← 色诺芬

长征记

§3.5.1-3.5.18

放弃渡河与进军卡杜基山地的决议

希腊军击退敌军并在底格里斯河畔扎营,面对渡河困境与敌军纵火,他们在审问俘虏后决定强渡群山进军卡杜基人地区。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1

ἔνθα δὴ οἱ μὲν βάρβαροι στραφέντες ἔφευγον ᾗ ἕκαστος ἐδύνατο, οἱ δὲ Ἕλληνες εἶχον τὸ ἄκρον. οἱ δὲ ἀμφὶ Τισσαφέρνην καὶ Ἀριαῖον ἀποτραπόμενοι ἄλλην ὁδὸν ᾤχοντο. οἱ δὲ ἀμφὶ Χειρίσοφον καταβάντες ἐστρατοπεδεύοντο ἐν κώμῃ μεστῇ πολλῶν ἀγαθῶν. ἦσαν δὲ καὶ ἄλλαι κῶμαι πολλαὶ πλήρεις πολλῶν ἀγαθῶν ἐν τούτῳ τῷ πεδίῳ παρὰ τὸν Τίγρητα ποταμόν.

这时,异族人转身各自尽力逃奔,而希腊人则控制了制高点。蒂萨弗涅斯和阿里埃乌斯率领的人马调转方向,取道别处离去。切里索幅斯的人马下山,在一座物资丰饶的村庄扎营。在底格里斯河沿岸的这片平原上,还有许多物资丰富的村落。

§3.5.2

ἡνίκα δʼ ἦν δείλη ἐξαπίνης οἱ πολέμιοι ἐπιφαίνονται ἐν τῷ πεδίῳ, καὶ τῶν Ἑλλήνων κατέκοψάν τινας τῶν ἐσκεδασμένων ἐν τῷ πεδίῳ καθʼ ἁρπαγήν· καὶ γὰρ νομαὶ πολλαὶ βοσκημάτων διαβιβαζόμεναι εἰς τὸ πέραν τοῦ ποταμοῦ κατελήφθησαν.

然而临近傍晚时分,敌军突然出现在平原上,斩杀了一些为了劫掠而分散在平原上的希腊士兵;因为有许多正被运往河对岸的牲畜群被劫获。

§3.5.3

ἐνταῦθα Τισσαφέρνης καὶ οἱ σὺν αὐτῷ καίειν ἐπεχείρησαν τὰς κώμας. καὶ τῶν Ἑλλήνων μάλα ἠθύμησάν τινες, ἐννοούμενοι μὴ τὰ ἐπιτήδεια, εἰ καίοιεν, οὐκ ἔχοιεν ὁπόθεν λαμβάνοιεν.1

于是蒂萨弗涅斯及其部下企图焚烧村庄。希腊人中有一些人深感沮丧,担忧一旦敌人焚毁村落,他们将无从获取补给。

§3.5.4

καὶ οἱ μὲν ἀμφὶ Χειρίσοφον ἀπῇσαν ἐκ τῆς βοηθείας· ὁ δὲ Ξενοφῶν ἐπεὶ κατέβη, παρελαύνων τὰς τάξεις ἡνίκα ἀπὸ τῆς βοηθείας ἀπήντησαν οἱ Ἕλληνες ἔλεγεν· ὁρᾶτε, ὦ ἄνδρες Ἕλληνες, ὑφιέντας τὴν χώραν ἤδη ἡμετέραν εἶναι; ἃ γὰρ ὅτε ἐσπένδοντο διεπράττοντο, μὴ καίειν τὴν βασιλέως χώραν, νῦν αὐτοὶ καίουσιν ὡς ἀλλοτρίαν. ἀλλʼ ἐάν που καταλείπωσί γε αὑτοῖς ἐπιτήδεια, ὄψονται καὶ ἡμᾶς ἐνταῦθα πορευομένους.

切里索幅斯一行人救援完毕返回;而色诺芬下山后,在希腊人救援归来相遇时策马巡行于队伍旁说道:“希腊将士们,你们可看见他们已经在承认这片土地属于我们了吗?因为他们在缔约时曾约定不焚烧国王的国土,如今却如同对待别国土地一般亲自焚烧。但若他们在某处为自己留下物资,他们便会看到我们也进军到那里。”

§3.5.6

ἀλλʼ, ὦ Χειρίσοφε, ἔφη, δοκεῖ μοι βοηθεῖν ἐπὶ τοὺς καίοντας ὡς ὑπὲρ τῆς ἡμετέρας. ὁ δὲ Χειρίσοφος εἶπεν· οὔκουν ἔμοιγε δοκεῖ· ἀλλὰ καὶ ἡμεῖς, ἔφη, καίωμεν, καὶ οὕτω θᾶττον παύσονται.

接着他又说:“切里索幅斯,依我看,我们应当出击去援助抗击那些放火者,如同保卫我们自己的土地一样。”切里索幅斯却说:“我可不这么认为;不如我们也放火焚烧,这样他们会更快停止。”

§3.5.7

ἐπεὶ δὲ ἐπὶ τὰς σκηνὰς ἦλθον, οἱ μὲν ἄλλοι περὶ τὰ ἐπιτήδεια ἦσαν, στρατηγοὶ δὲ καὶ λοχαγοὶ συνῇσαν. καὶ ἐνταῦθα πολλὴ ἀπορία ἦν. ἔνθεν μὲν γὰρ ὄρη ἦν ὑπερύψηλα, ἔνθεν δὲ ὁ ποταμὸς τοσοῦτος βάθος ὡς μηδὲ τὰ δόρατα ὑπερέχειν πειρωμένοις τοῦ βάθους.

当他们回到营帐时,其他士兵忙于筹备补给,将领和连长们则聚集在一起。此时出现了极大的困境:一侧是高耸入云的山峦,另一侧则是深不见底的大河,以至于试图探查水深的人甚至连矛头都露不出水面。

§3.5.8

ἀπορουμένοις δʼ αὐτοῖς προσελθών τις ἀνὴρ Ῥόδιος εἶπεν· ἐγὼ θέλω, ὦ ἄνδρες, διαβιβάσαι ὑμᾶς κατὰ τετρακισχιλίους ὁπλίτας, ἂν ἐμοὶ ὧν δέομαι ὑπηρετήσητε καὶ τάλαντον μισθὸν πορίσητε.

正当他们一筹莫展时,一个罗得岛人走上前来对他们说:“诸位将士,如果你们满足我的需求并付给我一塔兰特的酬金,我愿每次运送四千名重步兵渡河。”

§3.5.9

ἐρωτώμενος δὲ ὅτου δέοιτο, ἀσκῶν, ἔφη, δισχιλίων δεήσομαι· πολλὰ δʼ ὁρῶ πρόβατα καὶ αἶγας καὶ βοῦς καὶ ὄνους, ἃ ἀποδαρέντα καὶ φυσηθέντα ῥᾳδίως ἂν παρέχοι τὴν διάβασιν.

当被问及需要什么时,他说:“我需要两千个皮囊;我看到许多绵羊、山羊、牛和驴,将其剥皮充气,便能轻松提供渡河之道。

§3.5.10

δεήσομαι δὲ καὶ τῶν δεσμῶν οἷς χρῆσθε περὶ τὰ ὑποζύγια· τούτοις ζεύξας τοὺς ἀσκοὺς πρὸς ἀλλήλους, ὁρμίσας ἕκαστον ἀσκὸν λίθους ἀρτήσας καὶ ἀφεὶς ὥσπερ ἀγκύρας εἰς τὸ ὕδωρ, διαγαγὼν καὶ ἀμφοτέρωθεν δήσας ἐπιβαλῶ ὕλην καὶ γῆν ἐπιφορήσω·

我还需借用你们套在驮畜身上的束带;用这些将皮囊互相系结,给每个皮囊系上石头沉入水中作为锚具,拉到对岸并从两岸固定,铺上柴木并填上泥土。

§3.5.11

ὅτι μὲν οὖν οὐ καταδύσεσθε αὐτίκα μάλα εἴσεσθε· πᾶς γὰρ ἀσκὸς δύʼ ἄνδρας ἕξει τοῦ μὴ καταδῦναι.2

你们很快就会知道自己绝不会沉没,因为每个皮囊足以承载两人而不致下沉。

§3.5.12

ὥστε δὲ μὴ ὀλισθάνειν ἡ ὕλη καὶ ἡ γῆ σχήσει. ἀκούσασι ταῦτα τοῖς στρατηγοῖς τὸ μὲν ἐνθύμημα χαρίεν ἐδόκει εἶναι, τὸ δʼ ἔργον ἀδύνατον· ἦσαν γὰρ οἱ κωλύσοντες πέραν πολλοὶ ἱππεῖς, οἳ εὐθὺς τοῖς πρώτοις οὐδὲν ἂν ἐπέτρεπον τούτων ποιεῖν.

而柴木和泥土将防止滑倒。”将领们听罢,认为这个构想精妙,但实际操作却不可能;因为对岸有众多骑兵把守阻止,他们绝不会允许先头部队进行这般作业。

§3.5.13

ἐνταῦθα τὴν μὲν ὑστεραίαν ὑπανεχώρουν εἰς τοὔμπαλιν εἰς τὰς ἀκαύστους κώμας, κατακαύσαντες ἔνθεν ἐξῇσαν· ὥστε οἱ πολέμιοι οὐ προσήλαυνον, ἀλλὰ ἐθεῶντο καὶ ὅμοιοι ἦσαν θαυμάζειν ὅποι ποτὲ τρέψονται οἱ Ἕλληνες καὶ τί ἐν νῷ ἔχοιεν.

于是次日,他们将出发地焚毁后,往回撤向那些尚未被焚的村庄;因此敌军没有策马逼近,只是在一旁观望,似乎好奇希腊人究竟会转向何方、心中有何打算。

§3.5.14

ἐνταῦθα οἱ μὲν ἄλλοι στρατιῶται ἐπὶ τὰ ἐπιτήδεια ᾖσαν· οἱ δὲ στρατηγοὶ πάλιν συνῆλθον, καὶ συναγαγόντες τοὺς ἑαλωκότας ἤλεγχον τὴν κύκλῳ πᾶσαν χώραν τίς ἑκάστη εἴη.

此时,其余士兵前去筹集给养,将领们再次集会,带出俘虏审问周围各地的具体地形方位。

§3.5.15

οἱ δὲ ἔλεγον ὅτι τὰ πρὸς μεσημβρίαν τῆς ἐπὶ Βαβυλῶνα εἴη καὶ Μηδίαν, διʼ ἧσπερ ἥκοιεν, ἡ δὲ πρὸς ἕω ἐπὶ Σοῦσά τε καὶ Ἐκβάτανα φέροι, ἔνθα θερίζειν λέγεται βασιλεύς, ἡ δὲ διαβάντι τὸν ποταμὸν3 πρὸς ἑσπέραν ἐπὶ Λυδίαν καὶ Ἰωνίαν φέροι, ἡ δὲ διὰ τῶν ὀρέων καὶ πρὸς ἄρκτον τετραμμένη ὅτι εἰς Καρδούχους ἄγοι.

俘虏们说,向南的道路通往巴比伦和米底,正是他们来时的方向;向东的道路通向苏萨和埃克巴塔那,据说国王在那里度夏;渡河向西的道路通往吕底亚和爱奥尼亚;而穿越群山朝北的道路则通往卡杜基人的地域。

§3.5.16

τούτους δὲ ἔφασαν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι, καὶ βασιλέως οὐκ ἀκούειν, ἀλλὰ καὶ ἐμβαλεῖν ποτε εἰς αὐτοὺς βασιλικὴν στρατιὰν δώδεκα μυριάδας· τούτων δʼ οὐδένʼ ἀπονοστῆσαι διὰ τὴν δυσχωρίαν. ὁπότε μέντοι πρὸς τὸν σατράπην τὸν ἐν τῷ πεδίῳ σπείσαιντο, καὶ ἐπιμιγνύναι σφῶν τε πρὸς ἐκείνους καὶ ἐκείνων πρὸς ἑαυτούς.

他们说这些人居于高山之中,勇猛善战,不听命于国王;曾有一支十二万人的王军进犯他们,却因地势险恶无一生还。然而,每当他们与平原上的总督缔结和约时,双方民众便互有往来。

§3.5.17

ἀκούσαντες ταῦτα οἱ στρατηγοὶ ἐκάθισαν χωρὶς τοὺς ἑκασταχόσε φάσκοντας εἰδέναι, οὐδὲν δῆλον ποιήσαντες ὅποι πορεύεσθαι ἔμελλον. ἐδόκει δὲ τοῖς στρατηγοῖς ἀναγκαῖον εἶναι διὰ τῶν ὀρέων εἰς Καρδούχους ἐμβαλεῖν· τούτους γὰρ διελθόντας ἔφασαν εἰς Ἀρμενίαν ἥξειν, ἧς Ὀρόντας ἦρχε πολλῆς καὶ εὐδαίμονος. ἐντεῦθεν δʼ εὔπορον ἔφασαν εἶναι ὅποι τις ἐθέλοι πορεύεσθαι.

听闻这些后,将领们让声称熟悉各处道路的人分开坐下,丝毫不透露自己打算向何处进军。但将领们认为必须穿过群山攻入卡杜基人的领地;因为俘虏们说,一旦通过该地,便可抵达奥隆塔斯统治的广袤而富庶的亚美尼亚。他们说,自那里起人们便可轻易进军至任何想去的地方。

§3.5.18

ἐπὶ τούτοις ἐθύσαντο, ὅπως ἡνίκα καὶ δοκοίη τῆς ὥρας τὴν πορείαν ποιοῖντο·4 τὴν γὰρ ὑπερβολὴν τῶν ὀρέων ἐδεδοίκεσαν μὴ προκαταληφθείη· καὶ παρήγγειλαν, ἐπειδὴ δειπνήσαιεν, συσκευασαμένους πάντας ἀναπαύεσθαι, καὶ ἕπεσθαι ἡνίκʼ ἄν τις παραγγέλλῃ.

为此他们举行了献祭,以便在认为合适的时间启程,因为他们担心山间隘口被预先占领;他们下令,众人用过晚餐后,全军收拾行装休息,一旦下达命令便立刻跟进。

语法注4 条
  1. 3.5.3ἐννοούμενοι μὴ τὰ ἐπιτήδεια, εἰ καίοιεν, οὐκ ἔχοιεν ὁπόθεν λαμβάνοιεν

    由表示忧虑的分词 ἐννοούμενοι 引出的顾虑从句(μὴ ... οὐκ ἔχοιεν)。否定词 οὐ 直接否定从句动词 ἔχοιεν(“忧虑……可能没有”)。ἔχοιεν 与 λαμβάνοιεν 采用希求语气,是由于主句动词 ἠθύμησαν 为历史过去时而发生的次生序列换式。

  2. 3.5.11τοῦ μὴ καταδῦναι

    带有属格定冠词的定式不定词(τοῦ μὴ καταδῦναι),表示目的或否定结果/防止(“以防下沉”或“使其不下沉”)。否定词 μή 为不定词的标准否定形式,依附于前句 πᾶς γὰρ ἀσκὸς δύʼ ἄνδρας ἕξει(“每个皮囊足以支撑两人”)。

  3. 3.5.15διαβάντι τὸν ποταμὸν

    分词 διαβάντι 构成的视点/参照与格(判断者与格),意为“对于渡过河的人而言”或“渡河之后来看”,是古代希腊语描述地理路线方向时表示观察者视角的惯用句式。

  4. 3.5.18ὅπως ἡνίκα καὶ δοκοίη τῆς ὥρας τὴν πορείαν ποιοῖντο

    由 ὅπως 引出的目的从句(ὅπως ... ποιοῖντο),位于过去时动词 ἐθύσαντο 之后因而采用希求语气。从句内部嵌入的时间从句 ἡνίκα καὶ δοκοίη 也因次生序列而呈希求式。τῆς ὥρας 为部分属格,与时间概念连用表示“在适宜的时刻/时辰”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.5.1-3.5.18