斯之子阿姆菲克拉泰斯,以及阿尔戈斯流亡者阿尔卡戈拉斯;他自己则率余部向第二座山丘进军,并以同样方式将其攻克。

语法注3 条
  1. 4.2.1αὐτοὶ δὲ συμβοηθήσειν

    受动词 συντίθενται(约定)支配的间接引语及约定内容。前文的不定式主语使用宾格(τοὺς μὲν ἄνω ὄντας ἰέναι),而此处主语使用主格 αὐτοί,因为其与主句动词的主语(订立约定的将领们自己)一致。同时,语气从表示规定或指令的现在时不定式(φυλάττειν, σημαίνειν, ἰέναι)转变为表示承诺保证的将来时不定式(συμβοηθήσειν)。

  2. 4.2.11ὀρθίοις τοῖς λόχοις

    方式与格,形容词 ὀρθίοις 置于冠词 τοῖς 之外呈表语位置。作为军事战术术语,指各连队不展开为横队,而是“以纵队形式”发起冲锋。

  3. 4.2.13ἐννοήσας δʼ ὁ Ξενοφῶν μή, εἰ ἔρημον καταλίποι τὸν ἡλωκότα λόφον, πάλιν λαβόντες οἱ πολέμιοι ἐπιθοῖντο

    由表示担忧的动词分词 ἐννοήσας 引导的畏惧/防范从句(μή + 希求法 ἐπιθοῖντο),其内部嵌套了一个历史时态序列中的条件从句(εἰ + 希求法 καταλίποι)。希求法间接反映了色诺芬当时的顾虑与内心思考:“担忧若将攻下的山丘弃置不顾,敌人会重新占领并突袭”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.2.1-4.2.13