← 色诺芬

长征记

§3.4.14-3.4.25

击退蒂萨弗涅斯与方阵行军编制的改进

希腊军凭借罗得岛投石兵和弓箭手的优势射程击退了蒂萨弗涅斯的袭扰,随后通过设立六个灵活的百人队来改进等边方阵,以克服行军中狭窄通道和渡口造成的混乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.14

ἐπεὶ δʼ ἐγγὺς ἐγένετο, τὰς μὲν τῶν τάξεων ὄπισθεν καταστήσας, τὰς δὲ εἰς τὰ πλάγια παραγαγὼν ἐμβαλεῖν μὲν οὐκ ἐτόλμησεν οὐδʼ ἐβούλετο διακινδυνεύειν, σφενδονᾶν δὲ παρήγγειλε καὶ τοξεύειν.

当他逼近时,将一部分队伍部署在后方,将另一部分调往侧翼,他既不敢发起冲锋,也不愿冒险决战,只下令投石与放箭。

§3.4.15

ἐπεὶ δὲ διαταχθέντες οἱ Ῥόδιοι ἐσφενδόνησαν καὶ οἱ τοξόται ἐτόξευσαν καὶ οὐδεὶς ἡμάρτανεν ἀνδρός1 (οὐδὲ γὰρ εἰ πάνυ προυθυμεῖτο ῥᾴδιον ἦν), καὶ ὁ Τισσαφέρνης μάλα ταχέως ἔξω βελῶν ἀπεχώρει καὶ αἱ ἄλλαι τάξεις ἀπεχώρησαν.

然而,当布置妥当的罗得岛人掷出投石,弓箭手射出箭矢时,无一人失手脱靶(因为即便某人极想射偏也不是件易事),蒂萨弗涅斯便极快地撤出射程之外,其他队伍也撤退了。

§3.4.16

καὶ τὸ λοιπὸν τῆς ἡμέρας οἱ μὲν ἐπορεύοντο, οἱ δʼ εἵποντο· καὶ οὐκέτι ἐσίνοντο οἱ βάρβαροι τῇ τότε ἀκροβολίσει· μακρότερον γὰρ οἵ τε Ῥόδιοι τῶν Περσῶν ἐσφενδόνων καὶ τῶν τοξοτῶν·

在这一天余下的时间里,希腊人继续行军,敌人尾随其后;而蛮族人在当时的散兵交火中再也无法造成损伤。因为罗得岛人的投石比波斯人更远,也比弓箭手的射程更远。

§3.4.17

μεγάλα δὲ καὶ τόξα τὰ Περσικά ἐστιν· ὥστε χρήσιμα ἦν ὁπόσα ἁλίσκοιτο τῶν τοξευμάτων τοῖς Κρησί, καὶ διετέλουν χρώμενοι τοῖς τῶν πολεμίων τοξεύμασι, καὶ ἐμελέτων τοξεύειν ἄνω ἱέντες μακράν. ηὑρίσκετο δὲ καὶ νεῦρα πολλὰ ἐν ταῖς κώμαις καὶ μόλυβδος, ὥστε χρῆσθαι εἰς τὰς σφενδόνας.

波斯人的弓也很大;因此凡是缴获的箭矢对克里特人来说都很有用,他们不断使用敌人的箭矢,并练习高射及远射。村庄里还发现了许多筋腱和铅,以便用于投石带。

§3.4.18

καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ, ἐπεὶ κατεστρατοπεδεύοντο οἱ Ἕλληνες κώμαις ἐπιτυχόντες, ἀπῆλθον οἱ βάρβαροι μεῖον ἔχοντες τῇ ἀκροβολίσει· τὴν δʼ ἐπιοῦσαν ἡμέραν ἔμειναν οἱ Ἕλληνες καὶ ἐπεσιτίσαντο· ἦν γὰρ πολὺς σῖτος ἐν ταῖς κώμαις. τῇ δὲ ὑστεραίᾳ ἐπορεύοντο διὰ τοῦ πεδίου, καὶ Τισσαφέρνης εἵπετο ἀκροβολιζόμενος.

在这一天,当希腊人行至村庄扎营时,蛮族人在散兵交火中吃了亏便退去了。次日希腊人停留下来补充给养;因为村庄里有许多粮食。第三天他们穿过平原行军,蒂萨弗涅斯一边进行袭扰一边尾随。

§3.4.19

ἔνθα δὲ οἱ Ἕλληνες ἔγνωσαν πλαίσιον ἰσόπλευρον ὅτι πονηρὰ τάξις εἴη2 πολεμίων ἑπομένων. ἀνάγκη γάρ ἐστιν, ἢν συγκύπτῃ τὰ κέρατα τοῦ πλαισίου ἢ ὁδοῦ στενοτέρας οὔσης ἢ ὀρέων ἀναγκαζόντων ἢ γεφύρας, ἐκθλίβεσθαι τοὺς ὁπλίτας καὶ πορεύεσθαι πονήρως ἅμα μὲν πιεζομένους, ἅμα δὲ καὶ ταραττομένους, ὥστε δυσχρήστους εἶναι ἀτάκτους ὄντας·

此时希腊人意识到,当敌人尾随在后时,等边方阵是一种拙劣的阵形。因为一旦方阵的两翼因道路变窄、受高山逼迫或有桥梁而向内并拢,重装步兵就必然被挤出队外,他们既受挤压又陷混乱,行军艰难,从而因队形紊乱而难以发挥战力。

§3.4.20

ὅταν δʼ αὖ διάσχῃ τὰ κέρατα, ἀνάγκη διασπᾶσθαι τοὺς τότε ἐκθλιβομένους καὶ κενὸν γίγνεσθαι τὸ μέσον τῶν κεράτων, καὶ ἀθυμεῖν τοὺς ταῦτα πάσχοντας πολεμίων ἑπομένων. καὶ ὁπότε δέοι γέφυραν διαβαίνειν ἢ ἄλλην τινὰ διάβασιν, ἔσπευδεν ἕκαστος βουλόμενος φθάσαι πρῶτος· καὶ εὐεπίθετον ἦν ἐνταῦθα τοῖς πολεμίοις.

而当两翼再度分开时,先前被挤出的人就必然被扯散,两翼之间出现空隙,在敌人尾随的情况下,遭受这种困境的人便会丧失士气。每当必须穿过桥梁或其他通道时,人人都急于争先;在此处他们便极易受到敌人的攻击。

§3.4.21

ἐπεὶ δὲ ταῦτʼ ἔγνωσαν οἱ στρατηγοί, ἐποίησαν ἓξ λόχους ἀνὰ ἑκατὸν ἄνδρας, καὶ λοχαγοὺς ἐπέστησαν καὶ ἄλλους πεντηκοντῆρας καὶ ἄλλους ἐνωμοτάρχους. οὗτοι δὲ πορευόμενοι, ὁπότε μὲν συγκύπτοι τὰ κέρατα, ὑπέμενον ὕστεροι, ὥστε μὴ ἐνοχλεῖν τοῖς κέρασι, τότε δὲ παρῆγον ἔξωθεν τῶν κεράτων.

将军们认识到这一点后,组建了六个百人队,任命了百夫长,又任命了五十夫长和排长。这些人在行军中,每当两翼靠拢时便留于后方,以免妨碍两翼,随后便引兵在两翼外侧并排行进。

§3.4.22

ὁπότε δὲ διάσχοιεν αἱ πλευραὶ τοῦ πλαισίου, τὸ μέσον ἂν ἐξεπίμπλασαν,3 εἰ μὲν στενότερον εἴη τὸ διέχον, κατὰ λόχους, εἰ δὲ πλατύτερον, κατὰ πεντηκοστῦς, εἰ δὲ πάνυ πλατύ, κατʼ ἐνωμοτίας· ὥστε ἀεὶ ἔκπλεων εἶναι τὸ μέσον.

每当方阵的两侧分开时,他们就去填补中间的空缺:如果间隔较窄,便按百人队填补;如果较宽,便按五十人队填补;如果非常宽,便按排填补;从而使中间始终保持饱满。

§3.4.23

εἰ δὲ καὶ διαβαίνειν τινὰ δέοι διάβασιν ἢ γέφυραν, οὐκ ἐταράττοντο, ἀλλʼ ἐν τῷ μέρει οἱ λοχαγοὶ διέβαινον· καὶ εἴ που δέοι τι τῆς φάλαγγος, ἐπιπαρῇσαν οὗτοι. τούτῳ τῷ τρόπῳ ἐπορεύθησαν σταθμοὺς τέτταρας.

如果必须通过任何通道或桥梁,他们也不会混乱,而是由军官们按顺序依次通过;如果方阵的某处有所需要,他们便上前支援。他们以这种方式前行了四程。

§3.4.24

ἡνίκα δὲ τὸν πέμπτον ἐπορεύοντο, εἶδον βασίλειόν τι καὶ περὶ αὐτὸ κώμας πολλάς, τὴν δὲ ὁδὸν πρὸς τὸ χωρίον τοῦτο διὰ γηλόφων ὑψηλῶν γιγνομένην, οἳ καθῆκον ἀπὸ τοῦ ὄρους ὑφʼ ᾧ ἦν ἡ κώμη. καὶ εἶδον μὲν τοὺς λόφους ἄσμενοι οἱ Ἕλληνες, ὡς εἰκὸς τῶν πολεμίων ὄντων ἱππέων·

当他们走第五程时,望见了一座王宫以及其周围的许多村庄,通往该处的道路经过几座高耸的丘陵,这些丘陵是从村庄位于其山麓的山脉延伸而下的。希腊人见到这些丘陵十分高兴,因为敌人都是骑兵,这是合乎情理的。

§3.4.25

ἐπεὶ δὲ πορευόμενοι ἐκ τοῦ πεδίου ἀνέβησαν ἐπὶ τὸν πρῶτον γήλοφον καὶ κατέβαινον, ὡς ἐπὶ τὸν ἕτερον ἀναβαίνειν, ἐνταῦθα ἐπιγίγνονται οἱ βάρβαροι καὶ ἀπὸ τοῦ ὑψηλοῦ εἰς τὸ πρανὲς ἔβαλλον, ἐσφενδόνων, ἐτόξευον ὑπὸ μαστίγων,4

然而,当他们从平原出发登上第一座丘陵,正往下走以便登上另一座丘陵时,蛮族人在此刻发动突袭,在皮鞭的驱赶下,从高处向着斜坡抛掷、投石、放箭,

语法注4 条
  1. 3.4.15οὐδεὶς ἡμάρτανεν ἀνδρός

    动词 ἁμαρτάνω 接属格 ἀνδρός,表示“未击中目标/脱靶”。随后的插入语 οὐδὲ γὰρ εἰ πάνυ προυθυμεῖτο ῥᾴδιον ἦν(因为即便某人极想射偏也不是件易事)生动修辞地强调了敌军阵列极其密集。

  2. 3.4.19πλαίσιον ἰσόπλευρον ὅτι πονηρὰ τάξις εἴη

    前置先行(prolepsis)构文:从句 ὅτι...εἴη 的逻辑主语 πλαίσιον ἰσόπλευρον 被置于 ὅτι 之前,充当主句动词 ἔγνωσαν 的先行对象。从句中的祈愿式 εἴη 表示过去时制间接引语中表达的认识。

  3. 3.4.22τὸ μέσον ἂν ἐξεπίμπλασαν

    小词 ἄν 与未完成过去时直陈式 ἐξεπίμπλασαν 结合,表达过去习惯性、重复性的动作('他们便会填补中间'),与条件从句中的过去泛指祈愿式 διάσχοιεν 和 εἴη 呼应。

  4. 3.4.25ὑπὸ μαστίγων

    介词 ὑπό 接属格复数 μαστίγων,意为“在皮鞭督促下/受鞭笞着”,生动地体现了波斯军队中军官用皮鞭驱赶士兵向敌阵冲锋的惯例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg006.humanitext-grc2:3.4.14-3.4.25