← 色诺芬

长征记

§4.1.1-4.1.13

进军卡尔杜基山区与削减辎重

希腊军趁夜色行军进入山区,占领了居民弃逃的村庄,但后卫部队在翻越狭道时遭到卡尔杜基人的伏击。次日清晨,将领们决定舍弃多余的辎重牲畜并释放新俘虏,以加快行军速度并减轻给养负担。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.1

(译文中已并入上一段)
§4.1.5

ἡνίκα δʼ ἦν ἀμφὶ τὴν τελευταίαν φυλακὴν καὶ ἐλείπετο τῆς νυκτὸς ὅσον σκοταίους διελθεῖν τὸ πεδίον,1 τηνικαῦτα ἀναστάντες ἀπὸ παραγγέλσεως πορευόμενοι ἀφικνοῦνται ἅμα τῇ ἡμέρᾳ πρὸς τὸ ὄρος.

正值第四更左右,黑夜尚余足够在黑暗中穿过平原的时间,他们奉号令而起,行军并在破晓时分抵达山前。

§4.1.6

ἔνθα δὴ Χειρίσοφος μὲν ἡγεῖτο τοῦ στρατεύματος λαβὼν τὸ ἀμφʼ αὑτὸν καὶ τοὺς γυμνῆτας πάντας, Ξενοφῶν δὲ σὺν τοῖς ὀπισθοφύλαξιν ὁπλίταις εἵπετο οὐδένα ἔχων γυμνῆτα· οὐδεὶς γὰρ κίνδυνος ἐδόκει εἶναι μή τις ἄνω πορευομένων ἐκ τοῦ ὄπισθεν ἐπίσποιτο.2

于是,海里斯福斯率领本部及全部轻装兵在全军前方开路,色诺芬则率领后卫的重装兵在后跟进,未带一名轻装兵;因为看来在向上行军时,绝无后方有人追击的危险。

§4.1.7

καὶ ἐπὶ μὲν τὸ ἄκρον ἀναβαίνει Χειρίσοφος πρίν τινας αἰσθέσθαι τῶν πολεμίων· ἔπειτα δʼ ὑφηγεῖτο· ἐφείπετο δὲ ἀεὶ τὸ ὑπερβάλλον τοῦ στρατεύματος εἰς τὰς κώμας τὰς ἐν τοῖς ἄγκεσί τε καὶ μυχοῖς τῶν ὀρέων.

海里斯福斯在敌人察觉之前便登上了山顶;随后在前引路;大军凡翻过山梁的部分,都相继向下进入位于山间峡谷与隐秘洼地的村落中。

§4.1.8

ἔνθα δὴ οἱ μὲν Καρδοῦχοι ἐκλιπόντες τὰς οἰκίας ἔχοντες καὶ γυναῖκας καὶ παῖδας ἔφευγον ἐπὶ τὰ ὄρη. τὰ δὲ ἐπιτήδεια πολλὰ ἦν λαμβάνειν, ἦσαν δὲ καὶ χαλκώμασι παμπόλλοις κατεσκευασμέναι αἱ οἰκίαι, ὧν οὐδὲν ἔφερον οἱ Ἕλληνες, οὐδὲ τοὺς ἀνθρώπους ἐδίωκον, ὑποφειδόμενοι, εἴ πως ἐθελήσειαν3 οἱ Καρδοῦχοι διιέναι αὐτοὺς ὡς διὰ φιλίας τῆς χώρας, ἐπείπερ βασιλεῖ πολέμιοι ἦσαν·

于是,卡尔杜基人抛下房屋,带着妇孺逃奔山中。那里有充足的补给可供取用,屋中也备有大量的青铜器具,但希腊人一件也未拿走,亦未追赶这些人,而是对他们手下留情,期盼卡尔杜基人或许肯让他们经由此地通行,如同穿过友好地区一样,因为他们本是国王的敌人。

§4.1.9

τὰ μέντοι ἐπιτήδεια ὅτῳ τις ἐπιτυγχάνοι ἐλάμβανεν· ἀνάγκη γὰρ ἦν. οἱ δὲ Καρδοῦχοι οὔτε καλούντων ὑπήκουον οὔτε ἄλλο φιλικὸν οὐδὲν ἐποίουν.

然而,凡有人遇到补给便予取用,因情势所迫。卡尔杜基人既不理会呼唤,亦无任何友善之举。

§4.1.10

ἐπεὶ δὲ οἱ τελευταῖοι τῶν Ἑλλήνων κατέβαινον εἰς τὰς κώμας ἀπὸ τοῦ ἄκρου ἤδη σκοταῖοι (διὰ γὰρ τὸ στενὴν εἶναι τὴν ὁδὸν ὅλην τὴν ἡμέραν ἡ ἀνάβασις αὐτοῖς ἐγένετο καὶ κατάβασις), τότε δὴ συλλεγέντες τινὲς τῶν Καρδούχων τοῖς τελευταίοις ἐπετίθεντο, καὶ ἀπέκτεινάν τινας καὶ λίθοις καὶ τοξεύμασι κατέτρωσαν, ὀλίγοι ὄντες· ἐξ ἀπροσδοκήτου γὰρ αὐτοῖς ἐπέπεσε τὸ Ἑλληνικόν.

当希腊人的最后方部分从山顶向村落走下、天色已暗时(因道路狭窄,上下山耗费了他们整整一天),就在那时,聚集起来的部分卡尔杜基人向最后方发动袭击,他们虽人数不多,却杀死了数人,并用石块和箭矢击伤了若干人;因为希腊军队本是出其不意地降临在他们身上的。

§4.1.11

εἰ μέντοι τότε πλείους συνελέγησαν, ἐκινδύνευσεν ἂν διαφθαρῆναι πολὺ τοῦ στρατεύματος. καὶ ταύτην μὲν τὴν νύκτα οὕτως ἐν ταῖς κώμαις ηὐλίσθησαν· οἱ δὲ Καρδοῦχοι πυρὰ πολλὰ ἔκαιον κύκλῳ ἐπὶ τῶν ὀρέων καὶ συνεώρων ἀλλήλους.

然而,若当时聚集了更多人,大军的极大部分恐有覆灭之虞。于是那一夜他们便这样在村落中宿营;而卡尔杜基人则在周围山上燃起许多火堆,彼此照应瞭望。

§4.1.12

ἅμα δὲ τῇ ἡμέρᾳ συνελθοῦσι τοῖς στρατηγοῖς καὶ λοχαγοῖς τῶν Ἑλλήνων ἔδοξε τῶν τε ὑποζυγίων τὰ ἀναγκαῖα καὶ δυνατώτατα ἔχοντας πορεύεσθαι, καταλιπόντας τἆλλα, καὶ ὅσα ἦν νεωστὶ αἰχμάλωτα ἀνδράποδα ἐν τῇ στρατιᾷ πάντα ἀφεῖναι.

破晓时分,希腊人的将领和百夫长们聚在一起,决定仅保留辎重牲畜中最必需、最强健者继续前进,余者尽行舍弃,并将军中所有新近掳获的俘虏悉数放走。

§4.1.13

σχολαίαν γὰρ ἐποίουν τὴν πορείαν πολλὰ ὄντα τὰ ὑποζύγια καὶ τὰ αἰχμάλωτα, πολλοὶ δὲ οἱ ἐπὶ τούτοις ὄντες ἀπόμαχοι ἦσαν, διπλάσιά τε ἐπιτήδεια ἔδει πορίζεσθαι καὶ φέρεσθαι πολλῶν τῶν ἀνθρώπων ὄντων. δόξαν δὲ ταῦτα4 ἐκήρυξαν οὕτω ποιεῖν.

因为大量的牲畜和俘虏使行军变得迟缓,照料它们的人多为非战斗人员,且因人数众多,必须筹备并运送加倍的给养。商定此事后,他们便传令如此执行。

语法注4 条
  1. 4.1.5ὅσον σκοταίους διελθεῖν τὸ πεδίον

    ὅσον 搭配不定式 διελθεῖν 构成表示度量或结果的从句,意为“足够去……”。形容词 σκοταίους 为宾格谓语,与 διελθεῖν 的隐含主语(希腊军队)一致,充当状语表示时间或状态(“在黑暗中”)。

  2. 4.1.6οὐδεὶς γὰρ κίνδυνος ἐδόκει εἶναι μή τις ἄνω πορευομένων ἐκ τοῦ ὄπισθεν ἐπίσποιτο

    由名词 κίνδυνος 引出的 μή 从句属于惧怕从句(fear clause),因主句动词为过去时,故从句动词采用祈愿式 ἐπίσποιτο。ἄνω πορευομένων 既可视为表示伴随情况或时间的属格独立结构(“在他们向上行军时”),亦可视为从句主语相关的部分属格;此处作属格独立结构理解在上下文中最流畅自然。

  3. 4.1.8ὑποφειδόμενοι, εἴ πως ἐθελήσειαν

    分词 ὑποφειδόμενοι 之后的 εἴ πως 搭配祈愿式(ἐθελήσειαν),构成表示期待或目的的从句(“期盼他们是否或许愿意”)。因主句动词(ἔφερον, ἐδίωκον)为过去时态,故从句使用祈愿式,表达一种带有尝试与希冀的预期。

  4. 4.1.13δόξαν δὲ ταῦτα

    此处为宾格独立结构(accusative absolute)。来自 δοκέω 的中性分词 δόξαν 虽常以非人称形式出现,但此处与中性复数代词 ταῦτα 连用构成独立成分,意为“这些事情决定之后”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:4.1.1-4.1.13