- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume III Expeditio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.1.14-4.1.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
暴风雨与敌军夹击下后卫损失两名勇士,色诺芬责问海里斯福斯后得知前路隘口已被敌阻截,遂凭设伏俘虏探出一条迂回小径,众军官纷纷请缨抢占险峰。
ἐπεὶ δὲ ἀριστήσαντες ἐπορεύοντο, ὑποστήσαντες ἐν τῷ στενῷ οἱ στρατηγοί, εἴ τι εὑρίσκοιεν τῶν εἰρημένων μὴ ἀφειμένον, ἀφῃροῦντο, οἱ δʼ ἐπείθοντο, πλὴν εἴ τις ἔκλεψεν, οἷον ἢ παιδὸς ἐπιθυμήσας ἢ γυναικὸς τῶν εὐπρεπῶν. καὶ ταύτην μὲν τὴν ἡμέραν οὕτως ἐπορεύθησαν, τὰ μέν τι μαχόμενοι τὰ δὲ καὶ ἀναπαυόμενοι.
早饭后,他们开始行军,将领们驻守在狭道处,凡发现上述物品中未被交出者,便予没收;士兵们皆予服从,除非有人暗中隐匿,例如贪恋美貌的男童或妇人。这一天他们便如此前行,时而战斗,时而歇息。
εἰς δὲ τὴν ὑστεραίαν γίγνεται χειμὼν πολύς, ἀναγκαῖον δʼ ἦν πορεύεσθαι· οὐ γὰρ ἦν ἱκανὰ τἀπιτήδεια. καὶ ἡγεῖτο μὲν Χειρίσοφος, ὠπισθοφυλάκει δὲ Ξενοφῶν.
次日狂风暴雨大作,但行军势在必行,因粮饷已不足。海里斯福斯在前引路,色诺芬统领后卫。
καὶ οἱ πολέμιοι ἰσχυρῶς ἐπετίθεντο, καὶ στενῶν ὄντων τῶν χωρίων ἐγγὺς προσιόντες ἐτόξευον καὶ ἐσφενδόνων· ὥστε ἠναγκάζοντο οἱ Ἕλληνες ἐπιδιώκοντες καὶ πάλιν ἀναχάζοντες σχολῇ πορεύεσθαι· καὶ θαμινὰ παρήγγελλεν ὁ Ξενοφῶν ὑπομένειν, ὅτε οἱ πολέμιοι ἰσχυρῶς ἐπικέοιντο.
敌人发起猛烈袭击,由于地形狭隘,他们逼近放箭投石;希腊人被迫时而追击时而退回,只能缓慢前行;每当敌人猛攻吃紧,色诺芬便屡次传令暂停。
ἐνταῦθα ὁ Χειρίσοφος ἄλλοτε μὲν ὅτε παρεγγυῷτο ὑπέμενε, τότε δὲ οὐχ ὑπέμενεν, ἀλλʼ ἦγε ταχέως καὶ παρηγγύα ἕπεσθαι, ὥστε δῆλον ἦν ὅτι πρᾶγμά τι εἴη· σχολὴ δʼ οὐκ ἦν ἰδεῖν παρελθόντι τὸ αἴτιον τῆς σπουδῆς· ὥστε ἡ πορεία ὁμοία φυγῇ ἐγίγνετο τοῖς ὀπισθοφύλαξι.
在此时,海里斯福斯平时只要接到传令便会停下,这次却没有停步,反而快步引路并下令跟进,因而显见必有变故;但后方之人无法抽身前去查看催促急行的缘由;结果后卫的行军变得如同溃逃一般。
καὶ ἐνταῦθα ἀποθνῄσκει ἀνὴρ ἀγαθὸς Λακωνικὸς Λεώνυμος τοξευθεὶς διὰ τῆς ἀσπίδος καὶ τῆς σπολάδος εἰς τὰς πλευράς, καὶ Βασίας Ἀρκὰς διαμπερὲς τὴν κεφαλήν.
此时,拉哥尼亚勇士莱奥尼穆斯战死,箭矢穿透盾牌与胸甲射入其肋部;阿卡迪亚人巴西亚斯亦被射穿头颅阵亡。
ἐπεὶ δὲ ἀφίκοντο ἐπὶ σταθμόν, εὐθὺς ὥσπερ εἶχεν1 ὁ Ξενοφῶν ἐλθὼν πρὸς τὸν Χειρίσοφον ᾐτιᾶτο αὐτὸν ὅτι οὐχ ὑπέμενεν, ἀλλʼ ἠναγκάζοντο φεύγοντες ἅμα μάχεσθαι. καὶ νῦν δύο καλώ τε καὶ ἀγαθὼ ἄνδρε τέθνατον καὶ οὔτε ἀνελέσθαι οὔτε θάψαι ἐδυνάμεθα.
抵达驻扎地后,色诺芬当即原样前去见海里斯福斯,责备他为何不停步等待,以致他们被迫一面溃逃一面战斗。“如今两位英勇的健儿已经阵亡,我们既无法收敛他们的遗体,亦未能将其安葬。”
ἀποκρίνεται ὁ Χειρίσοφος· βλέψον, ἔφη, πρὸς τὰ ὄρη καὶ ἰδὲ ὡς ἄβατα πάντα ἐστί· μία δʼ αὕτη ὁδὸς ἣν ὁρᾷς ὀρθία, καὶ ἐπὶ ταύτῃ ἀνθρώπων ὁρᾶν ἔξεστί σοι ὄχλον τοσοῦτον, οἳ κατειληφότες φυλάττουσι τὴν ἔκβασιν.
海里斯福斯回答道:“你抬头看看群山,瞧瞧各处是何等难以攀越;你所见的这唯一通道十分陡峭,且在上面你可看到如此庞大的一群人,他们已据守隘口严加把守。
ταῦτʼ ἐγὼ ἔσπευδον καὶ διὰ τοῦτό σε οὐχ ὑπέμενον, εἴ πως δυναίμην φθάσαι2 πρὶν κατειλῆφθαι τὴν ὑπερβολήν· οἱ δʼ ἡγεμόνες οὓς ἔχομεν οὔ φασιν εἶναι ἄλλην ὁδόν.
我之所以匆忙急进且为此未曾等你,正是希望或能在隘口被完全占领前抢先一步;而我们拥有的向导皆声称并无别路。”
ὁ δὲ Ξενοφῶν λέγει· ἀλλʼ ἐγὼ ἔχω δύο ἄνδρας. ἐπεὶ γὰρ ἡμῖν πράγματα παρεῖχον, ἐνηδρεύσαμεν, ὅπερ ἡμᾶς καὶ ἀναπνεῦσαι ἐποίησε, καὶ ἀπεκτείναμέν τινας αὐτῶν, καὶ ζῶντας προυθυμήθημεν λαβεῖν αὐτοῦ τούτου ἕνεκα ὅπως ἡγεμόσιν εἰδόσι τὴν χώραν χρησαίμεθα.
色诺芬说道:“但我手头有两个人。因为当敌人给我们制造麻烦时,我们设下了伏击——这也让我们得以喘息——杀死了其中数人,并竭力生俘他们,正是为了能利用熟悉此地地形之人作为向导。”
καὶ εὐθὺς ἀγαγόντες τοὺς ἀνθρώπους ἤλεγχον διαλαβόντες εἴ τινα εἰδεῖεν ἄλλην ὁδὸν ἢ τὴν φανεράν. ὁ μὲν οὖν ἕτερος οὐκ ἔφη μάλα πολλῶν φόβων προσαγομένων· ἐπεὶ δὲ οὐδὲν ὠφέλιμον ἔλεγεν, ὁρῶντος τοῦ ἑτέρου κατεσφάγη.
他们随即带出这两人,将其分开审问,看他们是否知晓显露之通道以外的别路。其中一人虽经受重重威胁,仍坚称不知;见他说不出有用之言,便当着另一人的面将其割喉处决。
ὁ δὲ λοιπὸς ἔλεξεν ὅτι οὗτος μὲν οὐ φαίη διὰ ταῦτα εἰδέναι, ὅτι αὐτῷ ἐτύγχανε θυγάτηρ ἐκεῖ παρʼ ἀνδρὶ ἐκδεδομένη· αὐτὸς δʼ ἔφη ἡγήσεσθαι δυνατὴν καὶ ὑποζυγίοις πορεύεσθαι ὁδόν.
剩下的一人说,那人之所以推托不知,是因为他在那边恰好有一个出嫁的女儿;而他自己则表示愿意领路,走一条连辎重牲畜亦能通行的道路。
ἐρωτώμενος δʼ εἰ εἴη τι ἐν αὐτῇ δυσπάριτον χωρίον, ἔφη εἶναι ἄκρον ὃ εἰ μή τις προκαταλήψοιτο, ἀδύνατον ἔσεσθαι παρελθεῖν.3
当被问及途中是否有难以逾越的险处时,他说有一处制高点,若不预先将其抢占,便绝无通过之可能。
ἐνταῦθα δʼ ἐδόκει συγκαλέσαντας λοχαγοὺς καὶ πελταστὰς καὶ τῶν ὁπλιτῶν λέγειν τε τὰ παρόντα καὶ ἐρωτᾶν εἴ τις αὐτῶν ἔστιν ὅστις ἀνὴρ ἀγαθὸς ἐθέλοι ἂν γενέσθαι καὶ ὑποστὰς ἐθελοντὴς πορεύεσθαι.
于是将领们决定召集百夫长、轻盾兵以及部分重装兵,说明眼下局势,并询问他们当中是否有人愿意彰显勇武,作为志愿兵挺身前往。
ὑφίσταται τῶν μὲν ὁπλιτῶν Ἀριστώνυμος Μεθυδριεὺς καὶ Ἀγασίας Στυμφάλιος, ἀντιστασιάζων δὲ αὐτοῖς Καλλίμαχος Παρράσιος ἔφη ἐθέλειν πορεύεσθαι προσλαβὼν ἐθελοντὰς ἐκ παντὸς τοῦ στρατεύματος· ἐγὼ γάρ, ἔφη, οἶδα ὅτι ἕψονται πολλοὶ τῶν νέων ἐμοῦ ἡγουμένου.
重装兵中,美狄德利翁人阿里斯托纽摩斯与斯廷法罗斯人阿伽西亚斯挺身应募;与他们相争的帕拉西亚人卡利马库斯则称,自己愿从全军中招募志愿人员一同前往:“因为我知道,”他说,“只要由我带队,许多青年定会相从。”
ἐκ τούτου ἐρωτῶσιν εἴ τις καὶ τῶν γυμνήτων ταξιάρχων ἐθέλοι συμπορεύεσθαι. ὑφίσταται Ἀριστέας Χῖος, ὃς πολλαχοῦ πολλοῦ ἄξιος τῇ στρατιᾷ εἰς τὰ τοιαῦτα ἐγένετο.
随后,他们又询问轻装兵的军官中是否有愿同往者。希俄斯人阿里斯忒亚斯挺身应募,此人曾在许多场合为此类行动立下过大功。
- 4.1.19ὥσπερ εἶχεν
意为“按原样”、“顾不得更换甲胄/停步”的习语。表现出色诺芬在后卫恶战刚结束抵达宿营地后,未经休整停歇便直接前去质问海里斯福斯的急迫情态。
- 4.1.21εἴ πως δυναίμην φθάσαι
由 εἴ πως 引出的从句,表示目的、期望或企图(“指望或能抢先一步”)。由于从属于过去时主动词 ἔσπευδον,故在历史时态后使用希求法 δυναίμην。
- 4.1.25ὃ εἰ μή τις προκαταλήψοιτο, ἀδύνατον ἔσεσθαι παρελθεῖν
从属于 ἔφη 的间接引语中的关系条件句。直接引语中的将来直陈式(εἰ μή τις προκαταλήψεται... ἀδύνατον ἔσται)在历史时态后,条件从句变为将来希求法 προκαταλήψοιτο,主句变为将来不定式 ἔσεσθαι。
